Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
161.1.1
) Λυκάβας δὲ καὶ νῦν ὁ ἐνιαυτὸς, οὐ μόνον διὰ τὸ λυγαίως, ὅ ἐστι λεληθότως καὶ οἷον σκοτεινῶς, παρέρχεσθαι, ἀλλὰ καὶ διότι αἱ κατ' αὐτὸν ἡμέραι καθ' ὁμοιότητα διαβάσεως λύκων ἀλλήλοιν ἔχονται. πιστεύεται γάρ, φασι, τοὺς λύκους διαβαίνοντας βίαιον ποταμὸν, ἐνδακόντας τὴν κέρκον τῶν ἀεὶ προηγουμένων τοὺς ἑπομένους στιχηδὸν διανήχεσθαι καὶ οὕτω μὴ παρασύρεσθαι τῷ ποταμῷ ἄλλον ἀλλαχοῦ, ὡς καὶ Αἰλιανὸς ἱστορεῖ. (ῃερς. 167.) Ὅτι ὁ μὴ θέλων ἀκούειν ἔκ τινος ἀγγελλόμενα λυπηρὰ ἐρεῖ ἂν τὸ, ἀλλὰ ἕκηλος πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων μίμνησκε· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσιν ἐμοῖσιν ἄχνυται, ὁππότε τις μνήσῃ τοῦ δεῖνος, οἷον κεδνοῖο ἄνακτος ἢ ἑτέρου τινός. (ῃερς. 168.) Καὶ ὅρα ὡς ἐν τῷ, ἕκηλος πῖνε, συννοεῖται καὶ τὸ ἐσθίειν. καὶ ὅτι τὸ παρὲξ, περὶ οὗ πολλαχοῦ ἐῤῥέθη, αὐτὸ καθ' αὑτὸ κεῖται δίχα συντάξεως τῆς πρὸς πτῶσιν τινά. δηλοῖ δὲ καὶ νῦν διὰ μὲν τῆς ˉεξ τὸ ἔξω εἶναι τούτους τοῦ τοιαῦτα λέγειν. διὰ δὲ τῆς παρˉα τὸ ἐγγὺς ὅμως εἶναι ἤγουν πρὸς αὐτῷ τῷ ἄλλως λαλεῖν περὶ τῶν καθ' ἑαυτούς. καὶ ὅτι ἀδιαφόρως συνέταξε τὸ αὐτὸ ῥῆμα κατά τε αἰτιατικὴν καὶ γενικὴν εἰπών· ἀλλὰ μεμνώμεθα, καὶ μηδέ με τούτων μίμνησκε, καὶ, ὅτε τις μνήσει κεδνοῖο ἄνακτος. (ῃερς. 172.) Ἐν τούτοις δὲ σεμνολογῶν ἑαυτὸν ὁ δοῦλος προτάσσει ἀφελῶς τὸ οἰκεῖον ὄνομα τῶν δεσποτικῶν, εἰπών· ἔλθοι Ὀδυσσεὺς ὡς ἐγὼ θέλω καὶ Πηνελόπη Λαέρτης τε καὶ Τηλέμαχος. καὶ εἰκὸς ἐπὶ τούτοις χαίρειν τὸν δεσπότην Ὀδυσσέα καὶ εἰς ἐχέγγυον αὐτὰ πίστιν τῷ δούλῳ καταλογίζεσθαι. (ῃερς. 175.) Ὅτι ὄνειδος υἱοῦ ἀγαθοῦ διαστραφέντος τὸ, ὃν ἐπεὶ θρέψε θεὸς ἔρνεϊ ἶσον, καί μιν ἔφην ἔσεσθαι ἐν ἀνδράσιν οὔτι χερείω πατρὸς ἑοῖο φίλοιο δέμας καὶ εἶδος ἀγητὸν, τοῦ δὲ θεὸς βλάψε φρένας ἔνδον ἐΐσας, ἠέ τις ἀνθρώπων. (ῃερς. 174.) Εὔμαιος δὲ τοῦτο φησὶ περὶ Τηλεμάχου ἐφ' οἷς ἀπέπλευσε διὰ πατρὸς ἀκουὴν, εἰπών· καὶ ὅτι νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ' Ὀδυσσεύς. καὶ θηρᾶται καὶ οὕτω τὴν δεσποτικὴν φιλίαν διὰ τὸ πρὸς τοὺς δεσπότας φιλοίκειον. εὐμεθόδως δὲ παρέῤῥιψεν ὁ ποιητὴς τοῦτό τε καὶ τὰ ἑξῆς, οἷα μέλλων μετ' ὀλίγα ἐπανελθεῖν εἰς τοὺς περὶ Τηλεμάχου λόγους καὶ ἐπαναγαγεῖν ἐκεῖνον ἀναγκαίως εἰς Ἰθάκην ἐκ Λακεδαίμονος. (ῃερς. 178.) ὡς δὲ οὐ βέβλαπται τὰς φρένας ὁ νεανίας, καθὰ τῷ Εὐμαίῳ δοκεῖ, λέλυκε μὲν καὶ πρὸ βραχέων ἡ μυθικὴ Ἀθηνᾶ. προκατεσκεύασται δὲ καὶ ἐν αὐτῇ τῇ τοῦ βιβλίου τοῦδε καταρχῇ. δῆλον γὰρ ὡς ὁ διά τι χρήσιμον πλοῦς οὐ κατηγορεῖ τοῦ παιδὸς βλάβην φρενῶν. (ῃερς. 175.) Ὁ δὲ πρὸς ἔρνος εἰκασμὸς καὶ πρὸ τούτων τῇ τοῦ Ἀλκινόου θυγατρὶ προσήρμοσται. (ῃερς. 179.) Τὸ δὲ ἠέ τις ἀνθρώπων, οὐκ ἀμάρτυρον· πολλοὶ γὰρ καὶ ἐξ ἀνθρώπων βλάπτονται φρένας, καὶ οὐ μόνον φαρμάκοις, ἀλλὰ καὶ λόγοις τὰ πλείω αἱμύλοις καὶ ἀπατητικοῖς. (ῃερς. 181.) κεῖται δ' ἐν τούτοις καὶ φῦλον Ἀρκεισίου τὸ προῤῥηθὲν, δηλοῦν τὴν κατὰ 2. 69 σειρὰν πρὸς βάθος διαδοχήν. καὶ τὸ, ὑπέρσχῃ χεῖρα θεὸς, ἀντὶ τοῦ ὑπεράνω ἔξει καὶ σκεπάσει. φησὶ γάρ· ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἁλῴη ἤ κε φύγῃ, καί κέν οἱ ὑπέρσχῃ χεῖρα θεός. ὅ περ οἰκεῖον ῥηθῆναι, ὅτε τις καταπαύει λόγον τὸν περί τινος κινδυνεύοντος. (ῃερς. 182.) Ὅτι δὲ ὁ Ἀρκείσιος πάππος Ὀδυσσέως καὶ ὡς ἢ ἀπὸ ἄρκτου ἢ ἀπὸ τοῦ ἀρκέω ἀρκέσω παρῆκται, δηλοῦσιν οἱ παλαιοὶ καὶ κεῖται ἀλλαχοῦ. (ῃερς. 185.) Ὅτι ἀνάκρισις ξένου τὸ, ἀλλ' ἄγε μοι σὺ γεραιὲ τὰ σαυτοῦ κήδε' ἔνισπε, καί μοι τοῦτ' ἀγόρευσον καὶ ἑξῆς περὶ τοῦ, ποίας πόλεως ὁ ἀνὴρ καὶ γονέων, ὡς καὶ ἀλλαχοῦ τὰ τοιαῦτα κεῖνται. (ῃερς. 193.) Ὅτι ὁ ἐν Φαίαξιν εἰπὼν Ὀδυσσεὺς ὡς εἴ με καὶ εἰς ἐνιαυτὸν θέλοιτε μένειν καὶ δῶρα διδοῖτε, βουλοίμην ἂν τοῦτο αὐτὸς καὶ νῦν τῷ Εὐμαίῳ φιλοπευστοῦντι, φησίν· εἴη μὲν νῦν ἡμῖν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ, ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι δαίνυσθαι ἀκέοντ', ἄλλοι δ' ἐπὶ ἔργα τράποιντο, ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα οὔτι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ, ὅσσα γε δὴ ξύμπαντα μόγησα. (ῃερς. 196.) καὶ εἰκὸς τὸν πολύτλαν καὶ πολλὰ ἔχειν λέγειν μογήματα. χρόνον δὲ κἀνταῦθα τὸν πολὺν ἔφη καὶ ἐγγὺς ἂν ἐνιαυτοῦ, ὡς ἐμφαίνει ὁ ποιητὴς διὰ τοῦ, καὶ εἰς ἐνιαυτὸν ἅπαντα. (ῃερς. 194.) Τὸ δὲ κλισίης ἔντοσθεν ἐοῦσιν, ἀστείως ἔφη, ὡς οἷα δῆθεν ἐθέλων καθῆσθαι ἀργὸς καὶ ἐσθίειν. διὸ καὶ ἐπήγαγε πρὸς σαφήνειαν τὸ, ἀκέοντε, καὶ τὸ, ἄλλοι δ' ἐπὶ ἔργα τράποιντο ἢ ἐπὶ ἔργα ἕποιεν ἀντὶ τοῦ ἐνεργοῖεν, ἐφέποιεν. (ῃερς. 199.) Ὅτι θελήσας ὁ ποιητὴς ἐμφῆναι, πῶς οἱ εἰς τὴν Ἰθάκην ἐρχόμενοι ἐπαῖται ἠπάτων ἂν τοὺς τοῦ Ὀδυσσέως ψευδῆ ἀγγέλλοντες, ποιήσει μὲν τὸν Ὀδυσσέα ψευδόμενον καὶ ἐν τοῖς ἑξῆς πρός γε τοὺς μνηστῆρας καὶ πρὸς τὴν γυναῖκα, καθὰ καὶ πρὸ τούτων ἐπὶ τῆς Ἀθηνᾶς ἐπειράσατο. ποιεῖ δὲ καὶ νῦν τὸ ὅμοιον ἐπὶ τοῦ Εὐμαίου. καὶ δαπανᾷ μὲν στίχους ὑπὲρ τοὺς ἑξήκοντα καὶ ἑκατὸν, ἀπατήλια βάζων. εἰδὼς δὲ ὡς οὐκ ἂν τῶν τις ἐσύστερον ἀνθρώπων ἐπιστραφείη λόγων οὕτω ψευδῶν, ἀρτύει αὐτοὺς ἐν τῷ μέσῳ ἱστορίαις τε ἀληθέσι καὶ τοπογραφίαις καὶ ἑτέροις οὐκ ὀλίγοις χρησίμοις καὶ λόγου ἀξίοις. ὡραΐζει δὲ καὶ ῥητορικῶς καλλιγραφίᾳ τὴν διήγησιν, καὶ ὅλως πολὺ τὸ ἐπαγαγὸν ἐντίθησι καὶ τῷ τοιούτῳ λόγῳ, ἵνα μὴ διὰ τὴν ψευδῆ πλάσιν ἐξαθερίζοιτο. καὶ τέως Κρῆτα καὶ νῦν ἑαυτὸν πλάττει Ὀδυσσεὺς, ἐν Κρήτῃ τὴν σκηνὴν τῆς ψευδολογίας πηξάμενος, εἰπὼν ὅτι ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων, ἐλλειπτικῶς φράσας. τὸ γὰρ ἐντελὲς οὕτω πως· ἐκ μὲν Κρητάων εὐρειάων τὸ γένος μοι εὔχομαι εἶναι, ὡς δηλοῖ μετ' ὀλίγα