Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
) εὐλαβεῖται δὲ καὶ μή ποτε οὐχ' εὕρῃ οἴκοι ἀμύμονα μητέρα, οἷα εἰδὼς ὡς ἤδη, καθὰ καὶ προδεδήλωται, ὁ πατήρ τε Ἰκάριος κασίγνητοί τε κέλονται Εὐρυμάχῳ αὐτὴν γήμασθαι. ὃ γὰρ περιβάλλει ἅπαντας μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἕεδνα. διὸ καὶ δέδιε μή ποτε ἀέκητι αὐτοῦ δόμων ἐκ κτήματα φέρηται. (ῃερς. 20.) εἶτα καὶ γνωμικῶς ἐπιλογίζεται καθ' ἑαυτὸν τοιαῦτα· οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός. κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίοι. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο οὐκέτι μέμνηται τεθνηότος, οὐδὲ μεταλλᾷ. εἶτα νοεῖ δέον εἶναι αὐτὸν ἐλθόντα εἰς Ἰθάκην ἐπιτρέψειν ἕκαστα δμωάων, ἥ τις αὐτῷ ἀρίστη φαίνεται εἶναι, εἰσόκε δῴη σοι θεὸς κυδρὴν παράκοιτιν, θεόσδοτον δηλαδὴ οὖσαν καλόν. εἰ δὲ μὴ ἐποίησε τοῦτο, ἀλλ' ὅμως ἔστιν ὅτε καὶ τὸ οὕτω γενέσθαι. εἰκὸς δὲ καὶ ποιήσειν ἂν οὕτω τὸν παῖδα, εἰ μὴ τοῦ πατρὸς ἐλθόντος καὶ καταστήσαντος τὰ τοῦ οἴκου ἀπείρχθη τῆς βουλῆς ὁ παῖς. (ῃερς. 28.) ἐπὶ τούτοις ὑπονοεῖ καὶ λόχον οἷα εἰκὸς τῶν μνηστήρων καὶ προβαλλόμενος τὴν ἀγαθὴν ἐλπίδα κατὰ τῶν ἀδίκων ἐχθρῶν, οἳ τὸν αὐτοῦ βίοτον κατέδουσι, βούλεται ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα, νυκτὶ δὲ πλέειν, θαῤῥὼν καὶ ὡς πέμψει οὖρον ὄπισθεν θεὸς ὃς αὐτὸν φυλάσσει τε ῥύεταί τε, εἰ καὶ μνηστήρων ἐπιτηδὲς ἀριστῆες λοχόωσιν ἐν τῷ κατὰ Ἰθάκην καὶ Σάμον πορθμῷ. καὶ ἐπὶ πᾶσι κυρώσασα ἡ ἐν τῷ βασιλικῷ νεανίᾳ σύνεσις, ἔτι δὲ μάλιστα ἡ Ὁμηρικὴ δεινότης, ὡς ἐπειδὰν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηται, χρὴ νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους, αὐτὸν δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι καὶ ἀναπαύσασθαι τὴν νύκτα, τὸν δὲ Εὔμαιον ὀτρῦναι εἰς τὴν πόλιν ἀγγελίην ἐρέοντα τῇ Πηνελόπῃ, οὕνεκά οἱ σῶς ἐστὶ καὶ ἐκ Πύλου ἦλθε, παύει τὴν σύννοιαν. καὶ οὕτω τοῦ λοιποῦ ἔργων ἔχεται, καταστήσασα προεκθετικῶς τὴν τῶν ἐφεξῆς μεταχείρισιν, ἐν οἷς ἐπανελθὼν Τηλέμαχος, ὁ μέχρι νῦν οἰκονομικῶς παρὰ τῷ Μενελάῳ διάγων, τούς τε ἐλλοχῶντας διαφύγῃ καὶ τὸν πατέρα εὑρήσει καὶ στείλας ἐς πόλιν εὐτυχήσει τὸ ἐν ἀδείᾳ τὸν πατέρα γνωρίσαι καὶ βουλεύσεται σὺν αὐτῷ πιθανῶς περὶ τῶν εἰσέπειτα πρακτέων. ὅ περ οὐκ ἂν ἐπλάσθη γενέσθαι πιθανῶς, εἰ φθάσας ὁ Τηλέμαχος ἦλθεν ἀφ' ἱκανοῦ πρὸς τὴν Ἰθάκην, καὶ μὴ εὐτυχῶς ἀναμείνας τὸν ἕως ἄρτι καιρὸν ἐφρόνησεν, ὡς εἰκὸς, νῦν τὴν ἐπ' ἀγαθῷ ταύτην ἐπάνοδον, καθ' ἣν εὗρεν οἴκοι τὸν ψηλαφώμενον. (ῃερς. 3.) Ὅρα δὲ τὸ ὑπομνήσασα γενικῇ συνταχθὲν μετὰ καὶ αἰτιατικῆς· καὶ ἔστιν οὕτω σύνηθες. τοιοῦτον δὲ καὶ τὸ, τὸν δεῖνα ἀναμιμνήσκειν τοῦδε τινός. (ῃερς. 4.) Καὶ ὅτι Πεισίστρατος μὲν μαλακὸν ὕπνον εὕδει οἷα ἔχων ἀφροντίστως, Τηλέμαχος δὲ ἐγρήγορε μεριμνῶν ἐπὶ τῷ πατρί. (ῃερς. 6.) μαλακὸς δὲ ὕπνος ὁ καὶ γλυκὺς καὶ ἀμβρόσιος διὰ τὴν ἀμβροσίαν νύκτα· μετ' ὀλίγα δὲ καὶ ἡδὺς, ὡς δηλοῖ τὸ, Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρε λὰξ ποδὶ κινήσας, ὃ καὶ ὁ πατὴρ τοῦ Πεισιστράτου Νέστωρ ἐν Ἰλιάδι ἐπὶ τῷ Διομήδει πεποίηκεν ὑπνοῦντι. δῆλον δὲ ὅτι καὶ τραχύς τις ἂν ἢ σκληρὸς ὕπνος λεχθείη πρὸς διαστολὴν τοῦ μαλακοῦ, ὅτε τὸν ἀνακλιθέντα μέριμναι κεντρίζουσι. (ῃερς. 8.) Τὸ δὲ μελεδήματα ἔχει τι ἀστεῖον εἴ περ τὸν μὲν Νεστορίδην λυσιμελὴς ὕπνος ἔχει· τοιοῦτος γάρ τις ὁ μαλακός· τὸν δὲ Τηλέμαχον μελεδήματα. Ἐγγὺς δὲ σπουδαίου καὶ ἀστείου ἀντιθέτου καὶ τὸ ἔγειρεν· ὁ μὲν γὰρ Τηλέμαχος κεῖται, τὰ δὲ ἐπὶ τῷ πατρὶ μελεδήματα ἐγείρεται αὐτῷ ἐν ψυχῇ. Τὸ δὲ ἐγείρειν θέμα ἐστὶ τοῦ ἐγρηγορέναι. ἀπ' αὐτοῦ γὰρ ὁ ἐγρήγορα μέσος παρακείμενος. οὗ ἡ ἔννοια οἰκεῖα ἐνταῦθα. δῆλον γὰρ ὡς ἐγρήγορεν ὁ ἐν θυμῷ μελεδήματα ἐγείρων νυκτός. (ῃερς. 9.) Τὸ δὲ ἀγχοῦ ἱσταμένην, πρόσφατα εἶναι δηλοῖ τῷ Τηλεμάχῳ τὰ εἰς νόστον ἐρεθίζοντα νοήματα, οὐ πάλαι ἀλλὰ νῦν ἀγχοῦ παραστάντα κατά τινα ἀγχίνοιαν. (ῃερς. 10.) Τὸ δὲ οὐκέτι καλὰ, ἐπιῤῥηματικῶς ἐῤῥέθη ἀντὶ τοῦ οὐ καλῶς, ὡς καὶ ἀλλαχοῦ. (ῃερς. 12.) Τὸ δὲ οὕτω ὑπερφιάλους ἑρμηνεύων ἐπήγαγε τὸ, μὴ κατὰ πάντα φάγωσιν, ὃ πάντῃ ὑπερφιάλων ἐστί. δῆλον δὲ ὅτι τὸ, πάντα καταφαγεῖν, παντελῆ δαπάνην δηλοῖ καὶ οὐ κατὰ τὴν τοῦ ἁπλῶς φαγεῖν· ᾧ περ ὅμοιον καὶ 2. 