Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
158.1.1
) Τὸ δὲ τὰς δούλας ποιπνύειν ἑρμηνεύων φησὶν, ὡς αἱ μὲν εἴκοσι βῆσαν ἐπὶ κρήνην μαλάνυδρον· αἱ δ' αὐτοῦ κατὰ δώματα ἐπισταμένως πονέοντο, ἤγουν ἐπόνουν· ἐξ οὗ δηλονότι τὸ ποιπνύειν παράγεται, ὡς ἐν ἄλλοις εἴρηται. πολλαὶ δὲ καὶ νῦν εἰσέτι φαίνονται δμωαὶ τῇ Πηνελόπῃ περιεῖναι, καὶ ταῦτα τοῦ Ὀδυσσέως μακρὸν οὕτω χρόνον ἀπόντος καὶ μηδεμιᾶς ποθὲν τῷ αὐτοῦ οἴκῳ συμβολῆς γινομένης. Τὸ δὲ ἐπισταμένως πονεῖσθαι καὶ τοῖς δρηστῆρσι μετ' ὀλίγα ἐπιμαρτύρεται· οἳ εὖ καὶ ἐπισταμένως, φησὶ, κέασαν ξύλα· ὃ δὴ ἔργον ἦν τῶν δρηστήρων. (ῃερς. 163.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ κατάγειν ἀντὶ τοῦ ἁπλῶς ἄγειν. συβώτης γὰρ τρεῖς σιάλους κατάγει, ὡς εἴρηται· ἴσως δὲ καὶ ἄλλως, ὡς ἀπὸ ὄρους κατάγει. Μελάνθιος δὲ οὐ κατάγει αἶγας ἀλλὰ ἄγει. καὶ Φιλοίτιος δὲ βοῦν ἄγει. (ῃερς. 187.) οἱ πορθμεῖς δὲ μετὰ τῆς διˉα προθέσεως διάγουσι τούτους, πορθμεῖς πάντως λεγόμενοι ὡς διὰ πορθμοῦ, ὅ ἐστι στενοῦ πόρου θαλάσσης, τοὺς περαιουμένους ἄγοντες. ἄλλως γὰρ οἱ διὰ μακρᾶς θαλάσσης στέλλοντές τινας οὐκ ἂν πορθμῆες λέγοιντο, εἴτουν πορθμευταί. ὧν καὶ ὁ μισθὸς, ἤτοι ὁ ναῦλος ἢ οὐδετέρως τὸ ναῦλον, πορθμεῖον λέγεται· καὶ τὸ αὐτῶν πλοῖον οὐ ναῦς ἁπλῶς ἀλλὰ παρωνύμως τῷ τόπῳ πορθμίον. (ῃερς. 166.) Ὅτι ἐρώτησις περὶ τοῦ, εἴ τις ἐξ ἀτίμου εἰς ἀλλοῖον μεταβέβληται, τὸ, ξεῖνε, ἦ δή σε μᾶλλον εἰσορόωσιν, ἠέ σ' ἀτιμάζουσι κατὰ μέγαρα, ὡς τὸ πάρος περ; Καὶ ὅρα τὸ εἰσορόωσιν ἀγάπης ἐνταῦθα ὂν δηλωτικὸν, ἵνα λέγῃ, ὅτι πρὸς σὲ νεύουσιν, ἢ ἀποστρέφονταί σε. (ῃερς. 170.) Ὅτι ὑβρίζοντας τοὺς μνηστῆρας λέγει καὶ ἀτάσθαλα ἢ ἀεικέα μηχανωμένους οἴκῳ ἐν ἀλλοτρίῳ οὐδ' αἰδοῦς μοῖραν ἔχοντας. τοιοῦτοι δὲ καὶ πάντες οἱ κατ' ἐκείνους. (ῃερς. 176.) Ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς δεικνὺς, ἔξω καὶ τοῦ προδόμου τὴν αἴθουσαν εἶναι, φησὶν, αἶγας δεθῆναι ὑπὸ αἰθούσῃ ἐριδούπῳ. δῆλον γὰρ, ὡς ἔξω που τῶν ὅλων δωμάτων ἐδέθησαν. οὐκ εὔδηλον δὲ εἴτε ἀρσενικῶς νῦν αἶγας φησὶν εἴτε θηλυκῶς διὰ τὸ τὴν ἐπαγομένηνγραφὴν διφορεῖσθαι τὸ, τοὺς μὲν κατέδησαν ὑπ' αἰθούσῃ. τινὰ γὰρ τῶν ἀντιγράφων ἐν θηλυκῷ γένει, φασὶ, τὰς μὲν κατέδησαν, οἱ τοῦ Μελανθίου δηλαδὴ δύο νομῆες, οἳ χάριν ἀγλαΐας αὐτῷ ἕπονται· οὐ μὴν τοιοῦτοι ὁ Εὔμαιος καὶ ὁ Φιλοίτιος· αὐτοὶ γὰρ οὐκ ἐκφωνοῦνται νομῆας ἔχειν, εἰ μή που κατὰ τὸ σιωπώμενον εἶχον μὲν καὶ αὐτοὶ, Ὅμηρος δὲ μόνων ἐμνήσθη αὐτῶν ὡς