τὸ, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι, καὶ οὐδὲ ἑνικῶς, ὡς πρὸ μικροῦ, Κρήτην εἰπὼν, ἀλλὰ πληθύνας τὸ ὄνομα πρὸς ἔμφασιν τοῦ μεγέθους τῆς νήσου. (ῃερς. 200.) εἶτα καὶ ἀνέρος ἀφνειοῖο πάϊς εἶναι λέγει. πολλοὶ δέ, φησι, καὶ ἄλλοι υἷες ἐνὶ μεγάρῳ ἠμὲν τράφεν ἠδ' ἐγένοντο γνήσιοι. ὅ περ εἴποι ἂν ὁ συνιστῶν τινὰ ἐπὶ γένει λαμπρῷ. (ῃερς. 201.) ἔνθα δῆλον, ὡς καὶ νῦν πρωθύστερον τὸ ἠμὲν τράφεν ἠδ' ἐγένοντο, οὐ μὴν ὀρθὸν φύσει κατὰ τὸ, ὅθι πρῶτον γενόμην καί μ' ἔτρεφον αὐτοὶ, ὃ πρὸ ὀλίγων ἔφη ὁ Εὔμαιος. (ῃερς. 202.) εἶτα λέγει καὶ ὅτι ὠνητή με μήτηρ ἔτεκε παλλακὶς, ἐπαγόμενος οὕτω τὸν Εὔμαιον, οἷα ὁμομαστιγίας ὢν κατὰ τὸν κωμικόν. καὶ λέγειν ἔχων παροιμιακῶς τὸ, τὴν ἐμὴν κάμνεις νόσον, καὶ τὸ, τὸν αὐτὸν ἕλκομεν ζυγὸν, κατὰ τοὺς παλαιοὺς, ἵνα ἐλαττῶν τὸ γένος καὶ ὅμοιος εἶναι λέγων τῷ ξενί ζοντι συβώτῃ δούλῳ πιστευθῇ ὡς φιλαλήθης καὶ ἐπὶ τοῖς λοιποῖς. (ῃερς. 288.) διὸ καὶ Φοίνικι περιπεσεῖν λέγει ναυκλήρῳ, ἐπεὶ καὶ τὸν Εὔμαιον ὑπὸ Φοινίκων οἶδε πραθέντα, ὡς ῥηθήσεται ἐν τοῖς ἑξῆς. καὶ φθάσας πρὸ μικροῦ εὐλογῆσαι τοὺς Φοίνικας ὡς μὴ ἀπατᾶν ἐθέλοντας, ὅμως νῦν οἷά τις ἀμφοτερόγλωσσος τοῦτον τὸν Φοίνικα ναύκληρον ἀπατήλιά φησιν εἰδέναι καὶ πολλὰ κακὰ ἀνθρώπους ἐοργέναι, προληπτικῶς τοῦτο λέγων, οἷα γνοὺς ἤδη ἐξ ὧν ἔπαθεν. ἄλλως γὰρ οὐκ ἂν εἰδὼς ἠκολούθησε. (ῃερς. 289.) τὸν δ' αὐτὸν Φοίνικα καὶ ὁμωνύμως ἰχθύϊ τῷ παρὰ Αἰλιανῷ τρώκτην καλεῖ, ὅ ἐστι φάγον, φιλοκερδῆ, φιλάργυρον, ἐκ παντὸς ἐθέλοντα τρώγειν, ὅ ἐστι κερδαίνειν· κατὰ τοὺς παλαιοὺς δὲ καὶ ἀπατεῶνα, παραλογιστήν. δι' ὧν Εὔμαιος ἀκούων θεραπεύεται. Ἰστέον δὲ ὅτι περίκλυτον γένος οἱ Φοίνικες, ἐξ ὧν καὶ Φοινίκια γράμματα. ἐπεί, φασι, δοκεῖ Κάδμος ἀπὸ Φοινίκης αὐτὰ κομίσαι. δηλοῖ δ' αὐτὸ καὶ ὁ γράψας ὅτι Φοίνικες εὗρον γραμματ' ἀλεξίλογα, περὶ ὧν ἐν τοῖς ἑξῆς ῥηθήσεται. καὶ ψεῦδος δὲ Φοινικικὸν ἀπὸ τῶν κατὰ τὸν Κάδμον τὸν Φοίνικα καὶ τὸν δράκοντα καὶ τοὺς Σπαρτοὺς μυθικῶς λεγομένων, ὥς φησι Παυσανίας, ἵνα ᾖ Φοινικικὸν ψεῦδος τὸ τερατῶδες. Ὁ δὲ Ὀδυσσεὺς καὶ τὸ ῥάκος τὸ κακὸν, ὃ φορεῖ, καὶ τὸν χιτῶνα τὰ ῥωγαλέα, τοὺς Φοίνικας αὐτῷ βαλεῖν φησὶ, διαβάλ 2. 70 λων τοὺς οὐδὲν πταίσαντας, ἵνα φιλοφρόνως ἐφελκύσηται τὸν Εὔμαιον. (ῃερς. 203.) Ἔνθα καὶ ὅρα τὸ παλλακὶς, παράγωγον ὂν τοῦ, παλλακὴ, ὁμοίως τῷ, πύλη πυλίς, καὶ τοῖς τοιούτοις. ὅθεν δὲ γίνεται ἡ παλλακὶς οὐ πρὸ πολλῶν εἴρηται. χρῆσις δὲ παλλακῆς καὶ λοιπή τις μνεία καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐνταῦθα δὲ ῥητέον καὶ ὅτι διαφορὰν ἑταίρας καὶ παλλακῆς καὶ γυναικὸς ὁ Δημοσθένης διδοὺς λέγει, ὡς τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκεν ἔχομεν, τὰς δὲ πολλακὰς τῆς καθ' ἡμέραν παλλακείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν. Κεῖται δ' ἐν τούτοις καὶ παῖς ἰθαγενὴς ὁ γνήσιος, ἤγουν ὁ μὴ ἐκ παλλακίδος, καθάπερ αὐτὸς ἐδήλωσεν, εἰπὼν ὡς οὐ γνήσιος μὲν ἦν τῷ πατρὶ, ὁ δὲ αὐτὸν ἶσον ἰθαγενέεσσιν ἐτίμα. ἔστι δὲ ἰθαγενὴς ὁ ἐκ τῆς κατ' ἰθὺ, τουτέστι κατ' εὐθύτητα νόμου, γενήσεως καὶ μὴ πλαγίως πως τῷ γένει ἐπεισαγόμενος. λέγεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ πολιτῶν αὐτοχθόνων. ἔστι δ' ὅτε καὶ πλεονασμῷ τοῦ ἰῶτα λέγεται ἰθαιγενὴς, ὡς καὶ ἐνταῦθα τινὲς γράφουσιν, ὁμοίως τῷ, Ἰθαμένης Ἰθαιμένης κύριον. οὔκουν διὰ τοῦ ˉη ἡ ἄρχουσα τοῦ ἰθαγενὴς, καθά τινες πλανῶνται, ὡς δῆθεν παρὰ τὸ ἦθος. Ὅμηρος γὰρ εἰς δακτύλου ἀπαρτισμὸν αὐτὴν τίθησιν, εἰπών· ἀλλά με ἶσον ἰθαγενέεσσιν ἐτίμα. (ῃερς. 204.) Λέγει δὲ Ὀδυσσεὺς καὶ ὡς Κάστωρ ἦν αὐτῷ πατὴρ Ὑλακίδης, ὅ ἐστιν Ὑλάκου υἱὸς, οὐ μὴν ὁ τῶν Διοσκούρων ἕτερος. (ῃερς. 205.) ὃν καὶ σεμνύνων ἔπαινον ἐκτίθεται εὐδαίμονος ἀνδρὸς, εἰπών· ὃς τότε θεὸς ὣς τίετο δήμῳ ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισι. (ῃερς. 208.) λέγει δὲ καὶ ζωὴν ἐν τούτοις, καθὰ καὶ πρὸ ὀλίγων, τὴν εἰς τὸ ζῆν περιουσίαν, εἰπών· οἱ δὲ ζωὴν ἐδάσαντο. (ῃερς. 209.) εἰς ὃ καὶ κλήρους ἱστορεῖ συνήθως βάλλεσθαι διὰ τὸ ἀφθόνητόν τε καὶ δίκαιον. φησὶ γάρ· καὶ ἐπὶ κλήρους ἐβάλοντο, ὥστε δηλαδὴ ἕκαστον λαχεῖν τὸ ἶσον. (ῃερς. 211.) διὸ καὶ πολυκλήρους ἀνθρώπους μετ' ὀλίγα ἐρεῖ, ἐφ' οἷς πολλοὶ βάλλονται κλῆροι κατὰ λαχμούς. ὅθεν καὶ τὸ κληρονομεῖν παρετυμολογεῖται. δῆλον γὰρ, ὡς κλήροις διενέμοντο οἱ παῖδες τὴν πατρικὴν κτῆσιν. (ῃερς. 208.) ὅθεν ἡ κληρονομία λέγεται. ἐκ μέντοι τοῦ ζωὴ ἀλλαχοῦ παραφραστικῶς περιπέφρασται τὸ, οἷσί τ' εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. (ῃερς. 214.) Ἐκτίθεται δὲ Ὀδυσσεὺς καὶ παροιμίαν ἐλλιπῆ τὸ, ἐκ καλάμης εἶναι δῆλον τὸν τεθερισμένον ἄσταχυν, ἣ κεῖσθαι εἴωθεν ἐπὶ ἀνδρῶν γενναίων, οἳ καὶ περὶ καιρὸν γήρως ἐμφαίνουσι λείψανα τῆς παλαιᾶς ἀρετῆς. εἰπὼν γὰρ ἐπαινετικῶς τὸ, ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκα ἐμῆς ἀρετῆς, ὅ ἐστιν ἀνδρίας, ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος, ἐπάγει· νῦν δ' ἤδη πάντα λέλοιπεν, ἀλλ' ἔμπης καλάμην γέ σε ὀΐομαι εἰσορόωντα γινώσκειν. ἦ γάρ με δύη ἔχει ἤλιθα πολλὴ, τουτέστιν οἶμαί σε ὁρῶντα τὸ τῆς νεότητος ὑπόλειμμα τὴν μετὰ θέρος καλάμην, ἤγουν τουτὶ τὸ σῶμα τὸ φέρον ποτὲ καρπὸν ἀρετῆς γινώσκειν ἐξ αὐτοῦ οἷος ἂν ἦν ἐγὼ καὶ ὅτε τὸ τῆς ἡλικίας μοι λήϊον ἤκμαζεν. ἐπεὶ καὶ τὸν εὐγενῆ τις πυρὸν ἐκ τῆς ὑπολειφθείσης καλάμης ἤγουν ὑποστάθμης τεκμαίρεται. ὅτι δὲ ἡ τοιαύτη καλάμη καὶ καλαμαία λέγεται κατὰ παραγωγὴν ὁμοίως τῷ, μέλισσα μελισσαία καὶ οὐρὰ οὐραία δραχμὴ δραχμαία λίμνη λιμναία γαληναία ἡ γαλήνη σεληναία ἁμαξαία καὶ ἄλλοις, καὶ ὅτι ἐξ αὐτῆς τροπικῶς καλαμᾶσθαι τὸ εἰσάγαν ἀδικεῖν, ὡς ἐκ μεταφορᾶς τῶν καὶ τὴν καλάμην ἐπὶ κέρδει ἐκσπώντων, δῆλον ἐστίν. (ῃερς. 213.) Ἰστέον δὲ ὅτι φυγοπτόλεμος μὲν ὁ ἑτέρωθι παρ' Ὁμήρῳ φύξηλις, ἀνάπαλιν ἐκπίπτει τῷ φιλοπτολέμῳ. περὶ δὲ ἀποφωλίου καὶ ἀλλαχοῦ ἱκανῶς ἐδηλώθη. (ῃερς. 212.) Τὸ δὲ ἦα, κοινότερον μὲν εἰπεῖν, πρῶτος ἀόριστος τοῦ ἦον ἐστὶν, ὃς Ἰωνικῶς ἔον λέγεται. οὗ μετοχὴ ἐὼν, περὶ ἧς πολλὰ Ἡρακλείδης βαθυλογεῖ. Ἰάδι δὲ συστολῇ εὕρηται καὶ ἔα, ἀφ' οὗ κατὰ κρᾶσιν ἦ δίχα τοῦ ˉν. οὗ τὸ κοινὸν καὶ τετριμμένον ἦν μετὰ τοῦ ˉν, ὃ πολλὰ λογοπραγήσας Ἡρακλείδης ἐσπάραξεν, ὃς τοιαῦτα τινὰ περὶ τῶν διειλημμένων γράφει. Ἴωνες τοὺς παρῳχημένους ἀπὸ τῶν αὐτῶν στοιχείων προφέρονται ταῖς μετοχαῖς, οἷον, εἰπὼν εἶπον, λαβὼν λάβον. οὕτως ἦ καὶ ἔα Ἰακῶς, οἷον, εἰ τότε κοῦρος ἔα. ἐπεὶ καὶ ἡ ἐὼν μετοχὴ ἀπὸ τοῦ ˉε ἄρχεται. ἡμάρτηται δέ, φησι, τὸ ἔα εἰς ἄλφα περατούμενον καὶ Ἀσιανῆς ἔχεται φωνῆς. καὶ οἱ ἑλληνίζοντες δὲ ἐν Κιλικίᾳ οὕτω προφέρονται. τὰς γὰρ εἰς ˉωˉν ληγούσας ὀξυτόνους μετοχὰς δέον ἐπὶ τῶν ῥημάτων εἰς ˉοˉν περαιοῦσθαι βραχυνόμενον κατὰ πρῶτον πρόσωπον, οἷον λαβὼν ἔλαβον, φαγὼν ἔφαγον, καὶ τὰ ὅμοια, αὐτοὶ ἀποβάλλοντες τὸ ˉν καὶ μετατιθέντες τὸ μικρὸν ˉο εἰς βραχὺ ἄλφα προφέρονται, ἀπὸ τοῦ λαβὼν καὶ φαγὼν ἔλαβα λέγοντες καὶ ἔφαγα, καὶ τρίτα δὲ τούτων πληθυντικὰ εἰς ˉαˉν λήγοντα λέγουσιν. ὁ οὖν ἀπὸ τῆς ἐών, φησι, 2. 71 μετοχῆς ἔα λέγων ἀντὶ τοῦ ἔον ἁμαρτάνει, ὡς εἰ καὶ ἀπὸ τοῦ λαβὼν ἔλαβα φαίη. λέγει δὲ ὡς καὶ ἀναλογώτερον τοῦ ἔα τὸ ἦα, γλώσσης μὲν ὂν Ἀσιανῆς, κείμενον δὲ καὶ παρὰ Καλλιμάχῳ. αἱ γὰρ ἀπὸ ψιλουμένου ˉε δισύλλαβοι μετοχαὶ τὸ ˉε εἰς ˉη μεταβάλλουσιν ἐν ῥήμασι. λέγει δὲ καὶ χρῆσιν εἶναι τοῦ ἔον παρὰ Ἀλκαίῳ. καὶ ὅτι ὥς περ φαγόντος ἔφαγον, δραμόντος ἔδραμον, ἀπελεύσει τῆς μετοχικῆς ληγούσης, οὕτω καὶ ἐόντος ἔον ῥητέον καὶ οὐκ ἔα, καὶ ὡς Ἰακώτερον μὲν τὸ ἔον, τὸ δὲ ἦον κοινόν. ὅθεν τὸ ἦες καὶ ἦε. τὸ δὲ ἦον ἐπὶ πρώτου προσώπου, ἐξαιρέσει τοῦ ˉο, ἦν γίνεται. ᾧ ὁμόφωνον κατὰ Χαλκιδεῖς τὸ, ἦν ἐκεῖνος. ἀφ' οὗ Δωρικῶς Ἡσίοδος ἔφη τὸ, τῆς δ' ἦν τρεῖς κεφαλαί. τὸ δὲ τοιοῦτον Ἡσιόδειον ἦν ποιεῖ, φησὶ, τὸ ἦσαν προσθέσει τοῦ σίγμα καὶ τοῦ ἄλφα. ὃ δὴ καὶ οἱ τῇ Ἀσιανῇ χρώμενοι φωνῇ ποιοῦσι, τὸ ἔφυγον καὶ ἦλθον παρενθέσει τῆς αˉν συλλαβῆς ἐφύγοσαν λέγοντες καὶ ἤλθοσαν. οὕτω δὲ καὶ τὰ ὅμοια. παραδίδωσι δὲ ὁ αὐτὸς καὶ ὅτι Ἀριστάρχειοι τὸ ἦν ἔα γενέσθαι εἶπον κατὰ τμῆσιν, ὁποία τις γίνεται καὶ ἐν τῷ, ἧνται ἔαται καὶ τοῖς ὁμοίοις καὶ ἐν τῷ, Ἀστυάγην Ἀστυάγεα, Διομήδην Διομήδεα, καὶ ἐν τῷ, ᾔδην ᾔδεα καὶ τοῖς λοιποῖς, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. καὶ οὕτω μὲν καὶ ταῦτα οὐ κατὰ πάρεργον. (ῃερς. 214.) Σημείωσαι δὲ τὸ σύντομον τῆς κατὰ τὴν καλάμην παραβολικῆς παροιμίας. μιᾷ γὰρ μόνῃ λέξει τῇ καλάμῃ δηλαδὴ χρησάμενος ἐξ ὅλου τοῦ πράγματος ἀφῆκεν ὡς ἐν ἐλλείψει τὸ ὅλον ἀπ' αὐτῆς νοεῖν, οὔτε ληΐου μνησθεὶς οὔτε καρποῦ, οὔτε ἄλλου τινός. καὶ μὴν εἶχε βραχείᾳ τινὶ τοιαύτῃ προσθήκῃ ἀναπληρῶσαι τὸν νοῦν, ἵνα εἶπεν, ὡς οἶμαί σε καλάμην εἰσορῶντα γινώσκειν τὸ λήϊον ἢ τὸν καρπόν. ἔκρινε δ' ὅμως κάλλιον τὸ ἐλλιπῶς παροιμιάσασθαι. πολλαὶ δὲ καὶ ἄλλαι τοιαῦται παραβολαὶ, ἃς ἀποδέχονται μάλιστα οἱ παλαιοὶ διὰ τὸ συμβολικώτερον λέγεσθαι. Λέγει δὲ καὶ ἑτέραν ἐν τοῖς ἑξῆς παροιμίαν τὸ, (ῃερς.
161.1.2
) ἀλλ' ἔπεσί τε κακοῖσιν ἐνίσσομεν, τουτέστιν ἐκακολογοῦμεν, ἠδὲ βολῇσιν, τουτέστι βολαῖς ταῖς διὰ ὀστῶν καὶ ξύλων. ὁ δὲ τέως μὲν ἐτόλμα βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ· ἀλλ' ὅτε δή μιν ἔγειρε θεοῦ νόος, σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε' ἀείρας ἐς θάλαμον κατέθηκε καὶ (ῃερς. 166.) ἐκλήϊσσεν ὀχῆας, τουτέστι μοχλοὺς τούς τε τῆς γυναικωνίτιδος καὶ τοὺς περὶ τὴν αὐλήν. ὁ δὲ πολυκερδείῃσι, τουτέστι κερδαλεότητι καὶ δόλοις, ἄνωγε τὴν γυναῖκα τόξον μνηστῆρσι θεῖναι πολιόν τε σίδηρον, τὸν προῤῥηθέντα τοὺς δώδεκαδηλαδὴ πελέκεας, (ῃερς. 169.) ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν. ἔνθα ὁ τἄλλα πρὸς ἀλήθειαν εἰπὼν Ἀμφιμέδων ὑποψεύδεται· οὐ γὰρ καθὰ τὸ εἴδωλον τὴν τοῦ τόξου θέσιν οἴεται πολυκερδείαις Ὀδυσσέως γενέσθαι, οὕτω καὶ τἀληθὲς εἰς τὸ πᾶν ἔχει, ἀλλ' ἐβουλεύσατο μὲν αὐτὸ ἡ Πηνελόπη πρώτη, ἐπέκρινε δὲ Ὀδυσσεύς. ὁ δ' Ἀμφιμέδων ἀνακεφαλαιούμενος καὶ τὰ ἑξῆς φησίν· οὐδέ τις ἡμῶν δύνατο κρατεροῖο βιοῖο νευρὴν ἐντανύσαι, (ῃερς. 171.) πολλὸν δ' ἐπιδευέες ἦμεν, ἤγουν ὕστεροι ἀπὸ τοῦ δεύω, ἐξ οὗ ὁ δεύτερος καὶ ὁ δεύτατος. ἐν ἄλλοις δὲ καὶ τὸν ἐπιδεῆ, ὅ ἐστι χρῄζοντα, ἡ λέξις δηλοῖ, ὡς καὶ ἐν τῷ, τά τ' ἔλδεται ὅς κεν ἐπιδεύης. ἀλλ' ὅτε, φησὶ, χεῖρας ἐκείνου ἵκανε τόξον, ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι κωλύοντες τὴν δι' Εὐμαίου δόσιν τοῦ τόξου. Τηλέμαχος δὲ μόνος ἐποτρύνων ἐκέλευσεν. ὁ δὲ δεξάμενος ῥηϊδίως ἐτάνυσε βιόν· στῆ δ' ἂρ ἐπ' οὐδὸν ἰὼν, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς δεινὸν παπταίνων, βάλε δ' Ἀντίνοον βασιλῆα. αὐτὰρ ἔπειτ' ἄλλοις ἐφίει βέλεα στονόεντα, τοὶ δ' ἀγχηστῖνοι ἔπιπτον. (ῃερς. 182.) γνωτὸν δ' ἦν ὅτι θεὸς αὐτοῖς ἐπιτάῤῥοθος ἦεν, ὃ δὴ θείαν ἐπικουρίαν δηλοῖ. αὐτίκα γάρ, φησι, κατὰ δώματα οἱ ἀμφὶ τὸν Ὀδυσσέα ἐπισπόμενοι, ἤγουν ἐπακολουθοῦντες, μένεϊ σφῷ, ἤγουν ἰδίᾳ δυνάμει, κτεῖνον ἐπιστροφάδην καὶ ἑξῆς ὡς πρὸ τούτων διεσκεύασται. καὶ οὕτω μὲν ὁ τῆς ἠθοποιΐας Ἀμφιμέδων, προσθεὶς καὶ ὅτι ὣς ἡμεῖς ἀπωλόμεθα, ὧν ἔτι καὶ νῦν σώματ' ἀκηδέα κεῖται ἐκεῖ· οὐ γάρ πω ἴσασι φίλοι, οἱ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων καταθέμενοι γοάοιεν· τὸ γὰρ γέρας ἐστὶ θανόντων, τὸ ἀπονιφθῆναι δηλαδὴ καὶ κλαυθῆναι, ἀκολούθως δὲ πάντως καὶ ταφῆναι. (ῃερς. 192.) χαίρει δὴ ἐπὶ τούτοις ἡ τοῦ Ἀτρείδου ψυχὴ καὶ φησὶν ἠθοποιητικῶς· ὄλβιε Λαέρταο πάϊ πολυμηχαν' Ὀδυσσεῦ, ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ, τουτέστιν