90 τὸ, βίοτον κατέδουσι. (ῃερς. 16.) Κασίγνητοι δὲ Πηνελόπης Σῆμος ἱστοροῦνται καὶ Αὐλητής. (ῃερς. 17.) Τὸ δὲ περιβάλλει ἅπαντας ἀντὶ τοῦ ὑπερβάλλει, καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι περιβάλλειν λέγει τοὺς αὐτοῦ ἵππους, ὅ ἐστι τῶν ἄλλων ὑπερτερεῖν, ὡς τῆς πˉερι προθέσεως δηλούσης ποτὲ περιττότητα. ὅθεν καὶ ἡ παρὰ τοῖς ῥήτορσιν ἐκλήθη περιβολὴ, μέγεθος ποιοῦσα λόγου καὶ περιττότητα. (ῃερς. 18.) Ἐν δὲ τῷ ἐξώφελλεν ἕεδνα δῆλον καθὰ καὶ ἐν ἄλλοις ἕδνα κυρίως λέγεσθαι τὰ ἐκ τοῦ νυμφίου τῇ γυναικί. ἑρμηνεία δὲ εἶναι δοκεῖ τοῦ περιβάλλειν πάντας ἡ τῶν ἕδνων αὔξησις. (ῃερς. 19.) Τὸ δὲ ἐκ κτήματα φέρηται ἀντὶ τοῦ ἐκφέρει, ὡς ἐπὶ φορτίου νηός. πρὸς τοῦτο δὲ καὶ ἐναντίον τὸ εἰσφέρει, καθὰ καὶ τὸ ἐκφορεῖν καὶ εἰσφορεῖν ἠναντίωνται. δῆλον δὲ ὡς οἱ μεθ' Ὅμηρον ἐπὶ ταφῆς λέγουσι τὸ ἐκφέρειν καὶ τὴν ἐκφοράν. (ῃερς. 20.) Τὸ δὲ οἶσθα γὰρ οἷος θυμὸς, ἐλέγχει Ζηνόδοτον καὶ τοὺς κατ' αὐτὸν, κακῶς γράφοντας τὸ οἶσθας παρὰ τῷ ποιητῇ. ἐν τέλει μὲν γὰρ στίχου ἢ καὶ ἐπιφορᾷ φωνήεντος εἴη ἂν γενέσθαι συγχωρηθεῖσαν τοιαύτην γραφήν. ἐνταῦθα δὲ οὐκ ἂν γένοιτο διὰ τὸ κακομέτρητον. Αἴλιος μέντοι Διονύσιος, γράφει ὅτι καὶ τὸ οἶσθα καὶ τὸ οἶσθας ἄμφω Ἑλληνικὰ, καθὰ καὶ ἦσθα καὶ ἦσθας. ἅπαξ δέ, φασι, παρ' Ὁμήρῳ τὸ οἶδας ἐν τῷ, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας. (ῃερς. 21.) ἐν δὲ τῷ, οἶκον ὀφέλλει, ἔοικε τὴν πρὸ βραχέων οἰκωφελίαν δηλοῦν, τουτέστι, τὸ διὰ πολυτρόπου οἰκονομίας αὐξάνειν τὰ τοῦ οἴκου. (ῃερς. 22.) Ἐν δὲ τῷ, κουριδίου φίλου, λείπει τὸ ἀνδρὸς, οἷα τῶν δύο καιρίων ἐπιθέτων ἀρκούντων καὶ ἐκεῖνον δηλῶσαι. (ῃερς. 23.) Ὅρα δὲ νῦν τὸ τεθνηότος. εἰ καὶ γὰρ ἑτέρωθι ἄλλως γράφεται, ἀλλ' ἐνταῦθα συστέλλει μὲν τὴν παραλήγουσαν ἀναλόγως κοινότερον, διὰ τοῦ ˉη δὲ ἔχει τὴν προπαραλήγουσαν. (ῃερς. 25.) Τὸ δὲ ἐπιτρέψαι τῇ τῶν δμώων ἀρίστῃ τὰ τοῦ οἴκου δηλοῖ μὲν ὡς προτιμηθήσεταί ποτε δούλη εὔνους δαπάνου μητρός. ἑρμηνεύει δὲ καὶ τὶς οἴκου ἐπίτροπος, ὅτι δηλαδὴ ᾧ ἕκαστα ἐπιτρέπεται. (ῃερς. 28.) Ὅτι δὲ οἱ ἐπιτηδεῖς ἐπιτηδὲς λέγονται ἀπελεύσει τοῦ ἰῶτα ἢ κατὰ συγκοπὴν ἐκ τοῦ ἐπιτηδέες, καὶ ἀλλαχοῦ σαφῶς ἐλέχθη. Προδεδήλωται δὲ καὶ ὁ μεταξὺ Ἰθάκης καὶ Σάμου πορθμός. (ῃερς. 33.) Τὸ δὲ ἀπέχειν ἑκὰς νήσων, ἐναντίον ἐστὶ τῷ προσίσχειν ἤτοι ἐλλιμενίζειν. ἐπεὶ καὶ ἐγγύτητα μὲν ἡ πρˉος πρόθεσις δηλοῖ, τὸ δὲ ἀνάπαλιν αὐτῆς ἡ ἀπˉο. Περιοδεῦσαι δὲ πλοῦν δηλοῖ καὶ μὴ κατευθὺ πλεῦσαι τὸ ἑκὰς ἀπέχειν τὴν νῆα. (ῃερς. 34.) Οὖρος δὲ ἄνεμος ὅτι ὁ φορὸς, ἐκδηλότατόν ἐστιν, ὥς περ καὶ ὅτι ταυτὰ τὸ φυλάσσειν καὶ ῥύεσθαι, ὃ ταυτόν ἐστι τῷ ἕλκειν εἰς ἑαυτόν. (ῃερς. 34.) Τὸ δὲ πρώτιστα παρατετηρημένως κεῖται, ἵνα μὴ ἑτέρῳ τινὶ ἐντυχόντος τοῦ Τηλεμάχου ἡ περὶ τῶν ἐφεξῆς πιθανὴ πλάσις ἀχρειωθείη. Φανερὸν δὲ καὶ ὅτι ἡ εἰς τὸν συβώτην ἄφιξις, εἰ καὶ βεβούλευται, ἵνα ἐκεῖ ὁ παῖς μάθῃ τὰ κατὰ τὸν οἶκον, ἀλλὰ καὶ ἄλλως εὐτυχῶς ἀπέβη αὐτῷ, εὑρηκότι ἐκεῖ τὸν φίλον πατέρα. (ῃερς. 46.) Ὅτι ὅσα καὶ ὑπηρέτῃ χρώμενος τῷ Νεστορίδῃ Πεισιστράτῳ Τηλέμαχος κελεύει· ἔγρεο, Νεστορίδη, ζεῦξον ἵππους ὑφ' ἅρματα, ὡς καὶ ἀλλαχοῦ, ἔτι νυκτὸς οὔσης, οἷα ἐθέλων τελεσφορηθῆναι ὅσα νύκτωρ αὐτῷ ὑπέθετο ἡ Ἀθηνᾶ, ὡς εἴρηται. (ῃερς. 49.) ὁ δὲ, οὔ πως ἔστι, φησὶν, ἐπειγομένους περ ὁδοῖο, νύκτα διὰ δνοφερὴν ἐλάαν. (ῃερς. 50.) τάχα δ' ἔσσεται Ἠὼς, ἤγουν ταχὺ ἐπιφαύσει ἡμέρα. (ῃερς. 51.) εἶτα καὶ ὑποτίθεται κερδαλεώτερον μένειν τὸν Τηλέμαχον, εἰσόκε δῶρα φέρων ὁ Μενέλαος ἐπιδίφρια θείη (ῃερς. 53.) καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ, τουτέστι παραμυθησάμενος, προσειπών· ἃ δὴ καὶ γίνεται· λόγοις τε γὰρ τὸν Τηλέμαχον δεξιοῦται μειλιχίοις ὁ βασιλεὺς καὶ μένε εἰπὼν ἕως δῶρα φέρων ἐπιδίφρια θείω καλὰ, σὺ δ' ὀφθαλμοῖσιν ἴδῃς, ποιεῖ οὕτως. (ῃερς. 54.) εἶτα ἐπιπλέκει γνωμικὸν ὁ Πεισίστρατος τοιοῦτον· τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα ἀνδρὸς ξεινοδόκου, ὅς κε φιλότητα