Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
162.1.1
) Ἐν δὲ τῷ ῥίμφα διωκομένη, ὅρα τὴν τῶν Ὁμηρικῶν ἐπίχυσιν λέξεων. οὐ μόνον γὰρ ὡς προεγράφη σπερχομένη ναῦς καὶ ἐπειγομένη χερσὶν ἐρετάων, ἀλλὰ καὶ διωκομένη, ὅ ἐστι κατὰ σπουδὴν θέουσα, μετ' ὀλίγα δὲ καὶ ἐλαυνομένη. (ῃερς. 163.) Τὸ δὲ ἐῤῥίζωσε, πιθανότης ἐστὶ τοῦ μὴ καὶ βυθισθῆναι τὴν ναῦν. πιθαναλογία δέ τις βραχεῖα τῆς ῥιζώσεως τὸ, ἐγγύθι γαίης. ἐν γὰρ βάθει ῥαισθείσης οὐκ ἦν πιθανὸν τηλικαύτην ῥίζωσιν ὑποβληθῆναι αὐτῇ. (ῃερς. 164.) Χεὶρ δὲ καταπρηνὴς ἡ κατεστραμμένη, ὥς φασιν οἱ παλαιοὶ, ἡ κατὰ τὸ θέναρ δηλαδὴ πλήξασα. (ῃερς. 167.) Ἡ δὲ ῥηθεῖσα ἠθοποιΐα ἡ ἐκ τοῦ λαοῦ στενὴ κἀνταῦθα· δίστιχος γάρ. εἴωθε γὰρ ὁ ποιητὴς, ὡς πολλαχοῦ τῶν αὐτοῦ ποιήσεων φαίνεται, στενολεσχεῖν τὰς ἐκ κοινοῦ ἠθοποιΐας κατὰ τὸ εἰκός. (ῃερς. 172.) Τὸ δὲ παλαίφατα θέσφατα, πάρισον μέν ἐστι σχῆμα ἐπαινετόν. δηλοῖ δὲ παλαίτατον χρησμόν. (ῃερς. 182.) Ταῦροι δὲ κεκριμένοι οἱ ἐπίλεκτοι. τοιαῦτα γὰρ ἔδει θύεσθαι. (ῃερς. 183.) Τὸ δὲ περίμηκες, ὃ μέγα φθάσας εἶπε, ταυτόν ἐστι τῷ περιμήκετον. Ἰστέον δὲ καὶ ὅτι τὰ ῥηθέντα θέσφατα ἐνταῦθα μὲν καιρίως κεῖται ἀναμνήσεως ἕνεκα παλαιοῦ γενομένου μαντεύματος διὰ τὴν ἀπολίθωσιν τῆς νηός. ἐν δέ γε τῇ ˉθ ῥαψῳδίᾳ ἐντεῦθεν μετάκεινται οὐκ ὀρθῶς, καθὰ δοκεῖ τοῖς παλαιοῖς. ὁ γὰρ ἐκεῖ μεμνημένος Ἀλκίνοος, τοιούτου χρησμοῦ φόβον αὐτῷ δεινὸν ἐπισείοντος, πῶς ἂν τὸν ξεῖνον Ὀδυσσέα ἔπεμψεν; ἔτι ἰστέον καὶ ὅτι ἐν μέσῳ τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου κεῖται τὸ, (ῃερς. 140.) ὢ πόποι εὐρυσθενὲς οἷον ἔειπες, οὔ τί σ' ἀτιμάζομεν· χαλεπὸν δέ κεν εἴη πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν. ἀνδρῶν δ' εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων οὔ τι τίει, σοὶ δ' ἔστι καὶ ἐξοπίσω τίσις αἰεί. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ. οἰκεῖα δὲ ταῦτα λεχθῆναι πρός τινος μείζονος πρὸς ἄνδρα μέγαν ἀτιμούμενον ὑπὸ ἐλαττόνων. Ζεὺς δὲ ταῦτα πρὸς τὸν Ποσειδῶνα φησίν. (ῃερς. 142.) Ἔνθα ὅρα καὶ τὸ, πρεσβύτατον καὶ ἄριστον, ὡς μὴ πάνυ τιμίου ὄντος τοῦ πρεσβύτου εἰ μὴ καὶ ἄριστός ἐστι. (ῃερς. 145.) καὶ ὅτι τὸ ἐθέλεις καὶ τὸ φίλον ἔπλετο θυμῷ ἐκ παραλλήλου ταυτὸ δηλοῦσιν. (ῃερς. 147.) Ἔτι ἰστέον καὶ ὅτι ὁ τοιαῦτα ποθὲν ἀκούσας, ὁποῖα ὁ Ποσειδῶν ἐκ τοῦ Διὸς, εἴποι ἂν καλῶς αὐτὸς τὸ τοῦ Ποσειδῶνος· αἶψα ἐγὼν ἔρξαιμι ὡς