Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
156.1.1
) Τὸ δὲ ἀπατήλιον ὁμοίως τῷ νοσήλιον ἐσχημάτισται καὶ τοῖς τοιούτοις. τὸ δὲ ἐχθρὸς γάρ μοι καὶ ἑξῆς ὁ ὅλος στίχος, καὶ ἐν Ἰλιάδι κεῖται ταυτολογίας τρόπῳ. (ῃερς. 158.) Ὅτι προκεφαλαιούμενος κἀνταῦθα ὁ ποιητὴς τὰ ἐφεξῆς ποιεῖ τὸν Ὀδυσσέα λέγοντα οὕτω πρὸς Εὔμαιον· ἴστω θεὸς ξενίη τε τράπεζα ἱστίη τ' Ὀδυσσέως ἀμύμονος, ἣν ἀφικάνω, ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. (ῃερς. 161.) τοῦ δ' αὐτοῦ λυκάβαντος, ἢ μᾶλλον κατὰ τοὺς ἀκριβεστέρους, τοῦ δ' αὖ τοῦ λυκάβαντος, ἐλεύσεται ἐνθάδ' Ὀδυσσεὺς, τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ' ἱσταμένοιο, τουτέστι περὶ ἀκριβῆ τριακάδα μηνὸς, ὡς φανήσεται ὅτε καὶ Ἡλίου ἔκλειψις ἱστορηθήσεται, οἴκαδε νοστήσει. καὶ ἔστι τοῦτο σαφέστερον τοῦ, τὸν Ὀδυσσέα ἐλθεῖν ἐνθάδε τῷδε τῷ λυκάβαντι, ὥς περ αὖ πάλιν ἐπὶ πλέον τούτου σαφὲς τὸ, εὐαγγέλιον δέ μοι ἔστω αὐτίκα, ἐπειδὰν κεῖνος ἔλθοι. ὥρισται γὰρ ἐνταῦθα ἐμφαντικῶς, ὡς ἤδη νῦν ἦλθεν. (ῃερς. 163.) ἐπόμνυται δὲ ὁ ποιητικὸς ξεῖνος καὶ ὅτι τίσεται τοὺς ἐχθροὺς ἐλθὼν Ὀδυσσεύς. καὶ οὕτω μὲν ὁ ἀλήτης δεσπότης. (ῃερς. 171.) ὁ δὲ Εὔμαιος ὑποτιθεὶς οὐ χρείαν ὅρκων ἐν τοῖς ἀδήλοις εἶναι πρὸς βεβαίωσιν ἀλλ' εὐχῆς πρὸς ἀποτέλεσμα; φησίν· ἀλλ' ἤτοι ὅρκον μὲν ἐάσομεν, ἐκεῖνος δὲ ἔλθοι, ὅπως μιν ἔγωγ' ἐθέλω καὶ οἱ αὐτοῦ. (ῃερς. 158.) Ἰστέον δὲ ὡς Ἡρακλείδης ἡμαρτῆσθαι εἰπὼν τὸ ἴστω, γράφει τοιαῦτα. τὰ διὰ τοῦ ˉσ ἐκφερόμενα προστακτικὰ καὶ εἰς ˉω λήγοντα ἀρκτικὸν ἔχει τοῦ ˉω τὸ ˉθ, οἷον, λεγέσθω, ποιείσθω καὶ τὰ ὅμοια. ἡμάρτηται οὖν τὸ ἴστω, καθὰ καὶ τὸ ἔστω, διὰ τοῦ ˉτ λεγόμενα. νοητέον δέ, φησιν, ἡμαρτῆσθαι αὐτὰ διὰ τὴν πρόθεσιν τοῦ ˉσ, ἤ περ τὴν διὰ τοῦ ˉτ γραφήν. ταῦτα δὲ οὕτως εἰπὼν ἐπάγει μετ' ὀλίγα, ὅτι ἔνιοι ἐν τῷ ἔστω καὶ ἴστω οὔ φασι περιττεύειν τὸ ˉσ, ἐκ τοῦ ἰσέτω δὲ καὶ ἐσέτω κατ' ἔξαρσιν γενέσθαι τὸ ἴστω καὶ ἔστω. κἂν μὲν ἀοριστώδη χρόνον σημαίνει τὸ ἔστω, τὸ ˉα εἶναι ἐξαιρούμενον· ἐπὶ δὲ μέλλοντος τὸ ˉε