Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
163.1.1
) Τὸ δὲ, ἀχρεῖον ἐγέλασεν, ἀντὶ τοῦ ἄκαιρον καὶ πρὸς οὐδεμίαν χρείαν. Ἀττικοὶ δέ, φασι, τὴν λέξιν ταύτην προπαροξύνουσιν, ἄχρειον λέγοντες. Αἰδοῦς δὲ τὸ τοιοῦτον ἄρτι γέλασμα καὶ ὡς οἷον ἐπικρίσεως τοῦ μὴ πάνυ ἀναγκαῖον εἶναι τὸ νῦν ἔργου, ἀλλὰ ἀφελέστερον. καὶ ἄλλως δὲ ποιητικὴ θεωρία τοῦτο, ἐμφαίνοντος Ὁμήρου, ἀστεῖον εἶναι τὸ γενησόμενον καὶ μειδιάματός τινος ἄξιον. διὸ μετ' ὀλίγα γήθησεν Ὀδυσσεὺς, ἐφ' οἷς ἡ γυνὴ ἄρτι ποιεῖ. προοίμιον οὖν τι ὁ ῥηθεὶς γέλως τῇ σοφῇ Πηνελόπῃ, καὶ οὐκ ἦν κάλλιον ἐπινοήσασθαί τι ἐπ' αὐτῇ τοῦ οὕτω γελάσαι. εἰ μὲν γὰρ σπουδαῖον τὸ ῥηθησόμενον, τί ἂν βλάψοι ὁ ἀφελὴς γέλως; εἰ δὲ καὶ ἑτεροῖον, ἐπαινετέα καὶ οὕτως ἡ γυνὴ ὡς προεπαγγελάσασα. καὶ ἔστι τὸ τοιοῦτον ἐνταῦθα σχῆμα ἀμίμητον καὶ κρεῖττον προοιμίου παντός. (ῃερς. 172.) Ἐν δὲ τῷ, ἐπιχρίσασα παρειὰς, σιγᾷ τὸ τοῦ χρίσματος εἶδος σεμνῶς τε ἅμα καὶ ὅτι μηδὲ καίριον ἦν καὶ τοιούτοις ἐνδιατρῖψαι. (ῃερς. 173.) δάκρυσι δὲ πεφυρμένη ἀντὶ τοῦ ἠχρειωμένη. καὶ ἔχεταί πως ἡ λέξις τοῦ, χείλεα φύρσω αἵματος. Τὸ δὲ πρόσωπα πληθυντικῶς ἔφη διὰ τὴν κατ' αὐτὰ διάχυσιν καὶ τὴν ἐντεῦθεν διαπέτειαν, ὁποίῳ δή τινι λόγῳ καὶ ἡ Ἰλιὰς ἐν τῇ μονομαχίᾳ πληθύνει τὸ τοῦ Αἴαντος πρόσωπον. καὶ νῦν μὲν ἁπλῶς πρόσωπα· τὰ δ' αὐτὰ ὑποκαταβὰς καὶ πρόσωπα καλὰ φησί. πάντως δὲ πρόσωπον κυρίως ἐπὶ μόνου ἀνθρώπου, εἰ μή πού τις παίζει, ὡς ὁ εἰπὼν, μέγα γλαύκου ἰχθύος πρόσωπον. (ῃερς. 174.) Τοῦ δὲ πενθήμεναι τὸ κοινὸν πενθῆναι ὡς ἀπὸ τοῦ πένθημι, ὡς κίχημι κιχῆναι· ἢ καὶ ἀπὸ τοῦ πενθῶ πενθαίνω, ὁποῖον καὶ τὸ ὀνομαίνειν καὶ φοραίνειν, ἐξ ὧν ὀνομῆναι καὶ φορῆναι. (ῃερς. 175.) Τοῦ δὲ τηλίκος ἑρμηνεία τὸ, γενειήσαντα ἰδέσθαι, ὃ τελειότητος δεῖγμα, καθ' ἣν χρησιμεύοι ἂν παῖς μητρί. εἰ δὲ ἀρᾶται γενειήσαντα ἰδέσθαι παῖδα μητρὶ, πολυήρατον ἄρα καὶ τὴν τοιαύτην ἡλικίαν ἔστιν εἰπεῖν. (ῃερς. 179.) Τὸ δὲ, ἐπιχρίεσθαι ἀλοιφῇ, ἐντελέστερον εἴρηται τοῦ, ἐπιχρίσασα παρειάς. δῆλον δ' ὅτι ὁμώνυμος