ἀγορεύεις, ἀλλὰ σὸν ἀεὶ θυμὸν ὀπίζομαι ἠδ' ἀλεείνω. (ῃερς. 148.) ἔστι δέ, φασι, τὸ ὀπίζομαι ἀντὶ τοῦ αἰδοῦμαι, μάλιστα δὲ ἀντὶ τοῦ διὰ ὄπιδος καὶ ἐπιστροφῆς ἄγω. (ῃερς. 151.) Τὸ δὲ ἐθέλω ῥαῖσαι ἵν' ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, καὶ τὸ, (ῃερς. 180.) πομπῆς μὲν παύσασθε βροτῶν ὅτε κέν τις ἵκηται εἰς ἡμᾶς ἀπόῤῥησίς ἐστι φιλοξενίας διά τινα κακοποίησιν, ἐπὶ δὲ τῶν λεγόντων, ἃ μὴ οἴδασιν, οἰκεῖον τὸ, ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ἤτοι ἐγίνωσκον ὡς ἐτέτυκτο. (ῃερς.
162.1.2
) ἀλλ' Ὀδυσσεύς τε κύνες τε ἴδον, οἷς δηλαδὴ οὐκ ἐπέκρυψεν ἑαυτὴν ἡ μυθικὴ Ἀθηνᾶ, καὶ δὴ οὐχ' ὑλάοντο, (ῃερς. 163.) κνυζηθμῷ δ' ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν, τουτέστιν ἔφυγον εἰς ἕτερόν τι μέρος τοῦ σταθμοῦ, ὃν καὶ κλισίαν νῦν τε ἔφη καὶ μετ' ὀλίγα ἐρεῖ. καὶ οἱ μὲν κύνες οὕτως ἔφυγον διὰ τῆς Ἀθηνᾶς, ἵνα μὴ παρόντες καὶ ἐμπηδήσαντες τῷ Ὀδυσσεῖ παράσχοιεν αὖθις πράγματα. (ῃερς. 164.) ἡ δὲ ἐπ' ὀφρύσι νεῦσε τῷ Ὀδυσσεῖ, ἵνα δηλαδὴ μὴ φωνήσασα ἐξακουσθείη τῷ Τηλεμάχῳ, νόησε δὲ δῖος Ὀδυσσεύς. ἐκ δ' ἦλθε μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς. (ῃερς. 166.) στῆ δὲ πάροιθ' αὐτῆς, τουτέστιν οὐκ ἦλθεν ὀπίσω τοῦ δεόντως ἐν τοῖς ἑξῆς φρονῆσαι. (ῃερς. 168.) καὶ τὸ ἐντεῦθεν ἡ μυθικὴ μὲν Ἀθηνᾶ πρὸς δὲ ἀλήθειαν ἀγχίνοια ἡ τοῦ ἥρωος ὑποτίθεται αὐτῷ, γνωρισθῆναι τῷ υἱῷ. φησὶ γάρ· ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ' ἐπίκευθε, ὡς ἂν μνηστῆρσι θάνατον καὶ κῆρ' ἀραρόντεἔρχησθον προτὶ ἄστυ, καὶ οὐδ' ἐγὼ αὐτὴ δηρὸν ἀπέσσομαι. τὸ δ' ἐντεῦθεν εἰσελθὼν Ὀδυσσεὺς καὶ γνωρισθεὶς καὶ ἀνακινήσας τὸ βουλευτικὸν λαλεῖ μετὰ τοῦ υἱοῦ τὰ περὶ τῶν ἑξῆς, Ὁμήρου οἰκονομοῦντος δι' εὐκρίνειαν τὰ τοιαῦτα κατὰ συνήθη σχηματισμὸν προεκθετικόν. (ῃερς. 162.) Ἰστέον δὲ ὅτι πρὸς τέρας ἐλαλήθη τὸ μὴ ὑλάειν τοὺς κύνας· ἐχρῆν γὰρ Ἀθηνᾶς ἐπιφανείσης τερατολογηθῆναι καὶ τοιοῦτόν τι, ὡς ἄρα πτοηθέντες αὐτὴν οἱ κύνες ἔφυγον. (ῃερς. 163.) διὸ κρεῖττον ἐστὶ ποιὸν κλαυθμὸν τῶν κυνῶν νοῆσαι τὸν κνυζηθμὸν ἤ περ ποππυσμόν τινα κατὰ τοὺς παλαιοὺς καὶ ποιὸν ἦχον, ὃν Ὀδυσσεὺς ἐποίησεν ἐπὶ συστολῇ τῶν κυνῶν. Δῆλον δὲ ὡς ἐκ τοῦ κνυζῶ κνυζήσω ὁ κνυζηθμὸς, ὡς ὀρχήσω ὀρχηθμὸς, καὶ ὡς ἄλλο ῥῆμα τοῦτο παρὰ τὸ, κνυζώσω δέ οἱ ὄσσε, καθὰ καὶ ἐκεῖ δεδήλωται, ὥστε τὸ κνυζῶ πολλαῖς μεμέρισται συζυγίαις. τριχῶς γὰρ φέρεται· κνυζῶ κνυζεῖς, κνυζῶ κνυζᾷς, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου, καὶ κνυζῶ κνυζοῖς. οὐ πολλὰ δὲ τῶν περισπωμένων ῥημάτων οὕτω τριλογοῦνται, πλείω δὲ τὰ καὶ περισπώμενα, ὡς δῆλον ἔκ τε τοῦ στέρεσθαι καὶ στερεῖσθαι καὶ μυρίων ἄλλων, ἐν οἷς καὶ τὸ ξυρεῖσθαι καὶ ξύρεσθαι, οὗ μετοχὴ παθητικὴ παρὰ τῷ δειπνοσοφιστῇ τὸ, ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες. ἔνθα ὅρα τὸ, ἄνδρες ὄντες, ῥηθὲν σκωπτικῶς κατὰ τῶν ψιλούντων ἀνδρῶν τοὺς πώγωνας, οὓς εὐφυῶς ἔσκωψέ τις ὡς οἷα δοκοῦντας αὐτὸ ποιεῖν διὰ τὸ αἰδεῖσθαι, εἴ περ ἄνδρας αὐτοὺς ἡ φύσις ἀπετέλεσεν. Ὅτι δὲ γυναικεῖον τὸ τοιοῦτον, δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. (ῃερς. 164.) Τὸ δὲ ἐπ' ὀφρύσι νεύειν, λέγεται καὶ κεφαλῇ νεύειν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. τῷ μέντοι Ἴρῳ ἐπιλλίζουσιν οἱ μνηστῆρες, ἤγουν ὀφθαλμοῖς ἐννεύουσι. καὶ ἔστι κεφαλῇ μὲν κατανεύειν κατὰ τὸ ὅλον, ἐπιλλίζειν δὲ καὶ ὀφρύσι νεύειν, ὃ καὶ ἐν Ἰλιάδι κεῖται, ἀπὸ μερῶν· μέρη γὰρ πάντως κεφαλῆς ὀφρύες καὶ ἴλλοι, ἐν οἷς φαίνεται κατάνευσις ὥς περ καὶ ἀνάνευσις· στόματι γὰρ μύλλειν μὲν ἔστιν, ἐννεύειν δὲ οὐκ ἔστιν. (ῃερς.
162.1.3
) Ὅτι ἐξέφυγε μὲν, οἷα εἰκὸς, Ὀδυσσεὺς εἰπεῖν ὡς ἠρωτήθη, τίς καὶ πόθεν καὶ τίνων ἐστίν. ἡ δὲ Πηνελόπη ἔγκειται καὶ οὐκ ἀφίησιν αὐτὸν μὴ εἰπεῖν, ἀλλ' ἐντρέπουσα τὸν ῥήτορα ἐκ τῶν κατ' αὐτὴν λέγει μονονουχί· ὡς ἐπεί περ ἐγὼ πολύστονος οὖσα ἐξεθέμην τὰ κατ' ἐμὲ, οὕτως ἂν καὶ αὐτὸς ποιήσῃς, καὶ οὐδέν σε ὀνήσει πρὸς τὸ σιγῆσαι, εἰ πολλὰ ἔπαθες. φησὶν οὖν· ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος ὁππόθεν ἐσσί· οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου, ἢ παλαιφάγου, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται, οὐδ' ἀπὸ πέτρης. (ῃερς. 165.) καὶ Ὀδυσσεὺς δεικνὺς ὡς οὐχ' ἑκὼν λαλήσει, φησὶ γὰρ, οὐκέτ' ἀπολλήξεις, ἢ καὶ δι' ἑνὸς ˉλ ἀπολήξεις, τὸν ἐμὸν γόνον ἐξερέουσα, διηγήσεται καὶ πρὸς αὐτὴν τὰ Κρητικὰ ψεύδη, γόνον εἰπὼν αὐτὸς ὅ περ ἡ Πηνελόπη γένος εἶπε, τουτέστι τὴν γενεὰν ἢ τὴν γέννησιν. (ῃερς. 163.) Ἐν τούτοις δὲ ὅρα ὅτι τὴν δρυὸς γενικὴν συστέλλει Ὅμηρος, εἰ καὶ ἡ εὐθεῖα ἐκτεταμένον ἔχει τὸ δίχρονον. τοῦτο δὲ γίνεται καὶ ἐπὶ τοῦ σῦς συὸς καὶ μῦς μυὸς, καὶ ἐπὶ ἄλλων δέ. φησὶ γοῦν Ἡρῳδιανὸς, ὅτι τὸ ˉυ ἐπ' εὐθείας ἐκτεινόμενον φιλεῖ συστέλλειν τὰς ἄλλας πτώσεις, καὶ οὐ μόνον ἐν τῷ πῦρ πυρὸς, ἀλλὰ καὶ ἐν τῷ, ἰχθύος, δρυὸς, ἰσχύος. Ὅτι δὲ οὐ μόνον δρῦς καὶ τὰ κατ' αὐτὸ περισπῶνται, ἀλλὰ καί τινα τῶν ὑπὲρ μίαν συλλαβὴν, δηλοῖ ὁ αὐτὸς γράψας οὕτω· τὰ εἰς ˉυς ὀξύτονα θηλυκὰ συστέλλοντα τὸ ˉυ διὰ τοῦ δέλτα κλίνονται· κροκύδος, χλαμύδος· τὰ δὲ ἐκτεταμένον ἔχοντα τὸ ˉυ διὰ καθαροῦ τοῦ ˉος, ὀϊζύος, Ἐριννύος. τὰ δὲ περισπώμενα καὶ αὐτὰ καθαρεύει· ὀσφύος, ὀφρύος, δρυός· ὥς τε περισπᾷ καὶ τὸ ὀσφῦς καὶ τὸ ὀφρῦς. ἐν ἄλλοις δὲ δοκεῖ ὅμοιον τόνον ἐπιτιθέναι καὶ τῇ τοῦ ἰχθύος εὐθείᾳ. εἰπὼν γὰρ ἐν τῷ περὶ τῶν εἰς ˉυς περισπωμένων μονοσυλλάβων ἀρσενικῶν, ὡς φυλάσσουσι τὸ ˉι ἐν τῇ κλίσει, ἐπάγει ὅτι ἓν μόνον ὑπὲρ μίαν συλλαβὴν ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ, οὐδὲ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης, ἐξήγηται μὲν ἱκανῶς ἐν τῇ Ἰλιάδι. καὶ νῦν δὲ εἰς τοσοῦτον ῥητέον, ὅτι τε παροιμιώδης ὁ λόγος καὶ ὅτι καταφατικῶς μὲν ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρης εἶναί τις λέγεται, ὅτε οὐκ ἔστι γένος αὐτοῦ εἰπεῖν. ἀποφατικῶς δέ φαμεν ὡς οὐκ ἔστι τις ἀπὸ δρυὸς παλαιφάτου ἢ ἀπὸ πέτρης, ὅτε οὐκ ἂν ἔχοι σιγῆσαι πόθεν ἐστίν. εἰ γὰρ καὶ τἄλλα μὴ ἀκριβῶς οἶδέ τις κατὰ λεπτὸν, τίνων γοῦν ἐξέφυ, οἶδεν ὡς εἰκός· ἢ ἀλλὰ ποίας γοῦν ἐστὶ γῆς. εἴληπται δὲ ἡ παροιμία ἐκ τοῦ παλαιοῦ βίου, ὅτε ἐν σπηλαίοις καὶ δρυῶν ἤγουν δένδρων κοιλότῃσι, ταυτὸν δ' εἰπεῖν, γερανδρύων, ἐξετίθεντο τὰ νεογνὰ ὑπὸ τῶν γεννησαμένων κατὰ ἀπορίαν βίου. οἷς ἀναληφθεῖσι καὶ ἐκτεθραμμένοις δρύες, τουτέστι δένδρα κοῦφα, εἰς μητέρας ἐνεγράφοντο κατὰ τοὺς ἐκ μελιῶν, οὕς φησιν Ἡσίοδος, ἢ καὶ πέτραι σπηλαιώδεις. ὅτι τοίνυν οἱ τοιοῦτοι οὐκ εἶχον γονεῖς ἀνθρώπους λέγειν ὡς ἐκ δρυῶν καὶ ῥωχμῶν ἑτέρων ἀνειλημμένοι, ἐξέπεσε παροιμία ἐκεῖθεν ἐπὶ τῶν ἀγενεαλογήτων τὸ ἐκ δρυὸς αὐτοὺς εἶναι ἢ ἀπὸ πέτρης. καὶ τοῦτο μὲν οὕτω· ἵνα λέγῃ ἡ Πηνελόπη τῷ ξείνῳ, εἰπέ μοι τὸ σὸν κατ' ἀνθρώπους γένος· οὐ γὰρ δή που ἐκ δρυὸς ἢ πέτρας γέγονας ὡς οἱ παλαίτατοι ἐβούλοντο λέγειν, ἐκπλήττοντες τοὺς πολλούς. ἔστι δὲ καὶ ἄλλως νοηθῆναι τὸ ῥητὸν οὕτως ἁπλούστερον. εἰπέ μοι τὰ κατὰ σέ· οὐ γὰρ ἂν εἴποις χρόνῳ μακρῷ ἀπειλῆφθαι τὴν περὶ αὐτῶν μνήμην, ὡς τὰ ἐκ δρυὸς καὶ πέτρας παλαιὰ διηγήματα. νοῆσαι δὲ τὸ παροιμιῶδες τοῦτο ἐνταῦθα ἐπὶ ἀγριότητος οὐχ' Ὁμηρικόν ἐστι. παραχρησάμενος δ' ἄν τις εὐφυῶς ποτὲ εἴποι ἂν αὐτὸ καὶ ἐπὶ ἀγρίου ἤθους, ἵνα τὸν μὲν