ἀναγκαιοτάτων τῷ Ὀδυσσεῖ. (ῃερς. 178.) Ὅτι ὁ ἀναιδὴς δοῦλος Μελάνθιος καὶ ἐνταῦθα κερτομεῖ, λέγων· ξεῖνε, ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις κατὰ δῶμα, ἀνέρας αἰτίζων; αὐτὰρ οὐκ ἔξεισθα θύραζε; (ῃερς. 180.) εἶτα καὶ κληδονιζόμενος καθ' ἑαυτοῦ φησί· πάντως οὐκέθ' ἡμᾶς διακρινέεσθαι ὀΐω, πρὶν χειρῶν γεύσασθαι· ὃ καὶ γέγονε μικρὸν ὕστερον. (ῃερς. 181.) αἰτιᾶται δὲ τὸν Ὀδυσσέα, λέγων καὶ ὅτι σὺ οὐ κατὰ κόσμον ἤτοι κοσμίως καὶ εὐτάκτως αἰτίζεις· εἰσὶ δὲ καὶ ἄλλοθι δαῖτες. καὶ οὕτω μὲν ὁ ἀτάσθαλος δοῦλος εἰς ἀκοσμίαν τάσσων τὸ χθὲς καὶ σήμερον παραμεῖναι τὸν πτωχὸν ἐπαιτοῦντα. (ῃερς. 184.) Ὀδυσσεὺς δὲ καὶ πάλιν μηδὲν προσειπὼν, ὅτι μηδὲ ἐχρῆν, ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων. Ἰστέον δὲ ὅτι νῦν μὲν τὸ ἀκέων οὐκ ἔχει ἀσάφειαν· ἐν δὲ τῇ ˉφ ῥαψῳδίᾳ τὸ, ἀκέων δαίνυσθε καθήμενοι ξενίζον ἐστὶν, ὡς ληφθὲν ἀντὶ τοῦ ἡσύχως, καθά φασιν οἱ παλαιοί. γίνεται δέ, φασιν, ἐκ τοῦ ἀκεόντως, ἀποκοπὴν παθὸν, εἶτα ἔκτασιν τοῦ ˉο εἰς ˉω. (ῃερς. 182.) Δαῖτας δὲ καὶ ἀλλαχοῦ εἶναι φησὶν, οὐχ' ἁπλῶς διαπαντὸς, ἀλλὰ νῦν ἐν τῇ ἑορτῇ τοῦ Ἀπόλλωνος. (ῃερς. 179.) Τοῦ δὲ ἔξεισθα θύραζε τὸ ἁπλοῦν πρὸ τούτων ἐν τῷ, βλήμενος εἶσθα θύραζε. (ῃερς. 181.) Ἰστέον δὲ ὅτι τὸ χειρῶν γεύσασθαι ἀστείως εἴρηται ὡς ἐπὶ ἀγαθῆς τινὸς βρώσεως, τοῦτο δὲ διὰ τὴν παρεπομένην ἡδονὴν τοῖς ὁπωσοῦν ἐρίζουσιν. (ῃερς. 185.) Ὅτι Φιλοίτιον ἱστορεῖ Ὅμηρος δοῦλον Ὀδυσσέως πέραν περί που τὴν ἤπειρον νέμοντα, ἔνθα καὶ ὁ κακὸς Μελάνθιος ἔνεμεν. ἀλλ' οὗτος μὲν οἷος ἦν, ἔγνωσται. οἷα δὲ καὶ πείσεται, γνωσθήσεται. Φιλοίτιος δὲ ἄρτι πρώτως ἐνταῦθα λαληθεὶς καὶ ὄρχαμος ἀνδρῶν προσαγορευθεὶς, καθά που καὶ ὁ Εὔμαιος, πιστὸς εἶναι φανεῖται τῷ δεσπότῃ κατὰ τὸν Εὔμαιον. τάχα δ' ἂν ὁ τοιοῦτος Φιλοίτιος ἀπὸ τοῦ φίλος παράγοιτ' ἂν ὁμοίως τῷ μένος Μενοίτιος. εἰπεῖν γὰρ ἐτυμολογεῖσθαι αὐτὸν παρὰ τὸ φιλεῖν οἶτον, ἀπίθανόν ἐστι διὰ τὸ δυσοιώνιστον τοῦ ὀνόματος· εἰ μὴ ἄρα ἐκ τοῦ φιλεῖν σύγκειται, ἀφ' οὗ ὁ φιλήτης ἤγουν ὁ κλέπτης, ἵνα οὕτως εἴη Φιλοίτιος ὁ ὑποκλέπτων θάνατον γυμνασίᾳ καὶ διαίτῃ σώφρονι. φιλήτου δὲ τοῦ εἰρημένου χρῆσις μὲν παρά τε Ἡσιόδῳ καὶ παρὰ Ἀρχιλόχῳ ἐν τῷ, φιλήτᾳ νύκτωρ περὶ πόλιν πολευμένῳ, ἤγουν κλέπτῃ νυκτιλόχῳ. ἐτυμολογία δὲ παρὰ τὸ ὑφελεῖν, ὅ πέρ ἐστι κλέψαι, ὡς ἂν ᾖ ὑφειλήτης, καὶ ἀφαιρέσει φειλήτης, καὶ ἀπελεύσει τοῦ ˉε τῆς εˉι διφθόγγου δι' αἰτίαν τὴν ἑτέρωθι δηλωθεῖσαν, φιλήτης. καὶ οὕτω μὲν ταῦτα. (ῃερς.