εὐτυχίᾳ, εὐδαιμονίᾳ, ἐκτήσω ἄκοιτιν. ὃ σαφέστερον ἑρμηνεύων ἐπάγει· ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ· ὡς εὖ μέμνηται ἀνδρὸς κουριδίου· (ῃερς. 196. σθθ.) τῷ οἱ κλέος οὔ ποτ' ὀλεῖται ἧς ἀρετῆς, τῆς φρονήσεως καὶ σωφροσύνης δηλονότι. τεύξει δ' ἐπιχθονίοισιν ἀοιδὴν αὐτῇ θεὸς χαρίεσσαν. οὐχ' ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα κουρίδιον κτείνασα πόσιν· στυγερὴ δὲ ἀοιδὴ ἔσσετ' ἐπ' ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὄπασσε θηλυτέρῃσι γυναιξὶ καὶ ἥ περ ἂν εὐεργὸς ἔῃσιν, ἤγουν εἰς παράδειγμα κεῖται ψόγου, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον τοῖς ψέγουσι τὰς ἐπ' ἀληθείᾳ φαύλας γυναῖκας, ἀλλὰ καὶ εἴ τις φιλαπεχθημόνως ἀγαθὴν γυναῖκα ψέξαι βούλοιτο. Ὁμήρου δὲ καὶ ταῦτα δεξιότης, τόπους τινὰς πολλαχοῦ παραδιδόντος τεχνικῶς ψόγων τε καὶ ἐπαίνων τοῖς ὁμιληταῖς. καὶ οὕτω μὲν εἰς ἔπαινον Πηνελόπης ἐνταῦθα τὰ τῆς νεκυίας ταύτης περαίνεται διὰ μέσου τοῦ βασιλέως, ὃς καὶ ἐν τῇ πρώτῃ καὶ μεγάλῃ νεκυίᾳ τὸν Ὀδυσσέα ἐθάῤῥυνεν ὡς μηδὲν πεισόμενον κακὸν ἐκ τῆς Πηνελόπης ὡς ἀγαθῆς γυναικός. (ῃερς. 118.) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν οὐκ ἀναγκαστὸν τῷ Ὀδυσσεῖ γενέσθαι ἱστορεῖ τὸν εἰς Ἴλιον πλοῦν, εἰς ὃν ἄμφω οἱ βασιλεῖς ἥκουσιν οὐ βιασόμενοι, ἀλλ' ὀτρύνοντες καὶ σπουδῇ παραπείσοντες συμπλεῦσαι εἰς Ἴλιον· μηνὶ γὰρ οὔλῳ κατειργάσαντο διὰ πειθοῦς ἐκεῖνον, οἷα κατὰ σύνεσιν ἢ καὶ ἐκ μαντείας εἰδότα τὸ τῆς Τρωϊκῆς μάχης δυσαποτέλεστον. εἰ δὲ καὶ οἱ μεταγενέστεροι δειλίαν κατηγοροῦσι τοῦ ἥρωος καὶ προσποίητον μανίαν θρυλοῦσι καὶ τὴν ἀνομοειδῆ συζυγίαν τῶν ζῴων προσιστοροῦσιν, ἣν ζεύξας μετεχειρίσθη τὸ ἄροτρον, καὶ τὸν ὑπὸ Παλαμήδους προφέρουσιν ἔλεγχον διὰ τοῦ βρεφυλλίου παιδὸς Τηλεμάχου καὶ ἄκοντά φασιν εἰς Τροίαν στρατεύσασθαι, λεγέτωσαν ἃ βούλονται· οἵ περ οὐ μόνον τοῦ Ὀδυσσέως τοιαῦτα καταγράφουσιν, ἀλλὰ καὶ τὸν Ἀχιλλέα τῇ γυναικωνίτιδι παραβύουσι, καὶ κερκίδα χειρίσαντες πρὸς ἱστουργίαν τὰς χεῖρας γυμνάζουσι, καὶ διὰ Παλαμήδους ἐκφήναντες καὶ αὐτὸν ἄγουσιν εἰς Τροίαν ἐλέγχιστον· ὧν οὐδὲν Ὅμηρος ἱστορεῖ, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, ἔνθα οὐ φαίνεται οὐδὲ τῷ Ἀχιλλεῖ κατ' ἀνάγκην γενέσθαι ὁ εἰς τὴν Ἴλιον πλοῦς. καὶ Σοφοκλῆς δὲ διὰ τοῦ Τεύκρου τὸν Αἴαντα ἑαυτοῦ φησὶν ἄρχειν καὶ οὐχ' ὑπὸ τὴν ἀνάγκην τοῦ σκήπτρου κεῖσθαι τῶν βασιλέων. (ῃερς. 106.) Ἰστέον δὲ καὶ ὅτι ταυτὸν μέλαιναν γῆν εἰπεῖν καὶ ἐρεμνὴν γαῖαν, ὡς ἐν τοῖς ῥηθεῖσι κεῖται. (ῃερς. 107.) Κεκριμένοι δὲ οἱ ἐπιλελεγμένοι· διὸ καὶ ἐπήγαγε παραθείς· οὐδ' ἂν ἄλλως (ῃερς. 108.) κρινάμενος λέξαιτο, ἤγουν διακρίνας ἐπιλέξαιτο. λείπει δὲ ἐν τῷ διακρίνας εὐθεῖα, ἵνα λέγῃ ὅτι οὐδ' ἂν ἄλλως τις διακρίνας λέξαιτο, ἢ καὶ ἑτέρως εἰπεῖν, οὐδ' ἂν ἄλλως λέξαιτο εἴ τις κρίνοι, εἰ μὴ ἄρα τὸ ἄλλος εἴη ἀντωνυμία· τότε γὰρ ἀνελλιπῶς ἔχει ὁ λόγος. δῆλον δὲ ὡς ταυτὸν κρῖναι καὶ λέξασθαι· ἀφ' ὧν τοῦ μὲν ὁ ἔκκριτος, τοῦ δὲ οἱ παρ' Εὐριπίδῃ λεκτοὶνεανίαι, καὶ ὁ ἐπίλεκτος καὶ ὁ λογὰς καὶ ἐπιλέγδην ἐπίῤῥημα. (ῃερς. 115.) Τὸ δὲ, ἐκεῖσε κατῆλθον, ἢ ἀντὶ τοῦ ἐνελιμενίσθην, ὡς πολλαχοῦ ἐῤῥέθη, ἢ ἀντὶ τοῦ ἁπλῶς ἦλθον. Ἀττικοὶ μέντοι καὶ τὸ τὸν φυγάδα εἰς τὴν πατρίδα νοστῆσαι κατελθεῖν λέγουσιν, ἐπεὶ καὶ ἡ πατρὶς ἑκάστοις οἷά τις λιμήν ἐστι. (ῃερς. 116.) Τὸ δὲ, σὺν Μενελάῳ, σχῆμά τι ἀμφιβολίας ἐμφαῖνον λέγει ὅμως οὐχ' ὅτι καὶ τὸν Μενέλαον ὤτρυνεν εἰς μάχην ὁ βασιλεὺς, ἀλλ' ὅτι κατῆλθεν εἰς Ἰθάκην σὺν Μενελάῳ, ἢ καὶ ὅτι καὶ αὐτὸς καὶ ὁ Μενέλαος τὸν Ὀδυσσέα ὤτρυνον. (ῃερς. 147.) Τὸ δὲ, φᾶρος ἔδειξεν, ἀντὶ τοῦ, ἡλίῳ ἔφηνεν, εἰς φῶς ἤγαγεν. Ἱστὸς δὲ κυρίως μὲν ἐργαλεῖον ὑφαντικὸν ὁμώνυμον τῷ τοῦ πλοίου ἱστῷ παρὰ τὸ ἵστασθαι. νῦν δὲ ἐπὶ ὑφάσματος ἡ λέξις κεῖσθαι δοκεῖ, ὡς δηλοῖ τὸ, ὑφήνασα μέγαν ἱστὸν, οὗ μέρος τὸ φᾶρος, εἰ μὴ ἄρα ταυτὸν ἐνταῦθα φᾶρος καὶ μέγας ἱστός. (ῃερς. 148.) Τὸ δὲ πλύνειν, ὃ νῦν ἐπὶ λινέου φάρους ἐῤῥέθη, γναφεύειν ἢ κναφεύειν ἐπὶ τῶν ἐριωδῶν λέγεται. Τὸ δὲ ῥηθὲν φᾶρος καὶ σπεῖρον ἐν τοῖς πρὸ τούτων ὠνόμασται. Ὅρα δὲ ὅτι καὶ νῦν ἐν τῷ τοῦ φάρους ἐπαίνῳ προηγεῖται ὁ πρὸς ἥλιον εἰκασμὸς τοῦ πρὸς τὴν σελήνην· ἠελίῳ γάρ φησιν ἐναλίγκιον ἠὲ σελήνῃ, καθ' ὁμοιότητα τοῦ, ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης. (ῃερς. 150.) Τὸ δὲ, ὅθι δώματα ναῖε συβώτης, παρῳδήθη ἐκ τοῦ, ὅθι δώματα ναῖε Θυέστης. (ῃερς. 161.) Τὸ δὲ ἐνίσσειν ὡς ταπολλὰ ἐνίπτειν λέγεται, ἐξ οὗ καὶ ἐνίψω μέλλων καὶ τὸ ἠνίπαπε καὶ ἡ ἐνιπή. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι διχῶς τὸ ἐνίσσειν, λόγοις τε καὶ πληγαῖς, εἰ μὴ ἄρα ἐν τῷ βολῇσι προσυπακουστέον ἀνάλογον ῥῆμα, οἷον τὸ ἐβάλλομεν ἢ ἐπλήττομεν ἤ τι τοιοῦτον, ὁποῖα καὶ ἄλλα ποιεῖν εἴωθεν Ὅμηρος. (ῃερς. 162.) Τὸ δὲ, ἐτόλμα τετληότι θυμῷ, ταυτὸν τῷ ἐκαρτέρει καὶ ὑπέμενε. παρὰ δὲ τοῖς ὕστερον ἡ τόλμα εἶδός τι θαρσαλεότητος. (ῃερς. 167.) Ἡ δὲ πολυκερδείη ὁμοίως τῷ ἐλεγχείη καὶ ἐγχείη τὴν διὰ διφθόγγου ἔχει παραλήγουσαν ὡς ἀπὸ τοῦ κέρδεος. (ῃερς. 170.) Τὸ δὲ, οὐδέ τις ἡμῶν, ταυτόν ἐστι τῷ, ἡμῶν οὐδεὶς, ὃ ἀνωτέρω εἴρηται. (ῃερς. 184.) Ἐπιστοφάδην δὲ ὡς ἐν Ἰλιάδι καὶ πρὸ ὀλίγων τὸ ἐπιστρεπτικῶς, ἤγουν ὧδε καὶ ἐκεῖ, καὶ ὡς εἰπεῖν, κύκλωθεν ἢ πάντοθεν. (ῃερς. 187.) Ἐν δὲ τῷ, σώματα ἀκηδέα, σώματα μὲν τὰ νεκριμαῖα συνήθως φησὶν, ἀκηδέα δὲ τὰ ἀτημέλητα· πρὸς ὅ περ ὁμοιότητά τινα ἔχει καὶ τὰ δυσκηδέα, ἢ καὶ ἄλλως ἀκηδέα τὰ ἀκήδευτα. (ῃερς. 189.) Μέλανα δὲ βρότον λέγει ὡς εἴ περ εἶπε μέλαν αἷμα· βρότος γὰρ κυρίως ὁ ἐξ αἵματος μολυσμὸς, οὐχ' ἁπλῶς μέντοι αἵματος ἀλλὰ βροτέου, ὅ ἐστιν ἀνθρωπίνου· ὃς δὴ βρότος καὶ βαρύνεται πρὸς διαστολὴν τοῦ βροτὸς τοῦ κατ' ἄνθρωπον. οὕτω