τοιοῦτον ἐρεῖ ἀπὸ δρυὸς εἶναι ἢ ἀπὸ πέτρης, τουτέστι ξύλινον ἢ πέτρινον· ἢ καὶ ἄλλως, δρυὸς εἴτε καὶ πέτρας ἀτεράμνου ἀπόκομμα, καθὰ καὶ τῷ ἐπὶ Ἀμφινόμου ῥηθέντι ἐν τῷ, νευστάζων κεφαλῇ δὴ γὰρ κακὸν ὄσσετο θυμὸς, ἐπὶ κακούργου ἀνδρὸς τῶν τις σοφῶν ἐχρήσατο ὕστερον, τὸ μὲν σῶμα φυλάξας τῆς γραφῆς, παραποιήσας δὲ τὸν νοῦν δεξιῶς πρὸς ὅ περ ἐβούλετο. Ἰστέον δὲ ὡς εἴ περ γράφεται ἀπὸ δρυὸς παλαιφάτου, ἀφορμὴν ἡ λέξις ἐτυμολογικὴν ἐνδίδωσι τῆς φηγοῦ. δῆλον γὰρ ὡς φηγὸς ἡ δρῦς, ἐπεὶ προκατῆρξε τοῖς ἀνθρώποις αὐτὴ τοῦ φαγεῖν. οὗ δοκεῖ προϋπάρχειν μέλλων δεύτερος ὁ φαγῶ, ὃς ἀνελθὼν εἰς ἐνεστῶτα παράγει ῥηματικὸν ὄνομα τὸ φάγημα, ὅμοιον ὂν πρός τε τὸ τραγῶ τράγημα καὶ πρὸς τὸ στρατιωτικὸν ἄγημα τὸ ἑτέρωθι δηλωθὲν καὶ πρὸς τὸ τραγικὸν πέσημα. καὶ τοῦτο δηλοῖ ὁ θαλάσσιον ἐχῖνον αὐτῷ κελύφει ἐνθεὶς τῷ στόματι καὶ βρύκων αὐτὸν τοῖς ὀδοῦσι καὶ ἐν τῷ δυσχρηστεῖσθαι, ὡς γράφει Ἀθήναιος, εἰπών· ὦ φάγημα μιαρὸν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς, οὔτ' αὖθις ἔτι λάβοιμι. ἐν οἷς ὅρα τὸ βρύκων, ἤγουν τραχέως μετὰ ποιοῦ τινὸς ἤχου ἐσθίων, οὗ χρῆσις ἐν τοῖς τοῦ κωμικοῦ Ὄρνισιν ὅθεν καὶ παραβρύκων λίχνου τινὸς ἐπίθετον· καὶ τὸ ἀφέω ἀντὶ τοῦ ἀφῶ ἤτοι ἀφήσω πλεονασμῷ τοῦ ˉε. δοκεῖ δὲ ὥς περ ἐκ τοῦ τρῶ τρώγω ἔτραγον εἶναι τραγεῖν ἀπαρέμφατον καὶ τράγος ὄνομα, οὕτω καὶ φῶ φάγω φαγεῖν καὶ φάγος. ἐκ δὲ τοῦ τοιούτου φῶ καὶ φατὸς καὶ μυλήφατος. ἀπὸ μέντοι ἑτέρου φῶ, ἐξ οὗ καὶ τὸ φῶς, φώζω. οὗ μετοχὴ ἐν χρήσει τὸ πεφωσμένον· καὶ φῶδες αἱ παρὰ τῷ κωμικῷ· καὶ φωκτόν· οἷον, φωκτὸν γὰρ ἀνοιδαίνει βαρύκριμνον. εἰ δὲ γράφεται δρυὸς παλαιφάτου, ἐνθυμητέον ὡς οὐ μόνον δρῦς παλαίφατος, ἀλλὰ ὁμωνυμίας λόγῳ καὶ κύριον ἀνδρὸς σοφοῦ θεραπεύσαντος μύθους πρὸς ἱστορίαν, εἰς ὃ καί τις Ἡράκλειτος ἐπονήσατο, ἔτι δὲ καὶ Χάραξ. Παλαιφάτου δὲ μέμνηται καὶ Ἀθήναιος, ἔνθα μαγείρου σοφιζομένου καὶ τὴν οἰκείαντέχνην ἀποσεμνύνοντος ἔφη τὸ, καινὸς οὑτοσὶ Παλαίφατος. ὃ δὴ καὶ παροιμιάζεται τοὺς πιθανολογοῦντας τὰ μὴ οἷά τε ὄντα προσοχὴν ἔχειν. Εἰς δὲ τὸ ἀπὸ δρυὸς εἶναι προσενθυμητέον ἐκ τῶν παλαιῶν καὶ τὸν ὥς φασιν ἐκεῖνοι βαλανίτην βίον, ὃς ὕστερον ἐξ ἐπιμελείας καὶ εὑρέσεως ἀλετοῦ ἐξήνεγκε παροιμίαν τὴν, ἀληλεσμένον βίον ζῇ ἐξ ἀγρίου καὶ ἀκανθώδους τοῦ πρότερον· ὃν δηλοῖ τὸ, οὐ γὰρ ἄκανθαι· ὑπομιμνῆσκον τὴν τοῦ παλαιοῦ βίου μεταβολήν. ἐντεῦθεν δὲ καὶ τὸ, ἅλις