παράσχῃ, τουτέστι δῶρα φιλικά. δῆλον δὲ ὡς οὕτω καὶ τὸν πατέρα Νέστορα ἔπεισεν ἂν ὁ Πεισίστρατος δῶρα δοῦναι τῷ Τηλεμάχῳ, εἰ μὴ κατὰ σπουδὴν ἐκεῖνος ἐκτρέψας τὴν ὁδὸν ἀπέπλευσεν. ἐν τούτοις δὲ ὁ Νεστορίδης καὶ ἐπαινεῖ τὸν βασιλέα εἰπών· ἥρως Ἀτρείδης δουρικλειτὸς, οὐ κατὰ τὸ παρέλκον ποιῶν οὕτως, ἀλλὰ διότι, ὡς εἰκὸς, πάνυ φιλίως ἐκεῖνος τοὺς βασιλικοὺς τούτους νέους ἐξένισε. διὸ καὶ ἐπὶ τοσοῦτον παρέμειναν ἐκεῖ. κἀντεῦθεν καὶ θαῤῥεῖ τὴν δωροφορίαν ὁ Νεστορίδης. δηλοῖ δὲ τὴν φιλοξενίαν καὶ τὸ εὐθὺς ἐνταῦθα (ῃερς.
15.1.2
) Τὸ δὲ κῦσε δέ μιν κεφαλὴν καὶ ἑξῆς, σχῆμα ἐστὶ συνηθέστατον Ὁμήρῳ, καὶ ἔχει αὐτὸ συντάξεις τρεῖς· ἢ γὰρ ἔκυσεν αὐτοῦ κεφαλὴν καὶ φάεα, ἢ ἔκυσεν αὐτὸν κατὰ κεφαλὴν καὶ φάεα, ἢ ἔκυσεν αὐτὸν, ἤγουν τὴν κεφαλὴν καὶ τὰ φάη. φιλεῖ δέ τινος ὀφθαλμοὺς ὁ γλυκερὸν φάος ἐλθεῖν αὐτὸν λέγων. (ῃερς. 18.) Τίς δὲ ἡ ἀπία γῆ, καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ δεκάτῳ ἐνιαυτῷ, ἁπλῶς παρέῤῥιπται κατὰ τέλειον ἀριθμὸν, εἰ μὴ ἄρα ὁ ποιητὴς ἔφη τοῦτο ὡς πρὸς εἰκόνα τῆς τοῦ Ὀδυσσέως πλάνης. (ῃερς. 21.) Τὸ δὲ περιφὺς ἀντὶ τοῦ περιπλακεὶς, καὶ ἔστιν ἕτερον τοῦ ἐμφὺς χειρὶ, ἢ ἐμφὺς χείλεσι, καὶ ὅλως μέρει τινί. Τὸ δὲ ὡς ἐκ θανάτοιο φυγόντα, ἑρμηνεύεται ἐν τῷ, οὔ σε ὄψεσθαι ἐφάμην. (ῃερς. 23.) Ἰστέον δὲ ὅτι τὸ, ἦλθες Τηλέμαχε, γλυκερὸν φάος, οὕτω πεφίληται τοῖς πολλοῖς, ὥστε καὶ παροιμιακῶς ἐπιφωνεῖσθαι φίλοις ἐξ ἀποδημίας ἥκουσιν. (ῃερς. 25.) Ὅτι φιλοφροσύνης τὸ, ἀλλ' ἄγε νῦν εἴσελθε φίλον τέκος ὄφρα σε θυμῷ τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. εἰ δὲ καὶ ἀγροτικῷ ἀνδρὶ ἀστικὸς ἐνδημήσαςὁ τοιοῦτος ἐστὶ, καλὸν εἰπεῖν καὶ τὸ, οὐ μὲν γάρ τι θαμὰ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, ἀλλ' ἐπιδημεύεις. ὣς γὰρ δή σοι εὔαδε θυμῷ. (ῃερς. 28.) Ἔστι δὲ ἐπιδημεύειν τὸ ἐν πόλει διατρίβειν καὶ ὡς εἰπεῖν ἐπὶ τοῦ δήμου· ὅθεν καὶ ἐπίδημος εἴη ἂν ὁ τοιοῦτος, ἀπεναντίας τῷ ἀποδήμῳ καὶ τῷ ἀποδημοῦντι. γίνεται δὲ ἐκ τοῦ ἐπιδημέω πλεονασμῷ τοῦ ˉυ ὁμοίως τῷ, χέω χεύω, δισκέω