Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1.1
) τόξον καὶ φαρέτρη ἰοδόκος δῶρα, τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισιν· ὃν δὴ στίχον καὶ ὑποκαταβὰς λέγει· τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. (ῃερς. 17.) Ὀδυσσεὺς μὲν μετὰ χρεῖος, ἤγουν διὰ χρέος, ὅ περ αὐτῷ πᾶς δῆμος ὄφειλε. (ῃερς. 18.) μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν, ληϊσάμενοι δηλαδὴ, νηυσὶ πολυκλήϊσι τριηκόσια ἠδὲ νομῆας. τῶν ἕνεκα ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς, παιδνὸς ἐών. (ῃερς. 21.) πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. καὶ αὕτη μὲν ἡ αἰτία τοῦ ἐξ Ἰθάκης ὄντα τὸν Ὀδυσσέα ἐν Μεσσήνῃ εὑρεθῆναι. (ῃερς. 22.) Ἴφιτος δέ, φησιν, ἵππους διζήμενος, αἵ οἱ ὄλοντο, δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοί. αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, ἐπειδὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον φῶτα Ἡρακλῆα μεγάλων ἐπιΐστορα ἔργων. (ῃερς. 27.) ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατο οὐδὲ τράπεζαν τὴν δὴ οἱ παρέθηκεν, ἔπειτα δὲ πέφνε καὶ αὐτόν· ἵππους δ' αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. (ῃερς. 31.) ταύτας τοίνυν, τὰς ῥηθείσας δηλαδὴ ἵππους, ἐρέων, τουτέστιν ἐρευνῶν, καὶ, ὡς ἀνωτέρω ἔφη, διζήμενος, ἐνταῦθα γὰρ μετὰ στίχους ὀκτὼ ἡ τῆς συντάξεως ἔστιν ἀπόδοσις, Ὀδυσῆϊ συνήντετο· δῶκε δὲ τόξον, ὃ πρὶν μὲν ἐφόρει μέγας Εὔρυτος· (ῃερς. 32.) αὐτὰρ ὁ παιδὶ κάλλιπεν ἀποθνήσκων ἐν δώμασιν ὑψηλοῖσι. τῷ δ' Ὀδυσσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν ἀρχὴν ξεινοσύνης προσκηδέος· (ῃερς. 35.) οὐδὲ τραπέζῃ, τῇ κατ' οἶκον, γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν, ὡς ἐῤῥέθη, τὸν Ἴφιτον, ὅς οἱ τόξον ἔδωκεν· ὃ, καθὰ προεῤῥέθη, οὔ ποτε Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε ᾑρεῖτο, τουτέστιν ἐλάμβανεν· ἀλλ' αὐτοῦ μνῆμα ξείνοιο φίλοιο κέσκετο ἐνὶ μεγάροισι, (ῃερς. 41.) φόρει δέ μιν ἧς ἐπὶ γαίης. ὡς εἴ γε μὴ τοῦτ' ἦν, ἀλλ' ἐπὶ Τροίαν ἦγε καὶ αὐτὸ, οὐκ εἶχεν ἂν ἄρτι τοιοῦτον τόξον πιθανεύσασθαι, πάντων ἐν τῷ νόστῳ ἐκπεσὼν καὶ γυμνὸς αὐτὸς περισωθείς. καὶ οὕτω μὲν διεσάφησεν ὁ ποιητὴς, ὅπως ἐν Μεσσήνῃ συνήντησαν ὁ Ἰθακήσιός τε παιδνὸς Ὀδυσσεὺς καὶ ὁ Θετταλὸς Εὐρυτίδης Ἴφιτος, εἴ γε Θετταλὸς καθ' Ὅμηρον καὶ ὁ Εὔρυτος, ὡς δηλοῖ τὸ, οἱ δ' εἶχον Τρίκκην καὶ Ἰθώμην καὶ Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, ὃς καὶ φονεύεται ἢ ὑπὸ Ἀπόλλωνος, ἐπεὶ προεκαλεῖτο ἐκεῖνον εἰς τοξείαν, ὡς ἐν τοῖς Φαίαξιν ἐδήλωσεν Ὀδυσσεύς· ἢ ὡς οἱ νεώτεροί φασιν, ὑπὸ Ἡρακλέος διὰ τὸν τῆς θυγατρὸς ἐκείνου Ἰόλης ἔρωτα, ὃν καὶ Σοφοκλῆς ἱστορεῖ. Τὰς δὲ ῥηθείσας ἵππους εἶχεν Ἡρακλῆς, οὐκ αὐτὸς ἢ ληϊσάμενος ἢ ὑφελόμενος, ἀλλ' ἑτέρωθεν κλέμμα λαβών. Αὐτόλυκος γάρ, φασιν, ὁ Ἑρμοῦ κλέψας τὰς Εὐρύτου ἵππους πέπρακε τῷ Ἡρακλεῖ. ὃς Εὔρυτος οὕτω φερωνύμως καλεῖται παρὰ τὸ εὖ ῥύειν, ὅ ἐστιν ἑλκύειν τὸ τόξον· ἄριστος γὰρ ἦν ἐν τοξόταις· ἐξ οὗ ῥύειν καὶ ὁ γωρυτὸς, ὡς ἐῤῥέθη, γίνεται. (ῃερς. 13.) Ὅρα δὲ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν, ὅτι ἀνέστρεψε καὶ αὐτὴν ὁ ποιητὴς οἰκείῳ ἔθει ἀκολουθῶν. ἦν γὰρ φύσει πρῶτον εἰπεῖν, διατί Ὀδυσσεύς τε ἐξ Ἰθάκης εἰς Μεσσήνην ἦλθε καὶ Εὔρυτος ἐκ Θετταλίας, καὶ οὕτω καθεξῆς προβῆναι. ὁ δὲ ἀναγκαίως προθεὶς ὡς ἐν λόγῳ προτάσεως τὸ δῶρον σχεῖν τὸν Ὀδυσσέα τὸ τόξον ἐκ τοῦ Ἰφίτου, εἶτα ὑποβάλλει τὰς ἀρχὰς, ἐπεμβαλὼν ἐκ περισσοῦ χάριν πολυμαθείας καὶ τὴν περὶ τῶν ἵππων ἱστορίαν καὶ τὴν τοῦ Ἡρακλέος ποιότητα καὶ ὑποθήκην περὶ ξενίας, ὡς μὴ δέον ὂν ἐξαθερίζειν αὐτὴν, καὶ ἀντίδοσιν αὖθις ξίφους τοῦ ἐξὈδυσσέως πρὸς τὸν Ἴφιτον· ἃ καὶ συμπεράνας ἐπιφέρει τὴν ἐξ ἀρχῆς πρότασιν τὸ, ὅς οἱ τόξον ἔδωκε, δεικνὺς, τοῦτο καὶ μόνον αὐτῷ πρὸ ἔργου εἶναι, τὸ εἰπεῖν ὡς τὸ ἀνὰ χεῖρας ἄρτι τόξον δῶρον ἦν τοῦ Ἰφίτου, τὰ δ' ἄλλα πάντα κατά τι πάρεργον ἐπεμβεβλῆσθαι. Τῶν δὲ τοῦ ῥηθέντος διηγήματος μερῶν τὸ μὲν δῶρα δῶκεν ἐτυμολογικῶς ἐφράσθη. Τὸ δὲ τυχήσας ἢ ἀντὶ τοῦ τυχὼν ἢ κατὰ τύχην, ἢ καὶ ἄλλως εὐτυχῶς συναντήσας κατά γε μόνον τὸ ἀλλήλους ἰδεῖν καὶ δῶρα δοῦναι καὶ ἀντιλαβεῖν. ἄλλως γὰρ οὐκ ἦν εὐτυχὲς τὸ μὴ καὶ τραπέζῃ γνῶναι ἀλλήλους οἰκειακῇ· εἰ δὲ καὶ ἐν ἀλλοτρίᾳ εἰκὸς ἦν καὶ συμφαγεῖν, οἷον ἐν τῷ τοῦ Ὀρτιλόχου οἴκῳ, ἔνθα ξύμβληντο ἀλλήλοις. Ἡ δὲ Μεσσήνη γράφεται μὲν, ὡς καὶ ἡ Σικελικὴ καὶ εἴ τις που ἄλλη, παρὰ πᾶσιν ἐν δυσὶ ˉςˉσ. λέγεται δὲ κατὰ μὲν τοὺς ἡρωϊκοὺς χρόνους Λακώνων εἶναι, κατὰ δὲ τοὺς Ἡρακλείδας, ἤγουν μετὰ τὴν αὐτῶν κάθοδον, διχασθῆναι αὐτὴν τῆς Λακωνικῆς. τὸ δὲ δίπλασμα τοῦ σίγμα ἐν τῷ Μεσσήνῃ δηλοῖ καὶ τὸ ῥηθὲν Ὁμηρικὸν ἔπος· τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν, ἤγουν συνήντησαν· ὃς δὴ στίχος καὶ ἐπαινεῖται ὡς ὁλοσπόνδειος καὶ τῷ στασίμῳ τοῦ μέτρου ἐξομοιούμενος τῇ στάσει τῶν συναντώντων ἀλλήλοις κατὰ φιλίαν, ὥς περ αὖ πάλιν ἐπαινετοὶ ἑτέρωθι κατ' ἄλλον τρόπον οἱ ὁλοδάκτυλοι, ὁποῖον καὶ τὸ, κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων· ἔνθα ὅρα τὸ μεγαλωστὶ ὁμοιότητα συνθέσεως ἔχον οὐ μόνον πρὸς τὸ νεωστὶ, ἀλλὰ καὶ πρὸς τὸ δημιωστὶ καὶ ἱερωστὶ, ἐκ τοῦ δημίως καὶ ἱερῶς, ὡς παραδιδόασιν οἱ παλαιοί. Ὅτι δὲ τὸν ἐκ πέντε δακτύλων συγκείμενον στίχον καὶ ἕκτου σπονδείου ἢ τροχαίου πηδητικὸν μάλιστα γίνεσθαι οἴδασιν οἱ παλαιοὶ, ὁ τεχνικὸς παραδίδωσιν. ἔνθα σημειωτέον τὸ, μάλιστα δοκοῦν, πρὸς διαστολὴν ἑτέρου εἰρῆσθαι πηδητικοῦ ἔπους. εἴη δ' ἂν τοιοῦτον ὁ κατ' ἐνόπλιον ῥυθμὸν πεποδισμένος στίχος, οὗ μέμνηται καὶ ὁ κωμικὸς, ὁποῖος κατὰ τοὺς παλαιοὺς ὁ μετὰ δύο δακτύλους ἔχων σπονδεῖον κατὰ τὸ πάλιν καὶ πάλιν· οἷον, ὡς φάτο δακρυχέων, τοῦ δ' ἔκλυε πότνια μήτηρ. λέγοιτο δ' ἂν ἴσως κατ' ἐνόπλιον διὰ τὸ πρέπειν μὲν ῥυθμὸν τοιοῦτον καὶ τοῖς ἄλλως κινουμένοις μετὰ συντονίας, ἐπὶ πλέον δὲ τοῖς μεθ' ὅπλων σεμνῶς πηδῶσι καὶ κοῦφα πυῤῥιχίζουσι· (ῃερς. 17.) Χρέος