δρυὸς, ἐπὶ τῶν δυσχερῶς, φασὶ, καὶ ἀηδῶς ἐσθιόντων, ὕστερον δὲ κάλλιόν τι εὑρόντων. τῷ δὲ, οὐ γὰρ ἄκανθαι, σύνδρομον καὶ τὸ, μερὶξ οὐ πνὶξ, ὡς ἀλλαχοῦ ἐγράφη. τὸ δέ γε, ἄλλην δρῦν βαλάνιζε, ἄλλως ἐναλλαγὴν βίου δηλοῖ, οὐ μὴν τὴν ἐκ πάντῃ ἀγρίου εἰς ἥμερον. ἔτι προσενθυμητέον καὶ ὅτι, καθὰ τῷ, ἀπὸ δρυὸς ἢ πέτρης εἶναι τινὰ, ἔστι παραχρήσασθαι παροιμιακῶς ἐπὶ ἀγριότητι, οὕτω καὶ τῷ ἀπὸ τῆς ἅλμης λόγῳ, καθ' ὃν ἐκ μὲν τῆς πικρᾶς ἀκράχολός τις ἄνθρωπος ἁλμίων ἐσκώφθη, ἐκ δὲ τῆς νοστίμου ἅλμην ἔχειν λέγεται ὁ ἡδὺς ἄνθρωπος. Τὸ δὲ διφθόγγισμα τοῦ πάλαι καὶ παλαιὸς καὶ τῶν ἐξ αὐτοῦ ἔδειξαν οἱ Αἰολεῖς καθ' Ἡρακλείδην ἐν τῷ πάλαος, ὅθεν τὰ ἄλλα προσλήψει τοῦ ἰῶτα. (ῃερς. 167.) Ὅτι ἐξερέειν ἐνταῦθα καὶ τὸ ἐρωτῆσαι, οἷον, τὸν ἐμὸν γόνον ἐξερέουσα, ὡς προεγράφη, καὶ τὸ ἀπολογήσασθαι. φησὶ γάρ· ἀλλ' ἔκ τοι ἐρέω, ἤτοι ἐξερῶ. τοῦτο δὲ καὶ μῦθον ἐνισπήσειν φησὶ προϊών. Ὅτι καὶ ἐπιτέμνων καὶ παραφράζων Ὀδυσσεὺς ἃ πρὸ μικροῦ ἔφη πρὸς τὴν Πηνελόπην, ἤγουν τὸ, μή μοι θυμὸν ἐμπλήσῃς ὀδυνάων μνησαμένῳ καὶ ἑξῆς, φησίν· ἦ μέν με ἀχέεσσί γε δώσεις πλείοσιν ἢ ἔχομαι. (ῃερς. 169.) ἣ γὰρ δίκη ὁππότε πάτρης ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, μονονουχὶ λέγων, ὡς ἐγὼ μὲν ἠξίουν μὴ ἀνακινῆσαί μοι τὴν μνήμην τῶν ἐμῶν κακῶν, σὺ δὲ ἀνηκουστοῦσα πλεῖόν με τῶν συνήθων λυπήσεις. (ῃερς. 167.) τούτου γάρ ἐστι περίφρασις τὸ, ἦ μέν μ' ἀχέεσσί γε δώσεις. (ῃερς. 168.) τί δέ ἐστι τὸ, ἣ γὰρ δίκη, πρὸ ὀλίγων εἴρηται. καὶ τέως προοιμιακὴν ταύτην ἔννοιαν ὁ ῥήτωρ θεὶς λαλεῖ καὶ πρὸς ἐρώτησιν εἰπὼν διηγηματικῶς· (ῃερς. 172.) Κρήτη τις γαῖα ἐστὶ μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίῤῥυτος, ἐν δ' ἄνθρωποι πολλοὶ, ἀπειρέσιοι, καὶ ἐνενήκοντα πόληες, ἄλλη δ' ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί· ἔν δ' Ἐτεόκρητες μεγαλήτορες· ἐν δὲ Κύδωνες Δωριέες τε τριχάϊκες, δῖοι τε Πελασγοὶ, τοῖσι δ' ἐνὶ Κνωσσὸς μεγάλη πόλις. (ῃερς. 179.) ἔνθα τε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστὴς, τουτέστιν ὁμιλητὴς, φοιτητής. καὶ ταῦτα μὲν ἱστορικὰ, καὶ εἰς ἔπαινον Κρήτης λαλοῦνται ὡς πρὸς γυναῖκα σοφὴν, ἵνα τούτοις πιστευτικῶς ἀκολουθοῦσα δέξηται καταθετικῶς ὡς ἀληθῆ καὶ τὰ ἐφεξῆς ψεύσματα. (ῃερς. 180.) ἐν οἷς ὁ ξένος γενεαλογήσας ἐκ Μίνωος τὸν Δευκαλίωνα, οὗ καθ' ἱστορίαν υἱὸς ὁ Ἰδομενεὺς ἀδελφὸν ἑαυτὸν τοῦ τοιούτου Ἰδομενέωςφησὶν, ὁπλότερον