καὶ κακὸς μὲν τὸ ἐπίθετον ὀξυτόνως, Κάκος δὲ ἐν βαρυτονήσει λῃστὴς Λατῖνος, ὃν ἀνεῖλεν Ἡρακλῆς. πολλὰ δὲ τοιαῦτα καὶ ἕτερα. Ἐν δὲ τῷ, ἐξ ὠτειλέων, γενικώτερον εἴρηται ἡ ὠτειλὴ, τάς τε πόῤῥωθεν δηλοῦσα βολὰς καὶ τὰς ἐγγύθεν πληγάς. (ῃερς. 195.) Σημείωσαι δ' ἐν τούτοις καὶ τὸ, ὡς εὖ μέμνητ' Ὀδυσῆος· μετὰ γενικῆς γὰρ συντέτακται τὸ μέμνηται, οὐ μὴν κατὰ τὸ, μέμνημαι τάδε πάντα, ὃ ἀνωτέρω (ῃερς. 122.) κεῖται. (ῃερς. 197.) Ἐν δὲ τῷ, τεύξει ἐπιχθονίοισιν ἀοιδὴν, ἐπὶ ἀγαθοῦ νοητέον τὴν ἀοιδὴν, ὡς δηλοῖ ἐπαχθὲν τὸ χαρίεσσαν· δῆλον δὲ καὶ ἐκ τῶν ἐφεξῆς, ἐν οἷς ἐξ ἐναντίου ἔφη ὡς ἡ Κλυταιμνήστρα στυγερὴ ἀοιδὴ τοῖς μετὰ ταῦτα ἔσσεται, ὥστε καὶ τὸ ἐκ τούτων ὁ ἀοίδιμος μέση λέξις κυρίως ἐστίν. (ῃερς. 199.) Ὁ δὲ Τυνδάρεος εἰ καὶ παρὰ τοῖς ὕστερον ἐκτείνει τὴν λήγουσαν Ἀττικῶς, ἀλλὰ παρὰ τῷ ποιητῇ κοινῶς κλίνεται ὡς δηλοῖ τὸ, Τυνδαρέου κούρη. οὕτω καὶ ἐν Ἰλιάδι Πηνελέοιο φησὶν ἄνακτος, ὃν Πηνέλεων ἐν ἐκτάσει τῆς ληγούσης φασὶν οἱ Ἀττικοί. (ῃερς. 201.) Ἐν δὲ τῷ, χαλεπὴν φῆμιν ὄπασσε, φανερῶς ἡ φῆμις ἐστὶν Ἰωνικῶς καθὰ καὶ ἀλλαχοῦ· δακτύλου γὰρ νῦν ἐστὶ παραλήγουσα ἡ τῆς αἰτιατικῆς ταύτης λήγουσα. ταυτὸν δὲ πάντως ἐνταῦθα ἡ στυγερὴ ἀοιδὴ καὶ ἡ χαλεπὴ φῆμις, ὥς περ ἀνωτέρω ταυτά εἰσι τὸ, κλέος ἀρετῆς, καὶ τὸ, ἀοιδὴ χαρίεσσα. Τούτων δὲ οὕτω προεκτιθεμένων καὶ ἐγνωσμένων ἤγουν τοῦ ψυχοπομπὸν ἐνταῦθα τὸν Ἑρμῆν πεπλάσθαι, τῆς Λευκάδος πέτρας, τῆς νεκυίας καὶ τῶν περὶ αὐτὴν, χρὴ μνησθῆναι τοῦ λοιποῦ καὶ ὧν εἰς τὴν νεκυίαν ταύτην ἐπεχείρησαν οἱ παλαιοὶ, ἣν οἱ μὲν ἐκμοχλεύοντες τῆς ποιήσεως ταύτης, οἱ δὲ συνιστῶντες τοιαῦτα εἶπον· Τίς, φασι, χρεία τοῦ δευτέρου τῆς νεκυίας ἐπεισοδίου; ἡ λύσις, ὅτι αἴτιον ἡ τῆς ποιήσεως πολύφωνος ποικιλία, καὶ ὅτι καὶ ἕτερα παρὰ τῷ ποιητῇ πολλὰ κεῖνται ὁμοειδῆ· οἷον, μονομαχίαι κατὰ πρόκλησιν καὶ σφαγαὶ κατὰ τύχην ὅμοιαι καὶ προσώπων μεγαλαυχίαι ταυτότητα ἔχουσαι. Ἔτι πῶς, φασὶ, χθόνιόν τε καὶ ψυχοστόλον ἀσυνήθως καλεῖ τὸν Ἑρμῆν; ἡ λύσις, ὅτι συνῳδὰ ταῦτα τοῖς Ἰλιακοῖς, ἔνθα ἐριούνιον αὐτὸνκαλεῖ καθὰ καὶ ἐν τοῖς πρὸ τούτων· ὁ δὲ ἐριούνιος ἐκ τῆς ἔρας παραφωνεῖται. καὶ τὸν Ἡρακλῆν δὲ εἰς Ἅιδου Ἑρμείας πέμπει σὺν Ἀθηνᾷ, ὅτε τὸν Κέρβερον ἀνήγαγε. Πῶς δέ, φασι, καὶ πέτρα Λευκὰςπρὸς τοῖς τοῦ Ἅιδου ἀφεγγέσι τόποις; ἡ λύσις, ὅτι πρὸς τοῖς ἔτι πεφωτισμένοις μέρεσι κεῖσθαι δεῖ νοεῖν αὐτὴν, ὡς καὶ προείρηται. Ἔτι γελοῖον φασὶ μεθ' οὕτω πολὺν χρόνον ἄχνυσθαι τὴν Ἀγαμέμνονος ψυχὴν ὡς προσφάτως θανοῦσαν καὶ τοῖς ἑταίροις συνολοφύρεσθαι· ἡ λύσις, ὅτι πρὸς αὐτῷ τῷ θανάτῳ τοιοῦτος ὢν ὁ Ἀγαμέμνων φυλάσσει διὰ τέλους τὸ οὕτω φαίνεσθαι· ταῖς γὰρ ψυχαῖς κατὰ τὸν ποιητὴν τὰ τῶν ἄνω παθημάτων εἴδωλα καὶ κάτω διηνεκῶς ἐμφαντάζονται, καθὰ καὶ ἡ πρώτη νεκυία ἐδήλωσεν. Ἔτι μέμφονται τὸ τὰς Μούσας αὐτὰς παρεῖναι τῷ θρήνῳ τοῦ Ἀχιλλέως, ὡς πρὸ ὀλίγων δεδήλωται· οὐχ' Ἑλληνικὸν γάρ φασι τοῦτό γε, ἀλλὰ βαρβαρικόν. διὸ Ἕκτορι μὲν παρακάθηνται θρήνων ἀοιδοὶ, οὐ μὴν καὶ Πατρόκλῳ τῷ πάνυ κλαυσθέντι τοῖς Ἀχαιοῖς. καὶ τὸ λέγειν δὲ περὶ ὀκτωκαιδεκάτην ἡμέραν πυρκαϊᾷ τὸν Ἀχιλλέα δοθῆναι ἀγνοοῦντος ἐστί, φασι, τὴν Ὁμήρου περὶ ταφὰς δόξαν· παρ' ᾧ, θάπτε με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω, φησὶ Πάτροκλος. πῶς δέ, φασι, καὶ ἐπιμίγνυνται τοῖς νεκροῖς οἱ μνηστῆρες, ὅπου Πάτροκλον οὐκ ἐῶσι μίσγεσθαι ἄταφον ὄντα; καὶ τοιαῦτα τινὰ παίξαντες οἱ ταῦτα φιλοκρινοῦντες καὶ ἀπορίας διασπαράξαντες, εἶτα καὶ λύσεσιν οἷον συνουλώσαντες, προσίενται ὅμως καὶ τὴν νεκυίαν ταύτην, ἀποδεχόμενοι αὐτῆς καὶ ὅτι τὰ κατὰ τὸν θάνατον τοῦ Ἀχιλλέως διέξεισι τὸν ἐν Ἰλιάδι σεσιγημένον, καὶ ὅτι ἐπαναλαμβάνει ὁπόσα τῆς ποιήσεως ταύτης οὐκ ἔφθη ὁ ποιητὴς ἀνακεφαλαιώσασθαι, τὰ κατὰ τὴν Πηνελόπην δηλαδὴ, ὡς ἐῤῥέθη, καὶ τὴν τοῦ Ὀδυσσέως λαθραίαν ἐπάνοδον. (ῃερς. 204.) Ὅτι περιφράζων τὸν Ἅιδην Ἀΐδαο δόμους λέγεκαὶ κεύθεα γαίης. ταυτὸν δὲ γῆς κευθμῶνας εἰπεῖν. (ῃερς. 205.) Ὅτι ἐν τῷ, ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο καλὸν Λαέρταο τετυγμένον, ἐφ' ὑψηλοῦ τινὸς τόπου κεῖσθαι τὴν Ἰθάκην φαίνεται, ὡς δηλοῖ τὸ κατέβαν. τοῦτο δὲ δῆλον καὶ ἐκ τοῦ ὑπὲρ πόλιος Ἑρμαίου λόφου, ὃς πρὸ τούτων εἴρηται. (ῃερς. 206.) Τὸ δὲ καλὸν ἢ πρὸς τὸ ἀγρὸν κολλητέον, ἵνα εἴη καλὸς οὗτος ἀγρὸς ὁ τοῦ Λαέρτου, ἢ πρὸς τὸ τετυγμένον, ἵνα λέγῃ, καλὸν τετυγμένον, πρὸς ὁμοιότητα τοῦ, εὖ τετυγμένον, εἴτουν εὔτυκτον. ὃν καὶ ἠρέμα ὑπεκφράζων ἐνταῦθα κατά γε μόνην τὴν κατοίκησιν ὁ ποιητὴς λέγει· ὃν δή ποτε αὐτὸς (ῃερς. 207.) Λαέρτης κτεάτισσε, τουτέστιν ἐκτήσατο οὐ κατὰ λόγον ὤνου, ἀλλ' ἐπειδή, φησι, μάλα πόλλ' ἐμόγησε κατὰ βίον ἁπλοῦν ἡρωϊκόν. τὸ δὲ τοιοῦτον μόγημα καὶ πολυδένδρεον κατέστησε τὸν τοιοῦτον ἀγρὸν, ὡς πρὸ ὀλίγων εἶπεν Ὀδυσσεύς. (ῃερς. 208.) ἔνθα οἱ, φησὶν, οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντῃ, ὁποῖά τι χαράκωμα τῶν ἐντὸς ἢ καὶ ἑρκίον ἐπαύλεως. (ῃερς. 209.) ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. ἐν δὲ γυνὴ Σικελὴ γρηῦς πέλεν, ἣ δὴ γέροντα (ῃερς. 212.) ἐνδυκέως κομέεσκεν ἐκεῖ ἐπ' ἀγροῦ. πρωτότυπον δὲ τὸ κομέεσκε καὶ τὸ κομεῖν τοῦ κομίζειν· ὅθεν κομιδὴ ἡ ἐπιμέλεια. (ῃερς. 208.) Ἐν δὲ τῷ, περὶ δὲ κλίσιον θέε πάντῃ, τουτέστι περιέθεε καὶ κύκλῳ ἦν, σημείωσαι ὡς οὐκ ἐξ ἀνάγκης τὰ διαλελυμένα ταυτὰ τοῖς συνθέτοις εἰσὶν, ὡς μυριαχοῦ φαίνεται. ἰδοὺ γὰρ περιθέει μὲν πάντῃ κλίσιον ἐνταῦθα, οὐκ ἂν δὲ λεχθείη θόλος κατὰ τὸν ἐν τῷ οἴκῳ τοῦ Ὀδυσσέως, ὃς καὶ αὐτὸς ἐκ τοῦ θέειν καὶ τοῦ ὅλον σύγκειται, ὃ ταυτόν πώς ἐστι τῷ περιθέειν πάντῃ. κλίσιον δὲ οἰκετικὸς οἶκος ἐστὶν εὐτελὴς καὶ οἷόν τις κλισία, περὶ ἣν δμῶες ἴαυον. παρὰ μέντοι Ἀττικοῖς τὸ κλίσιον ἁμαξῶν καὶ ζευγῶν ἐστὶ δεκτικὸν, ὃ λέγεται τοὺς Ῥωμαίους παρὰ τὴν στάσιν σταῦλον καλεῖν. Δίωνι μέντοι τῷ καλῷ τὴν γλῶσσαν δοκεῖ κλίσιον εἶναι τὸν σταθμὸν τῶν προβάτων, ὁποία ἡ κοινῶς λεγομένη σκεπαστή. ἐν δὲ ῥητορικοῖς λεξικοῖς, παρ' οἷς καὶ διὰ διφθόγγου καὶ διὰ μόνου δὲ διχρόνου ἡ τῆς λέξεως ἄρχουσα εὕρηται, κεῖνται καὶ ταῦτα· κλείσιον, θυρεὼν ἐν ᾧ καὶ ζεύγη ἵσταται. καὶ κλεισίαι, αὔλειοι πυλῶνες, πλατεῖαι θύραι δι' ὧν καὶ ζεύγη εἰσέρχονται. Αἴλιος δὲ Διονύσιος κλεισίον φησὶν ὡς κλειδίον, καὶ ὅτι θυρὼν τοῦτο μέγας, καὶ κλεισίαι αἱ τούτου θύραι πλατεῖαι καὶ εἰς τὸ ἐκτὸς ἀνοιγόμεναι. ἐν ἑτέρῳ δὲ γράφει, ὅτι κλίσιον Ἀμερίας τὸ πρόστῳον ἴσως παρὰ Ἴωσιν, ὡς καὶ Ὅμηρος, περὶ δὲ κλείσιον θέε πάντῃ· παρὰ δὲ Ἀττικοῖς κλείσιονὁ μέγας θυρών. καὶ μή ποτέ, φησι, τοῦτο μὲν ἐκτείνεται καὶ παροξύνεται, ἐκεῖνο δὲ συστέλλεται καὶ προπαροξύνεται. καὶ τοιαῦτα μὲν τὰ τῶν ὕστερον. Ὅμηρος δὲ δουλικὸν σαφῶς οἶκον ἐμφαίνει, τὸ παρ' αὐτῷ κλείσιον ἑρμηνεύων οὕτως· (ῃερς. 209.) ἐν τῷ σιτέκοντο καὶ ἑξῆς. Τὸ δὲ ἴαυονκἀνταῦθα γεˉνικῶς τὴν περί τι διατριβὴν δηλοῖ. δόξειε δ' ἂν καὶ τοῦ κοιμᾶσθαι νῦν ὡς ἐκ μέρους εἶναι δηλωτικόν. (ῃερς. 210.) Δμῶες δὲ ἀναγκαῖοι οἱ κατὰ τὴν Ὁμηρικὴν ἑρμηνείαν φίλα ἐργαζόμενοι. ἐν μέντοι τοῖς ἑξῆς (ῃερς. 499.) ἀναγκαῖοι πολεμισταὶ Λαέρτης καὶ Δολίος, οἳ καὶ πόλιοί περ ἐόντες τεύχεα ἔδυναν, οὐ μόνον οἱ χρειώδεις ὡς νῦν, ἀλλὰ καὶ οἱ κατ' ἀνάγκην πολεμοῦντες. (ῃερς. 211.) Ἡ δὲ ῥηθεῖσα Σικελικὴ γραῦς κεῖται καὶ λούουσα τὸν δεσπότην ἐν τοῖς ἑξῆς. τίς δὲ διαφορὰ Σικελοῦ καὶ Σικελιώτου, προδεδήλωται ὅπου καὶ τῆς Σικελῆς ταύτης γραὸς μνεία τις γέγονεν. (ῃερς. 214– 320.) Ὅτι καθάπαξ ὁ Ὀδυσσεὺς γλυκανθεὶς τῇ τῶν οἰκείων ἀποπείρᾳ οὐδὲ τῷ πατρὶ αὐτόθεν ἐθέλει ἀπεριέργως γνωρισθῆναι, μεθοδεύσας δὲ διάπειραν σχεῖν καὶ αὐτοῦ τοὺς μὲν ἀμφ' αὑτὸν στέλλει δεῖπνον τάχυ συῶν ἱερεῦσαι ὅ τις ἄριστος· αὐτὸς δὲ πειρήσομαί, φησι, πατρὸς ἡμετέροιο, εἴ με ἔτι γνοίη καὶ φράσσεται ὀφθαλμοῖσιν, ἢ ἀγνοίησι πολὺν χρόνον ἀμφὶς ἐόντα. καὶ δίδωσιν αὐτοῖς εὐθὺς καὶ τὰ πολεμικὰ τεύχεα, καὶ αὐτοὶ μὲν ἔρχονται δόμονδε ποιήσοντες ὡς ἐκέλευεν Ὀδυσσεύς. ὁ δὲ ἐγγὺς ἔρχεται πολυκάρπου ἀλωῆς πειρητίζων, τουτέστι πειρασόμενος, ἀντὶ μέλλοντος γὰρ ὁ ἐνεστὼς καὶ νῦν κεῖται. καὶ Δολίος μὲν καὶ οἱ αὐτοῦ παῖδες αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος ᾤχοντο, ἡγεμονεύοντος αὐτοῖς τοῦ γέροντος Δολίου, τουτέστιν ἐπιστατοῦντος τοῖς υἱοῖς εἰς τὸ ἔργον. τὸν δ' οἶον πατέρα εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, ὃν καὶ ἐμφράζων ὡς οἷα τινὰ ἐπιμελητὴν ἀγροῦ ἐπάγει· λιστρεύοντα φυτὸν, ῥυπόωντα δὲ ἕστο χιτῶνα ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας κνημῖδας ῥαπτὰς δέδετο γραπτῦς ἀλεείνων, χειρίδας τ' ἐπὶ χερσὶ βάτων ἕνεκα, αὐτὰρ ὕπερθεν αἰγείην κυνέην κεφαλῇ ἔχε πένθος ἀέξων. τὸν δ' ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, οὐκέτι κἀνταῦθα πολύτλας ἦν, ἀλλὰ στὰς ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε καὶ μερμήριξε μὲν κῦσαι καὶ περιφῦναι ἑὸν πατέρα καὶ ἕκαστα εἰπεῖν. ἔδοξε δ' ὅμως αὐτῷ κέρδιον εἶναι, πρῶτα κερτομίοις ἐπέεσσι πειρηθῆναι. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ· καὶ ὁ μὲν κάτω ἔχων κεφαλὴν φυτὸν ἀμφελάχαινεν, ὁ δὲ παριστάμενος, ὦ γέρον, ἔφη, οὐκ ἀδαημονίη σε ἔχει ἀμφιπολεύειν ὄρχατον, ἀλλ' εὖ τοι κομιδὴ ἔχει, ἡ τοῦ κήπου δηλαδὴ, οὐδέ τι πάμπαν οὐ φυτὸν οὐ συκῆ οὐκ ἄμπελος οὐ μὲν ἐλαίη οὐκ ὄγχνη οὐ πρασίη τοι ἄνευ κομιδῆς κατὰ κῆπον. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ· αὐτόν σε οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ' ἅμα γῆρας λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι, τουτέστιν ἐνδέδυσαι. εἶτα ἐπιπλέκων πάλιν ἔπαινον λέγει· οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκεν οὔ σε κομίζει, οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι εἶδος καὶ μέγεθος, ἤγουν κατ' ὄψιν οὐ δοῦλος φαίνῃ, βασιλῆϊ γάρ, φησιν, ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων. ἐπὶ δὲ τούτοις ἐρωτᾷ, τίνος δμώς ἐστιν ἀνδρῶν, τίνος δὲ ὄρχατον ἀμφιπολεύει, καὶ ἔτι, εἴ περ οὗτος ὁ ἐρωτῶν αὐτὸν δηλαδὴ ξένος μὴ ἀλλαχοῦ γῆς ἀλλ' ἐν Ἰθάκῃ ἐστὶν, ὥς μοι, φησὶν, ἔειπεν οὗτος ἀνὴρ νῦν δὴ ξυμβλημένος, οὔ τι μάλ' ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα εἰπεῖν καὶ ἐπακοῦσαι ἀμφὶ ξείνῳ ἐμῷ, εἴ που ζώει τε καὶ ἐστὶν, ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ἐστὶ δηλαδή. ὃν ξένον αὐτοῦ καὶ ἐφερμηνεύων, ὡς ἐξ Ἰθάκης Ὀδυςσεὺς ἦν, λέγει, ὃς ἔφασκε Λαέρτην Ἀρκεισιάδην πατέρα εἶναι αὐτῷ. ἀφηγεῖται δὲ καὶ δῶρα ἐκείνῳ αὐτός ποτε δοῦναι, χρυσοῦ εὐεργέος ἑπτὰ τάλαντα καὶ κρητῆρα πανάργυρον ἀνθεμόεντα, δώδεκα δὲ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλὰ, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας· χωρὶς δ' αὖ γυναῖκας ἀμύμονας ἔργα εἰδυίας τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι. πολλὰ ταῦτα· διὸ καὶ μυρία ὁ Λαέρτης ἐρεῖ αὐτά· ἐξ ὧν καὶ παροιμιάσαιτ' ἄν τις ἐπὶ τῶν ψευδῶς χαριζομένων ἄχρι καὶ μόνου λόγου τὰ δῶρα τοῦ ἐξ Ἀλύβαντος ξένου ἢ τὰ τοῦ Ἀλυβαντίνου ἑταίρου ξένια. τοιοῦτον γὰρ ἑαυτὸν Ὀδυσσεὺς πλάσει ἐξ Ἀλύβαντος ὁρμᾶσθαι εἰπὼν, ὡς μετ' ὀλίγα (ῃερς. 304.) ῥηθήσεται, ἵνα ὥς περ ἡ τοῦ Φανίου θύρα τὰ μηδαμοῦ ὄντα χρήματα ἐπαροιμιάζετο στέγειν ἐντὸς διὰ τὸ τὸν Φανίαν ψευδῶς ἑαυτῷ κειμηλιοῦσθαι πλοῦτον, οὕτω καὶ ὁ Ἀλυβάντιος ξένος δῶρα τῇ παροιμίᾳ χαρήσηται, ἅ περ ὁ ἀὴρ ἔχει λαβὼν ἐκ στόματος. καὶ τοιαύτη μὲν τέως ἡ τοῦ σοφοῦ Ὀδυσσέως ἀπόπειρα· ᾗ περ ἐπιμεμενηκὼς καὶ εἰσέτι μετὰ βραχέα καὶ ἰδὼν τὸν πατέρα γέροντα κατάκρας ἀδινὰ στενάχοντα οὐκέτι κρατεῖν