δὲ ἐνταῦθα εἶπεν οὐ τὸ δανεισθὲν ἀλλὰ τὸ ἐξ ἁρπαγῆς, ἣν οἱ Μεσσήνιοι κατὰ Ἰθακησίων ἔπραξαν. (ῃερς. 20.) Ἐξεσία δὲ, ὡς καὶ ἐν Ἰλιάδι ἐν τοῖς περὶ Πριάμου, ἡ δημοσία πρεσβεία καὶ, ὡς εἰπεῖν, ἔκπεμψις, ὡς ἀπὸ τοῦ ἐξίημι, ἐξήσω, ὅθεν καὶ ἔξεσις παρ' Ἡροδότῳ ἡ ἀπόπεμψις. διὸ ὑποκαταβὰς ἔφη· πρὸ γὰρ ἧκε πατήρ. ὅθεν γὰρ τὸ προῆκεν, ἐκεῖθεν καὶ ἡ ἐξεσία. Τὸ δὲ, πολλὴν ὁδὸν ἦλθε, ταυτὸν ἴσως τῷ, πολλὴν κέλευθον. (ῃερς. 21.) Παιδνὸς δὲ, ὡς καὶ προεδηλώθη, ὁ παῖς παρὰ τὸ παίζειν, ὁμοίως τῷ ὀλοφυδνὸς καὶ ἀκιδνὸς καὶ τοῖς τοιούτοις. πολὺς δὲ ἔπαινος τοῦ Ὀδυσσέως τὸ ἐν παιδικῇ ἡλικίᾳ δι' ὑπερβολὴν συνέσεως πρέσβυν δημοσίᾳ πεμφθῆναι οὐ παρὰ μόνου πατρὸς, ἀλλὰ καὶ τῶν γερόντων. (ῃερς. 22.) Τὸ δὲ, ἵππους διζήμενος, ταυτόν ἐστι τῷ ἐρέων, τουτέστιν ἐρευνῶν, ὃ μετ' ὀλίγα ἔθηκεν ἐν τῷ, ταύτας ἐρέων Ὀδυσσεὺς συνήντετο. Τοῦ δὲ διζήμενος πρωτότυπον θέμα διζῶ διζήσω, ἐξ οὗ τὸ δίζημι, ὡς τοῦ αἰτῶ τὸ αἴτημι καὶ τοῦ φιλῶ τὸ φίλημι, ὅθεν τὸ, φίλατο δαίμων, καὶ τοῦ αἰνῶ τὸ αἴνημι, ὡς τὸ, οὔ μιν ἔγωγ' αἴνημι. οὕτω δὲ καὶ ἐκ τοῦ δειπνῶ καὶ ἀριστῶ, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, δείπνημι καὶ ἀρίστημι, ὡς δῆλον ἐκ τοῦ δεδείπναμεν καὶ δειπνάναι καὶ ἀρίσταμεν καὶ ἀριστάναι παρὰ Ἀθηναίῳ. Τὸ δὲ, γηράντεσσι τοκεῦσι, δηλωτικόν ἐστι τοῦ καὶ ἐκ τοῦ γηρῶ γενέσθαι τὸ γήρημι, οὗ μετοχὴ γηρὰς γηράντος. (ῃερς. 24.) Ἐν δὲ τῷ, φόνος καὶ μοῖρα γένοντο, μοῖραν φανερῶς τὴν θανάσιμον δηλοῖ. (ῃερς. 25.) Ἡρακλέος δὲ ἔπαινος οὐ μόνον τὸ Διὸς υἱὸν δὶς λεχθῆναι, καθὰ καὶ Ἴφιτος ἐν δυσὶ τόποις ἐπιείκελος ἀθανάτοις ἐλέχθη, ἀλλὰ καὶ τὸ, καρτερόθυμον, καὶ τὸ, μεγάλων ἐπιΐστορα ἔργων, τουτέστιν ἐπιστήμονα, οὗ τὸ ἁπλοῦν ἐν Ἰλιάδι, οἷον, ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι· ἄλλως δέ γε εἰπεῖν, μεγάλων ἐπιΐστωρ ἔργων ὁ παρὰ τοῖς ὕστερον συνθέτως λεγόμενος μεγαλουργὸς, ὁποῖος καὶ ὁ Μακεδὼν Ἀλέξανδρος. (ῃερς. 27.) Ἰστέον δὲ καὶ ὅτι Ὅμηρος μὲν ἀσαφῶςφησὶν, ὡς κατέκτανεν Ἡρακλῆς καὶ πέφνε ξεῖνον ἐόντα τὸν Ἴφιτον· οἱ δὲ νεώτεροι ἀπὸ τείχους καταβληθῆναι αὐτὸν
14.2.1
Ἡρακλέος φασίν. ὅπως δ' ἂν ἔχοι τὸ πρᾶγμα, ἥμαρτεν εἰς τὸν ξένιον Δία ὁ Ἡρακλῆς. διὸ καὶ τῇ Ὀμφάλῃ, φασὶν, ὕστερον ἐδουλώθη Λυδῇ γυναικί. Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ τοῦ ἐνταῦθα ἱστορηθέντος φόνου τοῦ Ἰφίτου καθαρθῆναι ζητῶν ὁ Ἡρακλῆς κατά τινας τῶν παλαιῶν καὶ μὴ ὑπακουσθεὶς ὑπὸ τοῦ Πυλίου Νηλέως ἐπόρθησε τὴν Πυλὸν, πρεσβύτερος ἂν εἴη. τοῦ Νέστορος τοῦἐν Γερήνοις τότε τρεφομένου, Ὀδυσσεὺς οὗτος ὁ ἤδη καὶ πρεσβεύειν, ὡς ἐῤῥέθη, δυνάμενος, καὶ διὰ τὸ ἱστορηθὲν χρέος ἐξεσίην πολλὴν ὁδὸν ἐλθών. ἀλλ' ἴσως οὐκ οἶδεν ὁ ποιητὴς οὔτε αἰτίαν ταύτην τοῦ ἁλῶναι τὴν Πύλον, οὔτε τὴν ἐν Γερήνοις ἀνατροφὴν τοῦ Νέστορος. οὕτω γὰρ καλῶς ἡ τοιαύτη ἀπορία λυθήσεται. (ῃερς. 28.) Τὸ δὲ, ἔκτανε σχέτλιος, δοκεῖ μὲν ἐνταῦθα τὸν ἄδικον λέγειν διὰ τὸ τὸν Ἡρακλέα τοιοῦτον ἐνταῦθα φανῆναι. δύναται δὲ καὶ νῦν τὸν σφοδρὸν ὡς καὶ ἐν ἄλλοις δηλοῦν καὶ ἄξιον σχέσθαι καὶ τλῆναι. ἐφάνη δὲ τοιοῦτος καὶ ἐπ' ἄλλοις ὁ Ἡρακλῆς. Λίνον τε γοῦν τὸν διδάσκαλον, ἐφ' οἷς ἐχρῆν καὶ εὖ ἐκεῖνον θέσθαι, ἀνεῖλε, καὶ Ἀρχίαν ἢ Χαιρίαν παῖδα κονδυλίσας ἔῤῥιψεν εἰς ἀνέγερτον, δόντα αὐτῷ κατὰ χειρὸς ὕδωρ καὶ τῷ χερνιβίῳ ῥάναντι· ἔτι δὲ καὶ Κάλχαντα τὸν μάντιν ἐπὶ τῷ μετρήματι τῶν ὀλύνθων, ὡς ἱστορεῖ καὶ Λυκόφρων καί τινα δέ, φασι, Κύανθον ἄκων ἀνεῖλεν οἰνοχοοῦντα αὐτῷ, ᾧ καὶ τέμενος ἀνῆκεν οἰνοχόου λεγόμενον. (ῃερς. 31.) Τὸ δὲ ἐρέων ἔστι μὲν ποιητικὴ λέξις. ἀπ' αὐτοῦ δὲ γίνεται τὸ ἐρευνᾶν ἐπενθέσει τοῦ ˉυ καὶ τοῦ ˉν, ὁποίῳ τρόπῳ καὶ τὸ ἐλαύνειν ἀπὸ τοῦ ἐλάειν γίνεται. (ῃερς. 32.) Τὸ δὲ, μέγας Εὔρυτος, τὸ τοῦ Ὀδυσσέως τόξον συνιστᾷ, ὡς ἀνάλογον ὂν ἐκείνῳ τῷ μεγάλῳ, ἐξ οὗ διὰ μέσου τοῦ Ἰφίτου εἰς τοῦτον ἦλθε. διὸ οὐδὲ ἐφικνοῦνται αὐτοῖ οἱ μνηστῆρες. (ῃερς. 33.) Τὸ δὲ, θνήσκων ἐν δώμασι, δηλοῖ μὴ πάνυ ἀναμφίβολον εἶναι ὑπὸ Ἡράκλεος θανεῖν