γενεῇ. ὁ δ' ἄρα, φησὶ, πρότερος καὶ ἀρείων. λέγει δὲ καὶ ὅτι ἐμοὶ ὄνομα κλυτὸν Αἴθων. (ῃερς. 187.) καὶ ὅτι τὸν Ὀδυσσέα ἐν Κρήτῃ ἐξένισεν ὅτε κατήγαγεν αὐτὸν ἐκεῖ ἄνεμος παραπλάγξας Μαλειῶν, ὡς καὶ ἑτέρους ἀληθῶς τῶν ἡρώων ὕστερον. (ῃερς. 188.) ἔστησε δ' αὐτὸν, ὁ ἄνεμος δηλαδὴ, ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης ἐν λιμέσι χαλεποῖσιν. ἱστορικὰ καὶ ταῦτα τὸ περὶ Ἀμνισοῦ καὶ τὸ τοῦ σπέους καὶ τὸ τῶν λιμένων, ἵνα παραμιγμένα τοῖς ψεύδεσι πιθανολογοῖεν αὐτὰ ὡς ἐξόν. (ῃερς. 190.) λέγει δὲ καὶ ὡς Ὀδυσσεὺς μὲν τὸν Ἰδομενέα μετάλλα, τουτέστιν ἀνεζήτει. ἐπεὶ δ' ἐκεῖνος προῴχετο εἰς Τροίαν, ἐγώ, φησιν, ἄγων αὐτὸν ἐξείνισα καὶ τοὺς σὺν αὐτῷ, δημόθεν ἄλφιτα δοὺς καὶ αἴθοπα οἶνον ἀγείρας, (ῃερς. 198.) καὶ βοῦς ἱερεύσασθαι ἵνα πλησαίατο θυμόν· ὃ δὴ ξενίας δημοτικῆς φράσις ἐστὶν, ὥς περ τὸ, (ῃερς. 200.) εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ' ἐπὶ γαίῃ εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων. καταιγίδος ἔχει ἔνδειξιν. (ῃερς. 203.) καὶ οὕτως εἰπόντος Ὀδυσσέως τίς τέ ἐστιν, ὅτι δηλαδὴ Αἴθων, καὶ πόθεν, ἤγουν ὅτι ἐκ Κρήτης, καὶ τίνων, ὡς ἄρα ἐκ Μίνωος καὶ Δευκαλίωνος, καὶ τὰ τούτων ἐχόμενα, ἐπιφέρει κατά τι ἐπιφώνημα ὁ ποιητὴς κομματικῶς, τὸ, ἴσκε, ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα, διὰ τὸ πιθανὸν πάντως τῆς πλάσεως καὶ ἀνεξέλεγκτον. (ῃερς. 172.) Ὅρα δὲ ὡς καὶ τὸ ῥηθὲν πλασματικὸν διήγημα συνήθως Ὁμήρῳ κατὰ ὀρθὴν πτῶσιν μετὰ ῥήματος ὑπαρκτικοῦ προβέβληται· Κρήτη τις γαῖα ἐστίν. Ὅτι δὲ τὸ γαῖα καὶ ἐπὶ νήσων λέγεται, προδεδήλωται. Κρήτης δὲ πολλὰ μὲν καὶ ἄλλα σεμνώματα, ἐν δὲ τοῖς καὶ ταῦτα· ἐν Κρήτῃ παρὰ τοῖς τελοῦσι συσσίτια τράπεζαι ἔκειντο ξενικαὶ καλούμεναι, ἐν αἷς ἐκάθιζον τῶν ξένων τοὺς παριόντας. καὶ τοῖς νέοις μὲν κοινὸς κρατὴρ κέκρατο κατὰ τὰ συσσίτια, τοῖς δὲ πρεσβυτέροις, ἐὰνἐβούλοντο πλέον πιεῖν, ἐξουσία ἐδίδοτο. ἔτι δὲ Κρῆτες ἀπὸ δείπνου ἐβουλεύοντο περὶ τῶν κοινῶν μεμνημένοι καὶ πολεμικῶν πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦντες καὶ οὕτω προτρεπόμενοι τοὺς νέους εἰς ἀνδραγαθίαν. ἔτι ἐν συσσιτίῳ Κρητικῷ γυνὴ προεστηκυῖα τῆς συσσιτίας φανερῶς ἀπὸ τῆς τραπέζης τὰ βέλτιστά, φασι, τῶν παρακειμένων ἀφαιροῦσα παρετίθει τοῖς κατὰ πόλεμον ἢ σύνεσιν δεδοξασμένοις, ἀκολούθως τοῦτό γε Ὁμήρῳ, ὡς Αἴαντα νώτοισι διηνεκέεσσι γέραιρεν, οὐ μὴν