ἑαυτοῦ ἔχει, ἀλλὰ περιφὺς ὁμολογεῖ Ὀδυσσεὺς εἶναι, καὶ ἀναγνωρισθεὶς καὶ αὐτῷ, καθὰ καὶ τοῖς πρὸ αὐτοῦ, ποιεῖ τὰ ἐφεξῆς, οὐ μάτην ἀποπειρασάμενος ἀλλ' ἐπ' ἀγαθῷ· προμηθέστατα γὰρὈδυσσεὺς οὐκ εὐθὺς ἑαυτὸν ἀναγνωρίζει τῷ πατρὶ, μή ποτε τῷ αἰφνιδίῳ τῆς χαρᾶς ἀποσβῇ ὁ γέρων· σμικρὰ γὰρ, τραγικῶς εἰπεῖν, παλαιὰ σώματ' εὐνάζει ῥοπὴ, τουτέστι βραχεῖά τις ἀφορμὴ, λύπης τυχὸν ἢ χαρᾶς ἢ φοβοῦ, ἐκλείπειν ποιεῖ, ἐπεί τοι καὶ ἐν τοῖς ἑξῆς (ῃερς. 345.) τοῦ Ὀδυσσέως ἀναγνωρισθέντος λύτο αὐτόθι γούνατα καὶ φίλον ἦτορ τῷ γέροντι, σήματ' ἀναγνόντι τά οἱ ἔμπεδα πέφραδεν Ὀδυσσεὺς, καὶ μικροῦ ἀπέψυξεν ἄν. οὕτω καὶ ὁ Ἄργος κύων ἐπὶ σμικρᾶς ῥοπῆς ὢν ἱστορήθη ἐκψύξαι τῷ τοῦ Ὀδυσσέως ἀναγνωρισμῷ. διὰ ταῦτα τοίνυν ἀφίησι τὸν πατέρα τῇ ἀναμνήσει συγχεθῆναι τοσοῦτον, ὥστε αὐτὸν ἄχεος, φησὶν, νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς πολιῆς ἀδινὰ στενάχων. καὶ τότε δὴ ἐπάλμενος καὶ περιφὺς ἔκυσέ τε καὶ ἔφη· (ῃερς. 321.) κεῖνος μέν τοι ὅδ' αὐτὸς ἐγὼ, πάτερ, ὃν σὺ μεταλλᾷς, ἤλυθον καὶ ἑξῆς. καὶ οὕτως ὁ τοῦ παιδὸς ἀναγνωρισμὸς πάνυ διαχυτικὸς ὢν καὶ πολλὴν ῥοπὴν τῷ παλαιῷ σώματι δοὺς, ὅμως οὐκ ἔσχε καὶ εὐνάσαι αὐτὸν κατεργασάμενος, ἀλλ' ἐπαναγαγὼν ἐκ τῆς ἄγαν λύπης οὐκ ἐξίσχυσε καὶ κακόν τι τῷ σφοδρῷ τῆς ἡδονῆς συνεργάσασθαι, ἀλλ' ἐξ ἀκροτήτων ἤγαγεν εἰς μεσότητα, καὶ συγκεράσας μετρίως εἰς τὸ ἐξ ἀρχῆς κατὰ φύσιν ἀποκατέστησε. προμηθέστατα οὖν, ὡς εἴρηται, ποιεῖ Ὀδυσσεὺς τὸν ἀναγνωρισμόν, διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο, ὡς κέρδιον εἶναι τῷ Ὀδυσσεῖ ἐκρίθη κερτομίοις ἐπέεσσι πειρηθῆναι. καὶ ἐν τῷ τέλει δὲ τοῦ λόγου ὅτε τὸν τεράστιον ὄλεθρον τῶν μνηστήρων καταλέγει, σὲ δὲ χρή, φησι, τετλάμεν ἔμπης ἵνα μή τι πάθῃς, τῇ ἐκτὸς δηλαδὴ καὶ παρ' ἐλπίδας χαρᾷ. τοῦτο δὴ τὸ Σοφόκλειον. καὶ τοιάδε μὲν ταῦτα. Ἐν δὲ τοῖς καθέκαστα τοῦ ῥηθέντος χωρίου τὸ μὲν, (ῃερς. 215.) δεῖπνον ἱερεύσατε, ἀντὶ τοῦ, διὰ δεῖπνον σφάζετε· οὐ γὰρ ἄλλως ἐνταῦθα ἱερεύεται κατὰ θυσίαν ὁ σῦς. (ῃερς. 217.) Ἐν δὲ τῷ, εἴ με ἔτι γνοίη, ἀργὸν ἐκ περισσοῦ κεῖται τὸ ἔτι ἐπίῤῥημα· ὁποῖα καὶ ἄλλα ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθησαν, ἐν οἷς καὶ τὸ τὶ, πολλαχοῦ κατὰ παρολκὴν κείμενον, οἷον ἐν τῷ σχεδόν τι καὶ οὔ τι καὶ οὕτω τι καὶ, ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας. Ἰστέον δὲ ὅτι τῶν χαλκεμβόλων νεῶν τὰ ἔμπροσθεν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, καθὰ μηροὶ καὶ μηρὰ καὶ ἄλλα δὲ ὁμοίως μεταπεπλασμένα, οὕτω καὶ ἔμβολοι λέγονται ἀρσενικῶς καὶ ἔμβολα οὐδετέρως· οἷον, δίπρωρος δ' ἐγεγόνει καὶ δίπρυμνος καὶ ἔμβολα εἶχεν ἑπτά. (ῃερς. 218.) Τὸ δὲ ἀγνοίησι λέξις μὲν μετρικοῖς ἴσως ἀγαπητὴ, πάντῃ δὲ ἀσυνήθης καὶ μάλιστα διὰ τὸν τόνον· εἴτε γὰρ ἐκ τοῦ ἀγνοῶ εἴτε ἐκ τοῦ ἀγνοιῶ, οὐκ εὔλογος ἡ παροξυτόνησις. μάλιστα οὖν δοκεῖ ἐκ τοῦ ἀγνοίημι εἶναι τὸ τρίτον ἀγνοίησιν ὡς τίθησι, τὸ δὲ ἀγνοίημι ἐκ τοῦ ἀγνοιῶ, ὡς αἰνῶ αἴνημι· οἷον, οὔ μιν ἔγω γε αἴνημι, καὶ διζῶ δίζημι, ὅθεν καὶ διζήμενος. (ῃερς. 224.) Αἱμασιὰ δὲ κατὰ τὴν τοῦ ποιητοῦ ἑρμηνείαν, ἀλωῆς ἕρκος, ἴσως μὲν, ὡς προεδηλώθη, ἐξ ἀκανθῶν οὖσα ποτὲ, ὧν εἶδος καὶ αἱ βάτοι ἃς ὁ γέρων διαχειρίζεται, καὶ κληθεῖσα παρὰ τὸ αἱμάσσειν τοὺς κατεπιχειροῦντας. οἱ μέντοι παλαιοὶ αἱμασίας φασὶ τὰ ἐκ λεπτῶν λίθων ἐκτισμένα τοιχίδια. διὸ καὶ ὁ ποιητὴς τὴν ἀλωὴν, εἰς ἣν αὐταὶ συνήγοντο, εὐκτιμένην ἔφη, καθά που καὶ πόλεις εὐκτιμένας λέγει. περὶ δὲ αἱμασιῶν πλατύτερον ἤδη προείρηται. (ῃερς. 226.) Οἶον δὲ, τουτέστι μόνον, εὑρεῖν τὸν πατέρα πλάττεται Ὀδυσσεὺς, ἵνα καὶ αὐτόθι κοινότερον ὕστερον ἀναγνωρισθῇ τοῖς ἀμφὶ τὸν γέροντα. (ῃερς. 227.) Λιστρεύειν δὲ τὸ περιξύειν παρὰ τὸ λίστρον, ὅ ἐστι ξύστρον, περὶ οὗ καὶ αὐτοῦ προγέγραπται. αὐτὸ δὲ τὸ, λιστρεύειν φυτὸν, ὅμοιόν ἐστι τῷ, φυτὸν ἀμφιλαχαίνειν· καὶ γὰρ ὁ λιστρεύων φυτὸν ὀρύττει καὶ ὁ λαχαίνων φυτὸν, ἐπεὶ λαχαίνειν ταυτόν ἐστι τῷ διασκάπτειν, ἀφ' οὗ καὶ λάχανον. καὶ γίνεται ἡ λέξις παρὰ τὸ ποιεῖν λίαν χαίνειν τὴν γῆν, ἐξ οὗ καὶ σήραγγας ἐπενοήθη λέγεσθαι γῆς παρὰ τὸ σεσηρέναι, ὃ ταυτόν πως τῷ διαχάσκειν ἐστί. (ῃερς. 228.) Τὸ δὲ, ῥαπτὸν ἀεικέλιον, ὑφὲν ἀναγνωστέον, ἵνα δηλοῖ τὸν ἀεικελίως ῥαπτόν. τοιοῦτον καὶ ἐν Ἰλιάδι σὺν ἄλλοις τὸ, τοξότα λωβητήρ. ὅμοιον δὲ καὶ ἡ ἐν Ἀρκαδίᾳ Μεγάλη πόλις, ὡς προδεδήλωται, καὶ ἕτερα πολλά. (ῃερς. 229.) Κνημῖδας δὲ νῦν οὐ πολεμικὰς λέγει, ἀλλὰ βύρσας δι' ὧν κνῆμαι τοῖς ἀγρόταις καλύπτονται. οὕτω δὲ καὶ (ῃερς. 231.) κυνέην αἰγείην οὐ τὴν ἐν μάχῃ χρηστὴν, ἀλλὰ τὸ ἁπλῶς ἐξ αἰγὸς κάλυμμα τῆς κεφαλῆς. καὶ σημείωσαι τὰς λέξεις εἰς χρείαν ὁμωνυμίας καὶ εἰς γραφῆς χρησιμότητα. (ῃερς. 229.) Ῥαπτὰς δὲ κνημῖδας λέγει ἢ προσυπακουομένου καὶ ἐνταῦθα τοῦ ἀεικελίως αὐτὰς ἐῤῥάφθαι, ἢ καὶ μᾶλλον εἰς δεῖξιν τοῦ περίβλημα εἶναι ταῖς κνήμαις αὐτὰς καὶ μὴ ἁπλῶς ᾐωρημένας τετυλίχθαι περὶ τὰς κνήμας, ἴσως δὲ καὶ εἰς διαστολὴν τῶν ἐκ σιδήρου ὧν ἄπεστι τὸ ἐῤῥάφθαι. Τὸ δὲπεριδέδετο οἰκεῖον ἐπὶ κνημίδων, ὡς ἐπὶ πεδίλων τὸ ὑποδεδέσθαι. Γραπτύας δὲ καὶ ἐν συναιρέσει γραπτῦς λέγει τὰς ἐξ ἀκανθῶν ἢ ἀκανθωδῶν τινῶν γραφὰς ἤγουν, ὡς καὶ προεῤῥέθη που, ξέσεις καὶ ἀμυχὰς, ἀπὸ τοῦ γράφω τὸ ξέω, ὃ καὶ ἀμύσσειν λέγεται, ὅθεν ἡ ἀμυχή. πολλῶν δὲ παρηγμένων ἐκ τοῦ γράφειν, ὡς καὶ ἡ Ἰλιὰς ἀκριβῶς δηλοῖ, δῆλον ἐκεῖθεν καὶ τὸ γράμμα, ὃ καὶ στοιχεῖον σημαίνει συνήθως, ἔτι δὲ καὶ σύγγραμμα· ἐξ οὗ καὶ πολλὰ γράμματα εἰδέναι φαμὲν καὶ γραμματικὸν εἶναι τὸν πολλῶν συγγραμμάτων ἔμπειρον. κεῖται δ' αὐτὸ καὶ παρὰ Καλλιμάχῳ ἐν τῷ, γράμματα δ' οὐκ εἴλισσεν ἀπόκρυφα. καὶ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμα ἀναλεξάμενος. καὶ τοῦτο μὲν οὕτως. Ἰστέον δὲ καὶ ὅτι τὰς μὲν τῶν κνημῶν γραπτῦς αἱ κνημῖδες κωλύουσι, (ῃερς. 230.) τὰς δὲ τῶν χειρῶν αἱ χειρίδες, ἤγουν τὰ τῶν χειρῶν καλύμματα ἐκ δερμάτων δηλαδὴ καὶ αὐτὰ ὄντα. ὧν ἡ παραγωγὴ ὥς περ κνήμη κυνημὶς, οὕτω καὶ χεὶρ χειρίς· ἐξ ἧς καὶ ἐγχειρίδιον οὐ μόνον τὸ ξιφίδιον καὶ τὸ μαχαίριον καὶ τὸ βιβλίδιον ὡς τὸ Ἐπικτήτου ἐγχειρίδιον, ἀλλ', ὡς ὁ Ἀθήναιος δηλοῖ, καὶ τὸ τῆς θαλασσίας κώπης κράτημα. Ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ ἀκανθῶν χειρίδες ἐπινενόηνται, ἀλλὰ καὶ ἐπὶ ἔργων εὐχερείᾳ. καὶ τοξεύοντες γοῦν τινὲς χειρίσι χρῶνται, εἰ καὶ μὴ δακτυλωταῖς, καὶ πλύνοντες δὲ καὶ ζυμοῦντες. παρὰ γοῦν τῷ Δειπνοσοφιστῇ εὕρηται τὸ, σιτοποιὸς χειρίδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιῤῥέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπαίοι ἢ ἐμπίπτοι. ἔνθα σημείωσαι τὸν κημὸν ἐκδηλοτάτην διαφορὰν ἔχοντα πρὸς τὸν χαλινόν· ὁ μὲν γὰρ ἐπὶ ἵππων, ὁ δὲ κημὸς ἰδοὺ καὶ ἐπὶ ἀνθρώπου, ἔξω δηλαδὴ περὶ τὰ χείλη κείμενος· ὁποῖός τις καὶ ὁ τὰ τῆς ἄρκτου κατασφαλιζόμενος ὥστε μὴ δάκνειν τοὺς παρατυγχάνοντας. εἰ δὲ καὶ σιδηροῦς ἢ χαλκοῦς ἐκεῖνος, ἀλλ' ὁ κατ' ἄνθρωπον οὐκ ἂν εἴη τοιοῦτος, ἀλλὰ κόμμα τι λίνεον προβέβληται τῶν τε χειλέων καὶ τῆς ῥινὸς, ἵνα μή τι φορτικὸν ἔξωθεν εἰσπνέοιτο, λεπτὸν ὂν καὶ ῥᾷον ἐπιβουλεῦον τοῖς τοιούτοις μέρεσιν. Ἔτι ἰστέον καὶ ὅτι χειρὸς πολλῶν ὄντων παραγώγων, ἐκεῖθεν ἐστὶ καὶ τὸ διαχειρίσασθαι, ἀφ' οὗ καινότερον κατὰ συγκοπὴν καὶ τὸ διαχρήσασθαι, καὶ μὴν καὶ τὸ ἀπεχειρίσθη τὴν δεξιάν. τούτων δὲ πολὺ διαφέρει τὸ μεταχειρίζεσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ γράφειν, ὅ πέρ ἐστι ξέειν ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς δεδήλωται, τό τε γράμμα γίνεται, ὡς καὶ αὐτὸ ἐῤῥέθη, καὶ τὸ ἐξ αὐτοῦ παρώνυμον γραμματικὸν ἔκπωμα, ἤγουν, ὡς Ἄλεξις ἂν εἴποι, τὸ ἔχον κύκλῳ τὰ γράμματα· ἔτι δὲ καὶ ἡ κατὰ τόπον περιγραφὴ διὰ τῆς κύκλῳ ξέσεως τοῦ ὑποκειμένου χωρίου, καὶ ἡ παρὰ τοῖς ῥήτορσι δὲ παραγραφὴ, ξέσις οὖσά τις καὶ ἀπάλειψις δικαιολογίας, καὶ μὴν καὶ ἡ γραφὴ τουτέστιν ἡ στίξις, ἣν περόναι φασὶ ποικίλλουσιν ἐν σώμασιν. ἣν δὴ γραφὴν παθοῦσαι Θρᾳκικαί τινες γυναῖκες ἐφ' ὕβρει ἐξηλείψαντό, φασι, τὴν συμφορὰν ταύτην, προσαναγραψάμεναι ἤγουν στίξασαι καὶ τὰ λοιπὰ τοῦ χρωτὸς, ἵνα ὁ τῆς ὕβρεως χαρακτὴρ εἰς ποικιλίαν ἀριθμηθεὶς κόσμου προσηγορία τοὔνομα ἐξαλείψῃ, ᾧ δηλαδὴ ὀνομάζονται αἱ στιγματίαι. ἔτι ἐκ τοῦ γράειν καὶ γράφειν γίνεται καὶ ἡ τεχνικὴ περίγρα, ἡ πέριξ δηλαδὴ γράουσα ἤγουν ἐσθίουσα, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἢ γράφουσα, ὅ ἐστι ξέουσα καὶ οὕτως ἀπορθοῦσα τὰ ξύλα, οἷς ἐπισύρεται περιαγομένη, καὶ οὕτως ἐξακριβοῦσα σχημάτων ἰσότητα κατὰ τὸ, καὶ ἐκ περίγρας τετράγωνος, ἤγουν ἶσος πάντῃ καὶ στερεὸς ὡς εἰ καὶ ἐτετραγωνίσθη διά τινος περίγρας. Ἰστέον δὲ καὶ ὅτι τῆς γραπτύος ἀρσενικὸν ὁ γραπτός· ὅθεν καὶ ἰχθύες νωτόγραπτοι παρὰ τοῖς παλαιοῖς οἱ ἔχοντες τὰ περὶ νῶτα γραμμάς τινας. Τὸ δὲ, βάτων ἕνεκα, διπλόην ἔχει τοῦ ἕνεκα· καὶ νῦν μὲν βάτων ἕνεκα χειρίδες, ἵνα τις ἐκφύγῃ βάτους, ὧν πάνυ μείζονες οἱ κυνόσβατοι· ὥς περ καὶ πῖλος ὑετοῦ ἕνεκα ἐπὶ κωλύσει ὑετοῦ, καὶ οἶκος καύσωνος ἕνεκεν, ἵνα τις ἐκκλίνῃ καύσωνα. καὶ οὕτω μὲν ἄρτι βάτων ἕνεκα χειρίδες ἐπὶ ἐκκλίσει. ἄλλως μέντοι ποτὲ σπουδὴ γεωργῷ ἕνεκα βάτων, ὥς περ καὶ δεξαμενὴ ἕνεκεν ὑετοῦ· καὶ οἶκος ἀναπαύσεως ἕνεκεν, οὐκ ἐπὶ φυγῇ ἀλλ' ἐπιτυχίᾳ, ἵνα δηλαδὴ βάτους ἕξει τις καὶ ὑετὸν καὶ ἀνάπαυσιν. οὕτως οἱ περὶ τὸν Δολίον ἕνεκα βάτων, ὡς εἰκὸς, πονοῦνται δι' αἱμασιάς. εἰσὶ δὲ καὶ ἄλλοι τρόποι τοῦ ἕνεκά τινος· θανατοῦται γάρ τις ἕνεκα φίλου ἤγουν διὰ φίλον, καὶ αὖ πάλιν ἕνεκα ἐχθροῦ ἤγουν δι' ἐχθροῦ. ἀντιπέφρασται δὲ ἡ βάτος τῇ βάσει αὐτὴ ἄβατος οὖσα κατὰ τὸ, γένοιτ' ἂν τόπος ἄβατος βάτου περικειμένης, ὃ κεῖται ψεκτικῶς παρὰ Ἀγαθαρχίδῃ σκώπτοντι. ὁμοίως καὶ τὸ, τίς ἂν δύναιτο τὴν Κύρου δόσιν ἄκυρον ποιῆσαι; καὶ τὸ, εἰκός ἐστι τὴν Ἀθηνᾶν ἐκ τῆς τοῦ Διὸς κεφαλῆς γεννηθεῖσαν τῶν ἀγαθῶν ἔχειν τὸ κεφάλαιον. δῆλον δ' ὅτι πρὸς διαστολὴν τοῦ βατὸς ὀξυτόνου ἡ βάτοςἢ ὁ βάτος βεβαρυτόνηται, αὐτῆς δὲ διέσταλται διπλασμῷ τοῦ ˉτ Βάττος βασιλεὺς Λίβυς, οἷ καὶ τὰ Πινδαρικὰ ὡς περιωνύμου μέμνηνται· ὃς δοκεῖ παροιμίαν δοῦναι τὴν τοῦ βαττολογεῖν. (ῃερς. 231.) Ἡ δὲ αἰγείη κυνέη λόγον ἔχει ὁποῖον καὶ ἡ ἰκτιδέη κυνέη· καὶ γέγραπται περὶ τούτων ἐν τοῖς εἰς τὴν Ἰλιάδα τὸ ἀρκοῦν. Τὸ δὲ, πένθος ἀέξων, ἐπιφωνηματικῶς εἰπὼν, ὑποκαταβὰς ἡρμήνευσεν ἐν τῷ, (ῃερς. 233.) μέγα δὲ φρεσὶ πένθος ἔχοντα. (ῃερς. 234.) Βλωθρὴ δὲ ἐνταῦθα μὲν ὄγχνη, ἐν Ἰλιάδι δὲ πίτυς. καὶ ἐῤῥέθη ἱκανῶς ἐκεῖ περὶ τῆς τοιαύτης λέξεως. (ῃερς. 240.) Κερτόμια δὲ νῦν ἔπη οὐ τὰ ὑβριστικὰ καὶ ὀνειδιστικὰ, ὅ ἐστι μεμπτικὰ, τέμνοντα δὲ ἄλλως κέαρ διὰ τὸ ἐρεθιστικὰ εἶναι εἰς χόλον κατὰ τὸ, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ. ἐξ οὗ δὴ τόπου καὶ ἄρχεται τὰ κερτόμια ἐνταῦθα ἔπη, τὸ ἀκόμιστον δηλαδὴ τὸν γέροντα εἶναι, τὸ γῆρας λυγρὸν ἔχειν, τὸ κακῶς αὐχμεῖν, τὸ ἀεικέα φορεῖν· ἃ δὴ κομματικῶς κεῖνται ὡς ἐν σκώμμασι πρέπει. ἔτι δὲ καὶ τὸ δμῶα εἶναι. δῆλον δὲ ὅτι παράγωγόν ἐστιν ἐκ τοῦ κέρτομος τρισυλλάβου ὀνόματος τὸ κερτόμιον ἔπος. (ῃερς. 242.) Τὸ δὲ, κάτω ἔχων κεφαλὴν, οὐ ταυτόν ἐστι τῷ ὕστερον παρ' Ἀττικοῖς, κάτω κάρα, ἢ συνθέτως κατώκαρα· ἐκεῖνο γὰρ ἐπὶ τῶν κατὰ κεφαλὴν κρεμαμένων ἢ βυθιζομένων λέγεται. (ῃερς. 244.) Τὸ δὲ, οὐκ ἀδαημονίη σ' ἔχει ἀμφιπολεύειν ὄρχατον, περίφρασις τοῦ, δαήμων εἶς τῆς κηπευτικῆς. τούτου δὲ κομματικὴ ἐπιτομὴ τὸ, (ῃερς. 245.) ἀλλ' εὖ κομιδὴ ἔχει, τουτέστιν ἐπιμεμέληται ὁ ὄρχατος, περὶ οὗ προείρηται ἀλλαχοῦ. (ῃερς.

Intertext edge

Open linked passage

Note