δισκεύω. Τὸ δὲ εὔαδε δηλοῖ μὲν τὸ ἤρεσκε, γίνεται δὲ παρὰ τὸ ἥδω, ἧδε, καὶ ἐν διαλύσει, ἕαδε, καὶ Αἰολικῶς, εὔαδε· διὸ καὶ ψιλοῦται. (ῃερς. 26.) Εὐμαίου δὲ οἱ προσεχῶς ῥηθέντες λόγοι, ὃς ἐθέλων συνεχῶς τὸν Τηλέμαχον βλέπειν ὀνειδίζει ἐφ' οἷς ἐπιδημεύων εὐαρεστεῖται ἀνδρῶν μνηστήρων προσορᾶν ἀΐδηλον ὅμιλον. Περὶ δὲ τοῦ ἀΐδηλον καὶ ἀείδελον ἀρκούντως γέγραπται ἀλλαχοῦ. Σημείωσαι δ' ἐν τούτοις τὴν φιλοστοργίαν Εὐμαίου, εἴ γε τὸν συχνὰ ἐρχόμενον σπάνιον αὐτῷ θέαν εἶναι φησὶν, οἷα ἐπιθυμῶν ἀεὶ βλέπειν αὐτόν. ὅτι δὲ ἐθάμιζε Τηλέμαχος εἰς τὸν ἀγρὸν, δηλοῦσιν οἵ τε κύνες ὡς συνήθη τοῦτον σαίνοντες καὶ οἱ μνηστῆρες οἰηθέντες μὴ πλεῦσαι αὐτὸν, ἀλλ' ἐν ἀγροῖς εἶναι ὡς πολλάκις τοῦτο ποιοῦντα. (ῃερς. 31.) Ὅτι πράγματος μέλλοντος ὑπόσχεσιν καὶ φιλόφρονα δὲ ἔλευσιν φράζει τὸ, ἔσσεται οὕτως ἄττα, σέθεν δ' ἕνεκ' ἐνθάδ' ἱκάνω, ὄφρα σέ τε ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω. Τηλέμαχος δὲ ταῦτα λέγει πρὸς Εὔμαιον, ὃς καὶ εὐθὺς ἐρωτᾷ εἴ περ αὐτῷ ἔτι ἐν μεγάροις μήτηρ μένει, ἠέ τις ἤδη ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ χήτει ἐνευναίων κάκ' ἀράχνια κεῖται ἔχουσα. ἐχρῆν δὲ τὸν Τηλέμαχον οὕτω πρὸ πάντων ἐρωτῆσαι, τὸ μὲν φύσει, τὸ δὲ καὶ πρὸς οἰκονομίαν Ὁμηρικὴν, ὡς ἂν εὐμεθόδως ἀκούων μανθάνοι τὰ κατὰ τὸν οἶκον ὁ Ὀδυσσεύς. Ὅρα δὲ τὸ ἄττα πολλαχοῦ κείμενον ἐνταῦθα, ὅ πέρ ἐστι προσφώνησις ἀδελφοῦ νέου πρὸς πρεσβύτερον. καὶ ἔστιν ἡ λέξις ἀπαράγωγος, ἀκίνητος καὶ τὸ ὅλον εἰπεῖν πρωτόθετος. οὐ γάρ ἐστιν ἀρχήν τινα τοῦ ἄττα εὑρεῖν καὶ οὐδὲ ἑρμηνείαν ἔχει· διὸ καὶ ἀμετάληπτος ἤγουν ἀνερμήνευτος ὑπὸ τῶν παλαιῶν λέγεται. πολλὴ δὲ οἰκείωσις ἀδελφὸν προσφωνεῖσθαι ὑπὸ Τηλεμάχου τὸν Εὔμαιον, καθὰ καὶ τὸ ἠθεῖον πρὸ τούτων ὀνομασθῆναι τὸν δεσπότην Ὀδυσσέα ὑπὸ δούλου τοῦ Εὐμαίου, πλὴν ἐκεῖνο μὲν οὐ κατ' ὄψιν δῆθεν παρόντι τῷ Ὀδυσσεῖ προσεφωνήθη. Τηλέμαχος δὲ ὀφθαλμοῖς βλέπων τὸν Εὔμαιον ἀδελφικῶς προσφωνεῖ. Σημείωσαι δὲ καὶ ὅτι Εὔμαιος μὲν, ὡς προείρηται, φίλον τέκος αὐτὸν ἐκάλεσεν· αὐτὸς δὲ ἀπαξιῶν ἴσως τὴν τοιαύτην προσφώνησιν ὡς ἀδελφῷ αὐτῷ πρεσβυτέρῳ προσφέρεται· οὐ γὰρ ἂν φίλον πατέρα καλέσῃ τὸν δοῦλον αὐτὸς, ἀπαξιοῦντος Ὁμήρου τοῦτο διὰ τὸ καὶ τὸν πατέρα Ὀδυσσέα παρεῖναι. (ῃερς. 32.) Ὅρα δὲ τὸ, ὀφθαλμοῖσινἰδὼν, ἄλλως γὰρ ἀφ' ἱκανοῦ τῇ φαντασίᾳ ἔβλεπεν αὐτὸν, ἐξότου Ἀθηνᾶ παρῄνεσεν αὐτῷ πρώτιστα συβώτῃ ἐσαφικέσθαι. (ῃερς. 35.) Τὸ δὲ Ὀδυσσέως εὐνὴ χήτει ἐνευναίων κακὰ ἔχει ἀράχνια, συμβολικῶς ἐῤῥέθη, ἀντὶ τοῦ, στερουμένη τῶν ἐγκοιμωμένων γέμει ἀραχνίων, ἤγουν ἠμέληται διὰ τὸ μὴ εἶναι τὸν Ὀδυσσέα· εἰώθασι γὰρ οἱ ἀράχναι ἱστουργεῖν ἐν τόποις ἀμελουμένοις. διὸ καὶ παρὰ Ἡσιόδῳ τὸ, ἐκ δ' ἀγγέων ἐλάσειας ἀράχνια, ἀντὶ τοῦ ἐπιμέλειαν θήσεις τῶν ἀγγείων, ὡς ἐπιλιπεῖν τὰ ἀράχνια οἷα καρποῦ εἰσενεχθέντος. οὕτω δὲ καί τις ἕτερος ποιητὴς μισοπόλεμος ἐθέλων εἰρήνην εὔξασθαι ἀράχνας ἐπεύχεται νήματα ὑφάναι τοῖς ὅπλοις, ἐπειδὴ ἐν εἰρήνης καιρῷ ἀμελουμένων τῶν ὅπλων ποιοῦσιν οὕτως οἱ ἀράχναι, ὑφαίνοντες ἐν αὐτοῖς ἱστούς. παροιμιῶδες οὖν τὸ κακὰ ἀράχνια ἔχειν κείμενον ἐπὶ τῶν πάντῃ ἀμελουμένων σκευῶν, εἴτε ὅπλον εἴη ἐκεῖνο εἴτε ἄγγος εἴτε εὐνή. Τὸ δὲ χήτει φασὶν οἱ παλαιοὶ εὐθεῖαν ἔχειν τὸ χῆτος, οἳ καὶ ἐνευναίῳ γράφουσι κατὰ δοτικὴν πτῶσιν, χήτει ἐνευναίῳ, ἵνα εἴη τὸ ἐνεύναιον χῆτος· τὸ μέντοι συνηθέστερον κατὰ γενικὴν πληθυντικὴν γράφεται ἐνευναίων, ἵνα λέγῃ πάλιν ἐν χήτει τῶν ἐγκοιμήτρων. ἐνεύναια γὰρ, ὡς καὶ πρὸ ὀλίγων, τὰ ἐγκοίτια. δῆλον δὲ καὶ ὡς κοινότερον θηλυκοῦ γένους τὸ χήτει ὁμοίως τῇ σπάνει καὶ τοῖς τοιούτοις. Τηρητέον δ' ἐνταῦθα ὡς εἰ καὶ παραδέδοται λέχος μὲν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπ' αὐτὴν στρωμνὴ κατὰ τὸ, ἐμβάλετ' εὐνῇ δέμνια καὶ χλαῖναν, ἅ περ ἐξηγεῖται τὴν εὐνὴν, ἀλλὰ τὸ ἐνεύναιον ἀμφότερα δηλοῖ, τήν τε εἰρημένην δηλαδὴ εὐνὴν καὶ τὸ ὑποκείμενον λέχος. (ῃερς. 37.) Ὅτι φιλάνδρου γυναικὸς δεῖγμα τὸ, καὶ λίην κείνη γε μένει τετληότι θυμῷ ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθινύθουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ. (ῃερς.