κατὰ τὸν Ὀδυσσέα, ὃς τοιούτοις ἐφιλοφρονεῖτο τὸν παρὰ τοῖς Φαίαξι μουσικὸν Δημόδοκον. ὡς δὲ καὶ δίκης φύλακες οἱ Κρῆτες, δηλοῖ ὁ γράψας ὅτι εὐνομώτατοι οἱ Μαντινεῖς οὐδὲν ἧττον Λοκρῶν οὐδὲ Κρητῶν οὐδὲ Λακεδαιμονίων οὐδ' Ἀθηναίων, ὧν Σόλων νομοθέτης, ὡς Νικόδωρος Μαντινέων. (ῃερς. 173.) Τὸ δὲ περίῤῥυτος κοινὸν πάσης νήσου ἐπίθετον, ἐπεὶ καὶ πᾶσαι ἀμφίαλοι. ἴσως δὲ καὶ τὸ πέριξ ἐντὸς πολύϋδρον τῆς νήσου δηλοῖ, οὗ χάριν καλή ἐστι καὶ πίειρα. (ῃερς. 174.) Τὸ δὲ ἀπειρέσιοι διασάφησίς ἐστι καὶ ἐπίτασις τοῦ πολλοί. Ἐνενηκοντάπολις δὲ νῦν Κρήτη ἡ ἐν Ἰλιάδι ἑκατόμπολις κατὰ περιπέτειαν. ἀναστατωθῆναι γάρ φασι δέκα πόλεις ὑπὸ Ἰδομενέως ἐπανελθόντος ἐξ Ἰλίου, ὅτε Λεῦκος αὐτὸν ἀπήλαυνεν· ὃν θετὸν παῖδα ὄντα φύλακα τῆς βασιλείας κατέλιπε, δράκοντα θρεπτὸν, ὡς ὁ Λυκόφρων φησί. τὰς δὲ τοιαύτας δέκα πόλεις προσκτισθῆναι φασὶν ὕστερον μετὰ τὰ Τρωϊκά. καὶ οὕτω μέν τινες συνεβίβασαν τὴν ἐν Ἰλιάδι μὲν ἑκατόμπολιν, ἐνταῦθα δὲ ἐνενηκοντάπολιν. ἕτεροι δὲ οὐχ' ὡρισμένως ἐκεῖ νοοῦσι τὴν ἑκατόμπολιν, ἀλλ' ἁπλῶς τὴν πολύπολιν. καὶ εἴωθεν οὕτω ποτὲ λαμβάνεσθαι τὸ ἑκατὸν διὰ τὸ πρεσβεῖον τοῦ ἐντελοῦς ἀριθμοῦ κατὰ τὸ, ἑκατὸν θύσανοι, καὶ ἑκατὸν πόλεων πρυλέεσιν, ὥς τε ἑκατόμπολις Κρήτη ἡ πολύπολις, ἢ καὶ ἀληθῶς ἑκατὸν ἔχουσα πόλεις ὥς πέρ ποτε καὶ ἡ Λακωνική. νῦν δέ ἐστι πυθέσθαι τοῦ χρόνου πού ποτε τὰς πλείους ἀπήγαγεν, Ἁρπυίαις κελεύσας ἀνερείψασθαι. Ὅτι δὲ κατὰ τὴν ἐπὶ Λεύκῳ ἱστορίαν ἐδυστύχησαν καὶ ἄλλαι βασιλεῖαι, δῆλον ἐξ ὧν καὶ Αἴγισθος ἐν τοῖς Ἀγαμέμνονος δόμοις πεπλημμέληκε. καὶ Σθένελος δὲ ὁ Κομήτου ἐν τοῖς τοῦ Διομήδους. θρυλοῦνται δὲ καὶ δοῦλοι ὕστερον Σκυθικοὶ τοῖς δεσπόταις στρατευσαμένοις που πράγματα παρασχόντες ἐν τῷ ἐπανελθεῖν. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 175.) Ἐν δὲ τῷ, ἄλλη δ' ἄλλων γλῶσσα, τὴν διάλεκτον γλῶσσαν λέγει, ἐξ ὀργάνου αὐτῆς δηλῶν τὸ ἀποτελούμενον, τὴν φωνήν. Ἔνθα φασὶν οἱ παλαιοὶ πλάττειν τὸν Ὀδυσσέα τὴν τῶν γλωσσῶν ἀνάμιξιν, ἵνα μὴ ἐλεγχθῇ ὡς μὴ τῇ τῶν Κρητῶν γλώσσῃ χρώμενος ἢ χαριζόμενος. Τὸ δὲ Ἀχαιοὶ καὶ οἱ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, ἄλλη δ' ἄλλων γλῶσσα. εἰσὶ γὰρ ἄλλοι οἱ Ἀχαιοὶ καὶ οἱ μετ' αὐτοὺς ῥηθέντες, ἐξ ὧν συγκροτεῖται τὸ πολύγλωσσον. Μυκηναίους δέ τινες ἐνταῦθα φασὶ τοὺς Ἀχαιοὺς, εἰπόντες ὡς μετὰ τὰ Ἰλιακὰ Ταλθύβιος ἐκ Μυκηνῶν ἤγαγεν ἐκεῖ ἀποικίαν. (ῃερς.