λέξις ἡ ἀλοιφὴ, ἐπί τε πιμελῆς λεγομένη καὶ στέατος καὶ νῦν ἐπὶ καλλοποιοῦ χρίσματος. (ῃερς. 181.) Τὸ δὲ, κεῖνος ἔβη, κατ' ἐξοχὴν εἶπεν ἡ γυνή. ὄνομα γὰρ Ὀδυσσέως οὐ πρόκειται. (ῃερς. 189.) Τὸ δὲ, λύθεν δέ οἱ ἅψεα, λυσιμελῆ δηλοῖ τὸν ὕπνον ἐξεῖναι λέγεσθαι, μὴ μόνον καθότι λύει μελεδήματα θυμοῦ, ὡς ἀλλαχόθι λέγει ὁ ποιητὴς, ἀλλὰ καὶ κατὰ τὸ λύειν τὰ μέλη, ὅ πέρ ἐστιν ἅψεα. (ῃερς. 190.) Ὁ δὲ κλιντὴρ θρόνου εἶδος καὶ αὐτὸς, περὶ ὃν ἔστιν ἀνακλινθῆναι, ὡς δηλοῖ τὸ, εὗδε δ' ἀνακλινθεῖσα. ὃ καὶ ἐτυμολογικὸς τρόπος ἐστί. (ῃερς. 192.) Τὸ δὲ κάλλος θεῖόν τι ὑγρὸν ἡ ποίησις πλάττει, ὥς που λέγει καὶ ἡ Ἰλιάς. ἦν δὲ τῷ τοιούτῳ μυθικῶς καὶ νίπτεσθαι, ὡς δηλοῖ τὸ, πρόσωπα καλὰ κάθῃρε τὰ τῷ κάλλει παρωνυμούμενα. ἔτι δὲ καὶ χρίεσθαι. Ἀφροδίτη γὰρ αὐτῷ χρίεται. ἔστι δὲ κάλλος τοιοῦτον ἀμβρόσιον ἀλληγορικῶς ἡ ἐπιπολάζουσα κατὰ πρόσωπον φυσικὴ καλλονὴ καὶ εὐπρέπεια, ὁποία τις καὶ νῦν ἡ τῆςΠηνελόπης, ᾗ κάλλους αἴτιος καὶ ὁ ὕπνος γίνεται, οἷα τοῦ φιλίου χυμοῦ ἀναδοθέντος καὶ εἰς ἔρευθος φυσικὸν τῷ προσώπῳ ἐπανθήσαντος· ὅ περ οὐ κατά τινα τεχνικὴν Ἀθηνᾶν Ὅμηρος πλάττει γενέσθαι, ἀλλ' ἑτέρως κατὰ τὸ σεμνὸν τοῦ μύθου, ᾧ μάλιστα χαίρειν οἶδε ποίησις. Ἰστέον δὲ ὡς οὐ μόνον μύθου πλάσμα τὸ κάλλος, ἀλλὰ καὶ ἄλλως μύρον τι πραγματικῶς, χρήσιμον εἰς ἐπιποίησιν κάλλους, καθὰ καὶ πρὸ ὀλίγων εἴρηται. οὕτω δὲ καὶ τὸ μεγαλεῖον μύρον, εἰ καὶ δοκεῖ τισὶν ἐπαινετικῶς εἰρῆσθαι προπερισπώμενον, ἀλλὰ πρὸς ἀκρίβειαν μεγάλλιον ἐν δυσὶ γράφεται λˉλ προπαροξυτόνως διὰ τοῦ ˉι, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὑπεκρούσθη. ὁ μεγάλος μὲν γὰρ παροξυτόνως ἐπίθετόν ἐστιν, οὗ κλητικὴ ἑνικὴ παρ' Αἰσχύλῳ τὸ, ὦ μεγάλε Ζεῦ, καὶ πληθυντικὴ ἀναλόγως εὐθεῖα, οἱ μεγάλοι. ὁ Μέγαλλος δὲ προπαροξυτόνως ἐν διλαμβδίᾳ κύριον ὄνομα κατὰ τοὺς παλαιούς. ᾧ παρώνυμον τὸ ὑπ' ἐκείνου εὑρεθὲν Μεγάλλιον μύρον. Σικελιώτης δὲ ἢ Ἀθηναῖος ἱστορεῖται εἶναι ὁ εἰρημένος Μέγαλλος. Ὅτι δὲ κάλλος καὶ ἐπὶ ἀλεκτρυόνος κεῖται, ἀλλαχοῦ δηλοῦται. (ῃερς.