λείπειν οὐ τὸ ˉα. ἐφ' οἷς ἐπικρίνει, ὅτι τὸ ˉα λείπει, ἵνα ᾖ ἐσάτω ἔστω. ποιησέτω γὰρ ἢ νυξέτω οὐδεὶς λέγει. εἰ δέ, φησι, καὶ λείπει τὸ ˉε, ὡς ἐνεστῶτα νοητέον, κατὰ τὸ νυσσέτω. ἐν τούτοις δὲ κατασείων καὶ τοὺς τὸ ἔτω, ἀφ' οὗ τὸ ἔστω, ἤτω λέγοντας ἐκτάσει τοῦ ˉε εἰς ἦτα λέγει, ὡς οὐδὲν εἰς τˉω λῆγον προστακτικὸν ἔχον παρατέλευτον τὸ ˉε μετατίθησιν αὐτὸ εἰς ἦτα. οὐδεὶς γὰρ τὸ φερέτω, λεγέτω, φερήτω λεγήτω φησίν. οὐκοῦν οὐδὲ ἔτω ἤτω. ὡς δέ, φησι, καὶ τὸ ἔτω ἡμάρτηται διὰ τοῦ ˉε λεγόμενον, παράπηγμα διδάξει τόδε. πᾶσα μετοχὴ εἰς ˉων ὀξύτονος τὸ τρίτον προστακτικὸν διὰ τοῦ ˉετω περαιοῖ, ἐλθὼν ἐλθέτω, σχὼν σχέτω, σπὼν σπέτω καὶ μετασπέτω. ταύτῃ τοι καὶ ἀπὸ τοῦ εἰπὼν εἰπέτω ῥητέον. προστακτικὸν μέντοι ἀορίστου μετοχῆς ἅπαν ληγούσης εἰς σίγμα, ὅτε εἰς τˉω περαιοῦται ἐπὶ τρίτου προσώπου τῷ ἦτα παραλήγεται, οἷον σφαγεὶς σφαγήτω, δαρεὶς δαρήτω. καὶ ἀπὸ τοῦ θεὶς οὖν καὶ εἰς θήτω καὶ ἤτω, οὐ μὴν θέτω καὶ ἔτω, ἔνθα ἡμαρτῆσθαι εἰπὼν κατὰ τὸ θέτω καὶ ἔτω, ἤγουν ὑπαρχέτω, καὶ τὸ ἕτω, ἀφ' οὗ σύνθετον τὸ ἀφέτω, λέγει καὶ ὅτι τινὲς οὔτε ἔτω φασὶ προστακτικὸν, οὔτε ἀπ' αὐτοῦ τὸ ἤτω, ἀλλὰ ἐέτω τρισύλλαβον ἀπὸ τῆς ἐὼν μετοχῆς. ὅθεν γενέσθαι τὸ εἴτω ἐν διφθόγγῳ, καὶ ἐκεῖθεν ἤτω διὰ τοῦ ἦτα, ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ προγέγραπται. ὁ δ' αὐτὸς Ἡρακλείδης τῆς αὐτῆς ἐὼν ὀξυτόνου μετοχῆς τὸ εὐκτικὸν κανονίζων λέγει ὅτι καθὰ τῆς ἐλθὼν καὶ εἰπὼν μετοχῆς εὐκτικὰ ἔλθοι καὶ εἴποι, οὕτω δὲ καὶ σχὼν ἐπίσχοι καὶ ἐπισπὼν πότμον ἐπίσποι, οὕτω καὶ ἀπὸ τῆς ἐὼν ἔοι, οὐχὶ εἴη. περὶ δὲ τοῦ εἴη, οὗ λόγος ἔσται τις καὶ ἐν τοῖς μετὰ ταῦτα, λέγει ὡς πᾶν ῥῆμα εὐκτικὸν ἔχον τὴν εˉι δίφθογγον παρατέλευτον καὶ τὸ τέλος διὰ τοῦ ˉη ἐκ μετοχῆς πεποίηται ληγούσης εἰς εˉις οὐ μὴν εἰς ˉων. καὶ τοῦτο φανερόν φησιν ἐκ τῶν Αἰολικῶν μετοχῶν. Αἰολεῖς γὰρ τὸ νοῶν νοοίην φρονῶν φρονοίην, καὶ τὰ ὅμοια τὰ παρ' ἡμῖν, φιλείην λέγουσι καὶ νοείην, ἐπειδὴ καὶ τὰς μετοχὰς αὐτῶν εἰς εˉις προφέρουσι, φίλεις καὶ νόεις λέγοντες ἀντὶ τοῦ φιλῶν καὶ νοῶν. κατὰ δὴ τὸ ὅμοιον καὶ ἀπὸ τῆς ὦν πρωτοτύπου μετοχῆς συζυγίας πρώτης τῶν 2. 68 περισπωμένων εἴη ἂν εὐκτικὸν τὸ οἴη, καὶ Αἰολικῶς εἴη· ἐπεὶ καὶ ἡ μετοχὴ εἴς. οὕτω δὲ πρῶτον εἰπὼν ὑποκαταβὰς γράφει οὕτως· ἀπὸ τοῦ θεὶς καὶ βλεὶς γίνεται θεῖο εὐκτικὸν καὶ βλεῖο, οὗ χρῆσις ἐν Ἰλιάδι. πᾶν δὲ τοιοῦτον εὐκτικὸν ἤγουν εἰς ˉο λῆγον παρὰ Σικελοῖς ἀπὸ τῶν παρ' ἡμῖν εἰς εˉις ληγουσῶν μετοχῶν μεταβάλλον τὸ ˉο εἰς ˉε πληθυντικὸν ποιεῖ προσθέσει τοῦ ταˉυ· θεῖο θεῖτε, σφαγεῖο σφαγεῖτε, βληθεῖο βληθεῖτε. εἶτα εἰπὼν ὅτι οὕτω καὶ Ὅμηρος ἀπὸ τοῦ διακρινθεὶς καὶ τοῦ ἐκεῖθεν Σικελικοῦ διακρινθεῖο ἔφη τὸ, διακρινθεῖτε τάχιστα, καὶ ἀπὸ τῆς κατὰ Σικελοὺς εἰς μετοχῆς καὶ τοῦ εἶο εὐκτικοῦ τὸ εἶτε, οἷον, ποῖοι κ' εἶτ' Ὀδυσσῆϊ ἀμυνέμεν, ὅ περ ἐν τοῖς ἑξῆς κεῖται, καταδέχεται καὶ τοὺς λέγοντας τὰ τοιαῦτα συγκεκόφθαι, οἷον, τὸ διακρινθεῖτε ἐκ τοῦ δακρινθείητε, καὶ τὸ εἶτε ἀπὸ τοῦ εἴητε, εἰπὼν ὡς οὐ διαφερόμεθα αὐτοῖς· οὐ γὰρ ἄτοπον, αὐτὰ κατὰ συγκοπὴν ἐξενηνέχθαι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. (ῃερς. 159.) Ἱστία δὲ Ὀδυσσέως νῦν ἡ τοῦ Εὐμαίου οἴκησις διὰ τὸ κτῆμα ἐκείνου εἶναι, εἰ καὶ ἄλλως ἢ Διός ἐστιν ἱερὰ ἡ κατ' οἶκον ἑστία, ὡς πολλαχοῦ εἴρηται, ἣ τῇ μυθικῇ Ἑστίᾳ ἱέρωται. περὶ δὲ ἱστίας καὶ ἑστίας γέγραπται καὶ πρὸ τούτων ὅπου καὶ περὶ ἐσχάρας. δῆλον δὲ ὡς, καθάπερ ὅρμος καὶ βωμὸς μέρη ὁ μὲν λιμένος ὁ δὲ ναοῦ καὶ ὅμως ἐξ αὐτῶν καὶ ὁ ὅλος λιμὴν καὶ ὁ ναὸς καλοῦνται ὁμωνύμως τοῖς μέρεσιν, οὕτω καὶ ἑστία καὶ ἱστία κυρίως μὲν ἐσχάρα οἴκου, καθ' ἣν ἔθυον ὁσημέραι Διΐ τε ἑστιούχῳ καὶ θεᾷ τινὶ, ἣν ἐκάλουν Ἑστίαν, διὰ τὸ συνεστάναι τὸν οἶκον δι' αὐτῆς. ἐκεῖθεν δὲ καθ' ὁμωνυμίαν ἑστία τε καὶ ἱστία καὶ ὁ ὅλος οἶκος ἐλέγετο. ὡς δὲ ἐκ τούτων καὶ Ζεὺς ἐφέστιος καὶ ἐπίστιος καὶ ἑστία ἡ ἐκεῖθεν τροφὴ, καὶ παροιμία τὸ, ἀφ' ἑστίας, καὶ ὅσα τοιαῦτα, οὐδ' αὐτὰ σεσίγηται ἀλλ' ἐν διαφόροις τόποις κατέσπαρται. παρηχοῦσι δέ πως τὸ, ἴστω νῦν Ζεὺς καὶ ἱστία Ὀδυσσέως. (ῃερς.
156.1.2
) Ὅτι τῷ Ὀδυσσεῖ λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς περιβαλλομένους ἴδε τεύχεα, καθὰ ἐῤῥέθη, τοὺς μνηστῆρας, χερσὶ δὲ δοῦρα μακρὰ τινάσσοντας. μέγα δ' αὐτῷ φαίνετο ἔργον. καὶ ἦν ἀληθῶς τοιοῦτον. καὶ ὑποπτεύει μὲν, ὡς εἰκὸς, τὰς γυναῖκας ἐποτρύνειν αὐτοῖς πόλεμον κακόν· ὑποπτεύει δὲ καὶ τὸν Μελανθέα, καὶ ἐπιτυγχάνει ἐνταῦθα. καὶ ἐκλαλεῖ τὴν ὑποψίαν τῷ υἱῷ. ὁ δὲ, ὦ πάτερ, φησὶν, αὐτὸς ἐγὼ τόδε γ' ἤμβροτον, οὐδέ τις ἄλλος αἴτιος. ὃ δὴ πταίσματός ἐστιν ἀνθομολόγησις, ὅς, φησι, θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν κάλλιπον ἀγκλίνας, τουτέστιν ἀνοίξας. τῶν δὲ σκοπὸς ἦεν ἀμείνων· ὃ καὶ παροιμιωδῶς ῥηθείη ἂν ἐπὶ τῶν ἐχόντων προσεκτικωτέρους ἐχθρούς. Ὅρα δὲ τὰ τυχηρὰ φαῦλα ἥκοντα ὡς οὐκ ἄν τις προΐδοιτο. Τηλέμαχος γὰρ ὁ συνετὸς ἤμβροτε μὴ προμηθευσάμενος. δειλιάσαι γὰρ ἤδη φθάσας ἔτι συγκεχυμένος ἦν ἴσως· διὸ καὶ ἐξελάθετο τοῦ δέοντος. ἰάσεται δὲ ὅμως ὁ ἐπιμηθεὺς τὸ ἁμάρτημα. οὐ ψόγος δὲ τῷ υἱῷ λαθέσθαι, εἴ γε καὶ ὁ πατὴρ ἐν Ἰλιάδι τόξῳ πλήσσει τοὺς ἵππους τοῦ Ῥήσου, ἐπεὶ οὐ μάστιγα φαεινὴν ἐκ δίφρου ἐνόησεν ἑλέσθαι. Τὸ δὲ ἀνακλῖναι ἐπὶ θυρῶν ἀνοίξεως καὶ ἐν Ἰλιάδι κεῖται· ᾧ ἀντίθετον τὸ ἐπιθεῖναι. διὸ ἐπάγει· ἀλλ' ἴθι, δῖ' Εὔμαιε, θύρας ἐπίθες θαλάμοιο, τουτέστι κλεῖσον, μὴ καὶ πάλιν ἐκφορηθῶσιν ὅπλα. (ῃερς. 151.) Ὅτι πολεμούμενός τις ὑποβολῇ γυναικῶν ἔχει εἰπεῖν τὸ, ἦ μάλα δή τις ἐν μεγάροισι γυναικῶν ἧμιν ἐποτρύνει πόλεμον κακόν. προπερισπᾶται δὲ καὶ ἐνταῦθα τὸ ἧμιν, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ. (ῃερς. 165.) Ὅτι κελευσθεὶς Εὔμαιος ὑπὸ Τηλεμάχου ἀπελθεῖν καὶ κλεῖσαι μὲν τὸν θάλαμον, ἔνθα ἦν τὰ ὅπλα, φράσεσθαι δὲ εἴτε γυνή τις τάδε ῥέζει εἴτε ὁ Μελανθεύς· αὐτὸς γὰρ ὁ Τηλέμαχος ἀπελθεῖν ἐκεῖ ὀκνεῖ λιπὼν τὸν πατέρα, ἵνα μὴ καὶ δειλίας γραφὴν ἀποίσεται· καὶ γνοὺς ὁ αὐτὸς, δηλαδὴ Εὔμαιος, ὡς ὁ Μελανθεὺς, ὃν καὶ ἀΐδηλον ἄνδρα λέγει, ἔρχεται εἰς θάλαμον οἴσων καὶ ἕτερα τεύχεα καλὰ, ἐρωτᾷ τὸν Ὀδυσσέα ἢ ἀποκτείνῃ αὐτὸν εἴ γε κρείσσων γένηται, ἢ ἐνθάδε ἀγάγῃ, ἵνα ὑπερβασίας ἀποτίσῃ πολλὰς, καὶ ἑξῆς. (ῃερς. 173.) Ὀδυσσεὺς δὲ, ἀξιομάχους ἑαυτὸν καὶ τὸν υἱὸν μόνους κατὰ τῶν μνηστήρων κρίνας, ἐντέλλεται τοῖς δούλοις, ἀπελθόντας ποιῆσαι οὕτω κατὰ τοῦ Μελάνθου. ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν, ἐς θάλαμον βαλέειν, σανίδας δ' ἐκδῆσαι ὄπισθεν. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε, κίον' ἀνὰ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν, ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ' ἄλγεα πάσχῃ. (ῃερς. 179.) καὶ αὐτοὶ εὐθὺς ἐλθόντες εἰς θάλαμον ἔλαθον τὸν Μελάνθιον. καὶ ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε' ἐρεύνα. (ῃερς. 181.) τὼ δ' ἕσταν λόχου δίκην ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε. εἰσελθεῖν γὰρ οὐκ ἐχρῆν, μὴ καὶ ἀντιστὰς ἔνοπλος διεκφύγῃ. ὡς δὲ ὑπὲρ οὐδὸν ἐκεῖνος ἔβαινε τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, τῇ δ' ἑτέρῃ σάκος εὐρὺ γέρον πεπαλαγμένον ἄζῃ, Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε· δὴ τότε ἤδη κεῖτο, ῥαφαὶ δ' ἐλέλυντο ἱμάντων. (ῃερς. 187.) ὡς οὖν ταῦτα ὁ Μελανθεὺς ἔφερε καὶ ἦσαν οὕτως αὐτῷ αἱ χεῖρες ἀχρεῖαι πρὸς μάχην, ἐπαΐξαντες οἱ σύνδουλοι εἷλον ἔρυσάν τε εἴσω κουρίξ· ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ, εὖ μάλ' ἀποστρέψαντε διαμπερὲς, ὡς ἐκέλευσεν Ὀδυσσεύς· σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντες ἔρυσαν ἄνω ὡς παρηγγέλθησαν. (ῃερς. 195.) Καὶ ὅρα διαφορὰν δούλων, εἴ γε Μελάνθιος μὲν οὕτω τοῖς δεσπόταις ἔχθιστος, ὁ συβώτης δὲ καὶ ὁ βουκόλος λίαν ἀνάπαλιν, ὁ δέ γε Εὔμαιος καὶ ἐπισκώπτων μετὰ τὴν ἀπαιώρησιν φησί· (ῃερς. 198.) νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, εὐνῇ ἐνὶ μαλακῇ καταλέγμενος ὥς σε ἔοικεν· οὐδέ σε ἠριγένεια λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκ' ἀγινεῖς αἶγας μνηστήρεσσι. τοῦτο δέ φησιν ὁ συβώτης, ὡς οἷα φιλοτιμουμένου τοῦ Μελανθέως ἕωθεν ἄγειν τὰς αἶγας ὡς ἂν