τὸν Εὔρυτον. (ῃερς. 34.) Ἄλκιμον δὲ ἔγχος καὶ ἐν ἄλλοις τὸ ἀλκιμοποιόν. (ῃερς. 35.) Τὸ δὲ, ἀρχὴν ξεινοσύνης, τουτέστι ξενίας, δηλοῖ καὶ τέλος εἶναι αὐτῆς, ὃ καὶ παραδεικνὺς ἐπάγει τὸ, οὐδὲ τραπέζῃ γνώτην ἀλλήλω ἤγουν ἀλλήλους. τελεία γὰρ ἔκτοτε ἡ ξενία διὰ τὸν κοινὸν ἁγνίτην ἅλα καὶ τὸ ὁμοτράπεζον καὶ ὁμοέστιον καὶ ὁμωρόφιον. Τὸ δὲ προσκηδέος ἀντὶ τοῦ κηδεμονικῆς, φροντιστικῆς, ἐμφρόντιδος. ἐναντίον δὲ τῷ προσκηδέος τὸ δυσκηδέος καὶ ἀκηδέος. (ῃερς. 36.) Τὸ δὲ, γνώτην ἀλλήλω, τὰ τῶν ἀντιγράφων ἀκριβέστερα κατὰ πτῶσιν γενικὴν τῶν πληθυντικῶν γράφουσιν ἀλλήλων, ἵνα λέγῃ, ὅτι γνῶσιν ἔσχον ὁ εἷς τοῦ ἑτέρου. οὕτω δὲ καὶ τὸ εἰδέναι ἐν Ἰλιάδι γενικῇ συντάσσεται μετά τε τοῦ εὖ, οἷον, τόξον εὖ εἰδώς· καὶ ἑτέρως δὲ, ὡς ἐκεῖ φαίνεται. σύστοιχα δὲ πάντως τὸ εἰδέναι καὶ τὸ γνῶναι καὶ τὰ ἐξ αὐτῶν. (ῃερς. 40.) Τὸ δὲ μνῆμα ξένου ἀντὶ τοῦ μνήμη καὶ ἐνθύμησις καὶ, ὡς οἱ πολλοὶ λέγουσι, μνημόσυνον· ὁποίου τινὸς χάριν καὶ Ὀδυσσεὺς τὸ τοῦ Ἰφίτου τόξον ἀφεὶς ἐν τῷ οἴκῳ, ἡνίκα εἰς Τροίαν ἔπλεε, πολλὴν, ὡς ἐῤῥέθη, πιθανότητα τῇ κατὰ τῶν μνηστήρων τοξείᾳ νῦν περιεποιήσατο. οὕτω καὶ Διομήδης τὸ τοῦ Βελλεροφόντου ἔκπωμα τὸ δοθὲν τῷ πάππῳ Οἰνεῖ ἔλιπεν ἰὼν ἐν δώμασι, καθὰ ἡ Ἰλιὰς δηλοῖ, ἵνα μὴ ἄλλως ἀπολωλότι συναπέλθοι καὶ τὰ τῆς φιλίας καὶ οἷον συνθάνοι τῷ ξείνῳ, ἀλλ' ὑπὲρ γῆς καὶ εἰσέπειτα τῷ κειμηλίῳ συναναφαίνοιτο. (ῃερς. 41.) Τὸ δὲ, κέσκετο ἐνὶ μεγάροις, εἶχε μὲν γράψαι καὶ κάτθετο ἐνὶ μεγάροις, εἵλετο δὲ τὸ, ὡς καὶ προεγράφη που, ποιητικώτερον. ἔφη δὲ κοινότερον πρὸ τούτων ἐν τῷ, κειμήλια κεῖτο ἄνακτος. (ῃερς. 43.) Ὅτι θαλάμου διασκευάζων εἰσέλευσιν ὁ ποιητής φησιν· οὐδὸν δρύϊνον προσεβήσετο, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ' ἐπέθηκε φαεινάς. Καὶ ὅρα ὡς λέξεις διαφόρους μὲν τῇ σημασίᾳ, παρηγμένας δὲ ἀπὸ ἑνὸς ῥήματος, τὴν στάθμην καὶ τὸν σταθμὸν, παρέθετο κατὰ σχῆμα παρηχήσεως. Δρύϊνος δὲ οὐδὸς πρὸς διαστολὴν ἑτέρων, μειλίνου