συνδιημερεύῃ τοῖς ἀτασθάλοις. (ῃερς. 165.) Ἰστέον δὲ ὅτι ἐν τοῖς ῥηθεῖσιν εὑρίσκεται ὁ δοῦλος Εὔμαιος ἁπλοϊκώτερον κοινοποιούμενος ἔπαινον δεσποτικὸν ἐν τῷ εἰπεῖν, ὅτι κεῖνος ἀνὴρ, ὃν οἰόμεθα αὐτοὶ, ἔρχετ' ἐς θάλαμον. ὅτι γὰρ κεῖνος ἀνὴρ ἤγουν ὁ Μελανθεὺς αἴτιος τῆς τῶν ὅπλων ἐκφορήσεως, μόνος Ὀδυσσεὺς ὠΐσατο. ὁ δ' αὐτὸς Εὔμαιος, καθάπερ δούλη τις ἐν Ἰλιάδι ἁπλοϊκῶς ὀνομάζει τὸν δεσπότην ἐν τῷ, Ἕκτορ, ἐπεὶ ἄνωγας ἀληθέα μυθήσασθαι, οὕτω καὶ αὐτὸς τὸν δεσπότην πρὸς ὄνομα καλεῖ ἐν τῷ, Διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, ὡς οἷα ἐναγώνιος ὢν καὶ τεταραγμένος. ἄλλως γὰρ ἐν τοῖς πρὸ τούτου αἰδεῖσθαι αὐτὸν εἶπεν ὀνομάζειν. (ῃερς. 147.) Ὅρα δὲ καὶ ὅτι τὴν ἀρχὴν μὲν λύτο γούνατα καὶ φίλον ἦτορ Ὀδυσσέως, ὡς ἴδε τοὺς μνηστῆρας τετευχημένους· (ῃερς. 171.) ἐπεὶ δὲ, ὡς εἰκὸς, εἶδεν ἀγεννῶςδοῦρα τινάσσοντας, καὶ ἄλλως δὲ οὐκ εὖ τὴν μάχην μεταχειριζομένους, περιφρονεῖ, ὥστε καὶ θαῤῥεῖν μόνος αὐτὸς μετὰ καὶ Τηλεμάχου σχήσειν αὐτούς. διὸ καὶ στείλας τὸν Εὔμαιον καὶ τὸν Φιλοίτιον κατὰ τοῦ Μελανθέως μονοῦται μετὰ τοῦ παιδὸς, καὶ οἱ μνηστῆρες πίπτουσιν ὑπ' αὐτοῖς. (ῃερς. 167.) Κρείσσων δὲ καὶ ἐνταῦθα ὁ ἐπικρατέστερος καὶ γενναιότερος, ὡς καὶ πρὸ ὀλίγων ἐφάνη. (ῃερς. 168.) Τὸ δὲ, ἀποτίσῃ ὑπερβασίας πολλὰς, ὅσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ, καλὸν ἐπί τινος ῥηθῆναι πολλὰ πταίσαντος. (ῃερς. 174.) Τὸ δὲ, εἰς θάλαμον βαλεῖν, καὶ σανίδας ἐκδῆσαι, καὶ εἰς κίονα ἐρύσαι, καὶ πελάσαι δοκοῖς, πάντα προστακτικῶς νοοῦνται ἀντὶ τοῦ, βάλετε, ἐκδήσατε, ἐρύσατε, πελάσατε. Ἰστέον δὲ καὶ ὅτι τὸ, σανίδας ἐκδῆσαι ὄπισθεν, ὑστερολογικῶς κεῖται, ἤγουν κατὰ τρόπον πρωθύστερον. οὐ γὰρ μετὰ τὸ σανίδας ἐκδῆσαι, τουτέστι θύρας, κρεμάννυται ὁ Μελανθεὺς, ἀλλὰ στρεφθεὶς χεῖρας καὶ πόδας καὶ σειρᾷ ἐκδεθεὶς ἀπαιωρεῖται. καὶ οὕτως αἱ σανίδες ἐκδέονται. διὸ καὶ πρὸς ἑρμηνείαν καὶ σαφήνειαν πρόσκειται τὸ ὄπισθε χρονικῶς ἐν τῷ, σανίδας δ' ἐκδῆσαι ὄπισθεν, ἤγουν μετὰ τοῦ πάντα ὅσα χρὴ ἐπὶ τῷ Μελανθίῳ ποιῆσαι. διὸ καὶ πάντα ποιήσαντες οἱ δοῦλοι θύρην ἐπέθεντο φαεινὴν, ὡς ἐν τῇ συμπληρώσει τοῦ διηγήματος ὁ ποιητής φησιν. ἔχει δὲ διαφορὰν τὸ ἐπιθεῖναι θύρας καὶ τὸ ἐκδῆσαι. τὸ μὲν γὰρ ἀντὶ τοῦ κλεῖσαι, ὡς εἴρηται, κεῖται καὶ μὴ ἐάσαι ἀναπεπταμένας, τὸ δὲ ἐκδῆσαι καὶ δεσμὸν ἐπιβληθῆναι δηλοῖ. καὶ ἔστι τὸ σανίδας ἐκδῆσαι ὡς ἐκ μέρους δηλωτικὸν καὶ τοῦ ἐπιθῆναι· οὐκ ἔστι γὰρ δεσμηθῆναι θύρας μὴ πρότερον κλεισθείσας. δῆλον δὲ ὅτι ταυτὸν ἐν τούτοις σανίδας εἰπεῖν καὶ θύρας ἢ θύρην. οὕτω καὶ πρὸ ὀλίγων τὸ τόξον Τηλέμαχος ἔκλινε κολληταῖς εὐξέσταις σανίδεσσι, τουτέστι θύραις. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον πρωθύστερον νόημα, ἴσως δὲ καὶ ἄλλα ὅμοια, βιωτικῶς ὁ ποιητὴς κατὰ σύγχυσιν διανοίας σχηματίζει, εἰκὸς βραχύ τι τοῦ ὅλου νοήματος ἐνθυμούμενόν τινα καὶ κατ' αὐτὸ συμπεράναντα τὸν ὅλον λόγον, εἶτά τι προσενθυμηθῆναι καίριον καὶ προσεπιβαλεῖν καὶ αὐτὸ καὶ οὕτως πρωθυστέρως κατ' ἀνάγκην εἰπεῖν. οὕτω μὲν καὶ νῦν Ὀδυσσεὺς νοεῖ μὲν πρῶτα, χρῆναι τοὺς δούλους εὑρόντας ἔξω που τοῦ θαλάμου τὸν Μελανθέα βαλεῖν αὐτὸν ὕπερθεν ἐς θάλαμον καὶ ἀποστρέψαι μὲν χεῖρας καὶ πόδας, ἐκδῆσαι δὲ τὰς θύρας καὶ ἀναχωρῆσαι· εἶτα προσεπιλογισάμενος δέον εἶναι καὶ ἐκκρεμασθῆναι αὐτὸν παραγγέλλει καὶ τοῦτο. ἔστι τοίνυν τὸ εὐθὲς οὕτως· ἀποστρέψαντες πόδας καὶ χεῖρας καὶ εἰς θάλαμον ὑψηλὸν θέντες· τοῦτο γὰρ δηλοῖ τὸ ὕπερθεν· καὶ σειρᾷ ἐκδήσαντες καὶ ἀπαιωρήσαντες κλείσατε οὕτω τὰς θύρας. Ἰστέον δὲ ὅτι εὑρόντες τινὲς παρὰ Ἡροδότῳ κείμενον τὸ, ζῶντα τὸν δεῖνα πρὸς σανίδα διεπαττάλευσαν, ἐβιάσαντο κἀνταῦθα ὅμοιόν τι νοῆσαι καὶ ἐπὶ τοῦ, σανίδας δ' ἐκδῆσαι ὄπισθεν. οὐκ εὐοδοῦται δὲ τοῖς οὕτω νοοῦσιν ὁ λόγος, ἀλλὰ κρεῖττον ἐστὶ νοεῖν ἁπλούστερον αὐτὸ ἀντὶ τοῦ τὰς θύρας κλείσαντες ἐκδῆσαι αὐτὰς μετὰ ταῦτα. Ἰστέον δὲ ὡς περὶ τῆς καθ' Ἡρόδοτον σανίδος φέρεται ἐν ῥητορικῷ λεξικῷ ὅτι σανὶς, ἐν ᾗ τοὺς κακούργους ἔδουν. πρόσκειται δὲ ἐκεῖ τὸ, καὶ ᾗ τὰς δίκας ἐχάραττον, ὡς Ἀριστοφάνης. (ῃερς.