τε καὶ χαλκέου καὶ λαΐνου. (ῃερς. 44.) Τὸ δὲ, ξέσεν ἐπισταμένως, ταυτόν ἐστι τῷ ἐπελέκησεν. (ῃερς. 46.) Ὅτι στερεᾶς θύρας ἄνοιξιν φράζων διασκευαστικῶς φησίν· αὐτίκα ἡ Πηνελόπη ἱμάντα θοῶς ἀπέλυσε κορώνῃ, ἐν δὲ κληϊδ' ἧκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας ἄντα τιτυσκομένη· τὰ δ' ἀνέβραχεν ἠΰτε ταῦρος βοσκόμενος λειμῶνι· τόσ' ἔβραχε καλὰ θύρετρα πληγέντα κληῗδι· πετάσθεισαν δέ οἱ ὦκα. Ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ ὅτι τὸ κλεῖθρον ἑκατέρωθεν ἐξήρτητο πρός τινα κρίκον, ὥστε δι' οὗ μὲν ἑλκομένου πρὸς τῷ σταθμῷ κεκλεῖσθαι, δι' οὗ δὲ ἀνοίγεσθαι εἰς τοὐναντίον ἑλκομένου, ὡς εἶναι δύο ἱμάντας, τὸν μὲν κλείοντα, τὸν δὲ ἀνοίγοντα καὶ ἑκάτερον κρίκου τινὸς ἐξηρτῆσθαι. ὃν δὴ κρίκον ἔοικε κατὰ τοὺς οὕτω λέγοντας κορώνην ὁ ποιητὴς ἐνταῦθα καλεῖν, ᾗ τὸν ἱμάντα ἡ Πηνελόπη ἀπέλυσε. δυνατὸν δὲ καὶ ἄλλως ἕνα ἱμάντα εἶναι ἀνοίγοντα τὸ ἐντὸς κλεῖθρον. εἰ δὲ γράφεται, ἱμάντα θοῶς ἀπέλυσε κορώνης, ἔστι νοῆσαι, ὅτι περ ἱμάς τις, ἐκδεδεμένος τοῦ ἔσω μοχλοῦ, ἐξήρτητο τῆς ἔξω κορώνης, ἧς ἀπέλυσεν αὐτὸν ἡ Πηνελόπη. καὶ λαλοῦνται μὲν οὕτω ταῦτα καὶ ὑπονοοῦνται, οὐ μὴν δὲ καὶ νοοῦνται σαφῶς. ῥηθήσεται οὖν τι σαφέστερον μετὰ τὴν ὅλην ἔφοδον τῆς κλειδός. καὶ γὰρ τὰ ἐφεξῆς τῶνπαλαιῶν ἔχουσί τινα δυσχέρειαν. τὸ γοῦν κληῗδα ἐνῆκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας, οὕτω πως καθιστῶσιν. ὀχῆας δέ, φασιν, οὐ τοὺς ἔνδον μοχλοὺς, ἢ δύο τυχὸν ὄντας, ἢ ἕνα μὲν, ἐσχηματισμένον δὲ πληθυντικῶς κατὰ σχῆμα ποιητικὸν, ἀλλὰ τὰς λεγομένας βαλάνους τὰς ἐν τῷ χελωνίῳ καταντικρὺ τῆς κλειδός. αἱ περιαγονταί, φασι, καὶ ἀνοίγονται. δοκοῦσι δὲ εἶναι αὗται, ἃς νῦν διαδρόμους φαμέν, διὸ καὶ ἄντα τιτύσκεται, δηλαδὴ καταστοχάζεται τῶν βαλάνων ἐν τῷ ἀνοίγειν, ὡς ἂν αἱ βάλανοί, φασιν, ἀντίαι γένωνται τοῖς γόμφοις τῆς κλειδὸς, ἵνα λέγῃ, ὅτι ἐνῆκεν ἡ Πηνελόπη τὴν κλεῖδα καὶ ἀνέκοπτεν ἤγουν ἀνέκρουεν, ἀνώθει τὰς βαλάνους, τιτυσκομένη, ὡς εἴρηται. καὶ τοῦτο μὲν φράζεται οὕτως, εἰ καὶ γλαφυρῶς, ἀλλ' οὐ πάνυ σαφῶς. ἔχει δέ τι καὶ προσιστάμενον ὁ λόγος, ἐπεὶ οὐ φαίνεται γόμφους ἔχειν ἡ κλεὶς ὡς ἀνακρούειν τὰς βαλάνους, δρεπανοειδὴς δὲ μᾶλλον ἦν, ὡς προείρηται. δυνατὸν οὖν καὶ ἄλλως εἰπεῖν ἀμαθέστερον κατὰ τὸν κωμικὸν καὶ σαφέστερον, ὅτι πρῶτα μὲν ἱμάντα προσδεδεμένον τῇ κορώνῃ, ὁποία τις ἂν καὶ εἴη αὕτη εἴτε κόραξ εἴτε κρίκος, ἀπέλυσεν ἤτοι ἔλυσεν, ὡς εἰ καί τις δεσμὸν ἰήλας κατὰ τὸν ποιητὴν, εἶτα λύσει. καὶ τὸν ἱμάντα οὕτω λύσασα ἐνῆκε τὴν προῤῥηθεῖσαν εὐκαμπέα κληῗδα διά τινος κατὰ τὰς θύρας ὀπῆς, καὶ ἅμα τούς τε ἔσω ἀνέκοπτε μοχλοὺς τῶν θυρῶν διὰ τῆς κληῗδος, καὶ τὰς θύρας δὲ αὐτίκα συγκόψασα κατὰ τὸ σιωπώμενον ἤνοιξεν, ὡς δηλοῖ τὸ, τὰ δ' ἀνέβραχεν. ὡς γὰρ ἐν Ἰλιάδι διὰ τοῦ, αὐτόματοι πύλαι μύκον, τὴν ἄνοιξιν ἐδήλωσε τῶν θυρῶν, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ἀνέβραχεν, ἀρκεσθεὶς καὶ νῦν ἐκ τοῦ παρακολουθοῦντος δηλῶσαι αὐτὸ τὸ ἔργον. παρακολουθεῖ γὰρ τῇ τῶν ἀσφαλῶν θυρῶν ἐκπετάσει τὸ ἀναβραχεῖν, καθὰ καὶ τὸ μυκᾶσθαι· ἃ καὶ ἀμφότερα ἐκ τῶν βοῶν τέτραπται, ἀλλὰ τὸ μὲν μύκον ἐν Ἰλιάδι ἁπλῶς ῥηθὲν ἀνεπεξέργαστον ἔμεινε διὰ τὴν τοῦ μύκον σαφήνειαν, ἐνταῦθα δὲ τὸ ἀνέβραχεν ἐδεήθη καὶ παραβολῆς, ἵνα διασαφηθῇ. ἄλλως γὰρ καὶ φήγινός που ἄξων ἀνέβραχε, καί τινος πεσόντος ἐν μάχῃ τεύχεα ἔβραχεν ἐπ' αὐτῷ. ἐπήγαγεν οὖν τὸ, ἠΰτε ταῦρος, ἵνα τὸ ἀνέβραχε νοηθείη ἐπὶ ταυρείας κυριολεκτεῖσθαι φωνῆς, ὡς τὸ βρυχᾶσθαι ἐπὶ λέοντος. διὸ καὶ δὶς ἐνταῦθα εἶπε τὸ ἀνέβραχε, τὸ μὲν συνθεὶς μετὰ τοῦ ταύρου ἐν τῷ, ἀνέβραχεν ἠΰτε ταῦρος, τὸ δὲ μετὰ τῶν θυρῶν ἐν τῷ, ἔβραχε καλὰ θύρετρα. δῆλον δὲ καὶ ὡς πλεονάζει ἡ πρόθεσις ἐν τῷ ἀνέβραχεν, ὥς περ ἴσως καὶ ἐν τῷ, ἀνέκοπτεν ὀχῆας, καὶ ἐν τῷ, ἀπέλυσε κορώνης ἢ κορώνῃ, ὡς ἐῤῥέθη, κατὰ δοτικήν. ἀλλ' οὕτω μὲν τὸ ἔβραχε καὶ τὸ ἀνέβραχεν ὡς ἀπὸ ταύρου εἴληπται. (ῃερς.

Intertext edge

Open linked passage

Note