Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
165.1.1
) Ὅρα δὲ καὶ τὸ μέγαρον ἐπὶ σταθμοῦ ἐνταῦθα ῥηθέν· καὶ τὸ παρὲξ αἰτιατικῇ τε συνταχθὲν καὶ διὰ τοῦ ˉκ γραφὲν ἐν τῷ, παρὲκ μέγα τειχίον αὐλῆς. (ῃερς. 168.) Τὸ δὲ φάο, περὶ οὗ καὶ προεγράφη, δεύτερόν ἐστι κοινὸν πρόσωπον προστακτικὸν γινόμενον ἐκ τοῦ φάσο ἐνδείᾳ τοῦ ˉσ. Τὸ δὲ ἀραρόντε δύσχρηστον μὲν εἰς ῥητορείαν· νοῦν δὲ ὑποβάλλει χρηστὸν ἐν τῷ, θάνατον ἀραρόντε, τουτέστι τεχνησάμενοι, τεκτήναντες· λέξις γάρ ἐστι τεκτονικὴ, χρόνου δευτέρου ἀορίστου. ἐκ τοῦ ἄραρον γὰρ ἡ μετοχὴ ἀραρών. (ῃερς. 172.) Ὅτι ἐπεὶ οὐχ' ἡδὺς ἤδη προσέβαλε τῇ τοῦ υἱοῦ ὄψει Ὀδυσσεὺς καὶ ἦν εἰκὸς ἀπεύξασθαι αὐτὸν τὴν πατρικὴν θέαν μετὰ τὸν ἀναγνωρισμὸν καὶ ἑλέσθαι μηδ' ἂν ἐλθεῖν, εἰ τοιοῦτος ἐστὶν, ὁποῖον αὐτὸν ἡ Ἀθηνᾶ προσεμόρφωσε, πλάττει ἐνταῦθα μεταβολὴν αὐτῷ τεραστίαν ὁ ποιητὴς ὑπὸ Ἀθηνᾶς, ἵνα τε φιληθείη τῷ υἱῷ γενόμενος ὁ πρὶν ἐκεῖνος καλὸς Ὀδυσσεὺς, καὶ ἅμα, ἵνα καὶ θεοφιλὴς φανεὶς ἐπάγηται πιθανῶς τὸν υἱὸν εἰς τὸ ἐφεξῆς μέγα καὶ κινδυνῶδες ἔργον. γίνεται δὲ καὶ νῦν ἡ μεταβολὴ τοῦ Ὀδυσσέως κατὰ Ὁμηρικὸν ἔθος δι' ἐπαφῆς. ῥάβδῳ γὰρ ἡ Ἀθηνᾶ μεταποιεῖ αὐτὸν, καθὰ καὶ πρὸ τούτων, πλὴν ὅσον ἐκεῖ μὲν οἷα μὴ λαμπροῦ τοῦ πράγματος ὄντος ῥάβδον ἁπλῶς εἶπεν ὁ ποιητὴς, ἐνταῦθα δὲ χρυσέαν ῥάβδον. φησὶ γὰρ, ὅτι χρυσείῃ ῥάβδῳ ἐπιμασαμένη, ὅ ἐστιν ἐφαψαμένη Ἀθήνη, φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα θῆκεν ἀμφὶ στήθεσσιν, ἀπεναντίας πρὸς τὸ, ῥάκος κακὸν βάλε καὶ τὰ ἑξῆς, ὡς προπεποίηται. (ῃερς. 174.) δέμας δ' ὤφελλε καὶ ἥβην, ἡ κάρψασα πρὶν χρόα καλὸν τῷ Ὀδυσσεῖ ἐπὶ μέλεσιν. ἂψ δὲ μελαγχροιὴς ἐγένετο, γναθμοὶ δ' ἐτάνυσθεν τῷ κνυζωθέντι πρὸ τούτων τοὺς καλοὺς ὀφθαλμούς. κυάνεαι δ' ἐγένοντο γενειάδες ἢ ἐθειράδες ἀμφὶ γένειον, καὶ οὐκέτι κακόθριξ ὁ ἀνὴρ, ὡς ἔστιν ἐκ μέρους νοεῖν. καὶ ἡ μὲν οὕτω ποιήσασα ᾤχετο, (ῃερς. 178. σθθ.) Ὀδυσσεὺς δὲ ἤϊεν ἐς κλισίην, τουτέστιν ἐπορεύετο, ἐκ τοῦ ἐΐω ἐνεστῶτος, οὗ συναίρεσις τὸ εἴω. θάμβησε δέ μιν φίλος υἱὸς, ὡς εἰκὸς, καὶ οὐ μόνον, ἀλλὰ καὶ ταρβήσας ἑτέρωσε βάλεν ὄμματα, μὴ θεὸς εἴη φανεὶς, δηλαδὴ ἐναργής. καὶ τοίνυν λαλεῖ τὸ περιᾳδόμενον· (ῃερς. 181.) ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἠὲ πάροιθεν, ἄλλα δὲ εἵματ' ἔχεις, καί τοι χρὼς οὐκέθ' ὁμοῖος. ὧν ὁ μὲν πρῶτος στίχος παροιμιωδῶς ἐπιφωνεῖται τοῖς ἁπλῶς ἀλλοιουμένοις, ὁ δὲ δεύτερος παραπλακείη ἂν ἐπὶ τῶν ἐκ πενίας ἢ εἰδεχθείας εἰς τὸ ἀνάπαλιν μεταποιηθέντων. (ῃερς. 183.) Εἶτα ἐπιφέρει ὁ νέος καὶ τὰ ἐφεξῆς εἰκότα ῥηθῆναι· ἦ μάλα τοι θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν· ἀλλ' ἵληθι, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ, ἠδὲ χρύσεα δῶρα τετυγμένα, τουτέστιν ἐσκευασμένα χρυσῷ. φείδεο δ' ἡμέων. ταῦτα δὲ παρῳδηθήσεταί ποτε εἰς μέγα τι πρόσωπον. καὶ οὕτω μὲν ὁ Τηλέμαχος. Ὀδυσσεὺς δέ φησιν, ὡς οὔ τί τοι θεός εἰμι· τί μ' ἀθανάτοισιν ἐΐσκεις; ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων πάσχεις ἄλγεα πολλὰ βίας ὑποδέγμενος ἀνδρῶν. (ῃερς. 187.) Ἰστέον δὲ ὅτι, οὔ τί τοι θεός εἰμι καὶ τὸ ἑξῆς, ἔχοι ἄν ποτε παροιμιακῶς ῥηθῆναι, ὅτε τις οὐκ ἐθέλει ἀκούειν ἐπαίνους τοὺς ὑπὲρ ἑαυτόν. Τὸ δὲ οὗ ἕνεκα σὺ στεναχίζων καὶ ἑξῆς, πολυπενθὴς ἀνὴρ ἀκούσοι ἄν ποθεν. (ῃερς. 174.) Ἰστέον δὲ ὅτι τὸ ἀμφὶ στήθεσφιν, τὸ ὅλον δηλοῖ σῶμα ὡς ἀπὸ μέρους τοῦ προφαινομένου. διὸ μετ' ὀλίγα ἐρεῖ κάλλιον τὸ, καλὰ περὶ χροῒ εἵματ' ἔχοντι. Δέμας δὲ ὀφέλλεται τῷ Ὀδυσσεῖ, καθὰ καὶ ἐν τῇ τῶν Φαιάκων γῇ. Ἥβην δὲ οἱ μὲν Ἀττικοὶ ἐπὶ νεανικῆς ἡλικίας τίθενται, ὅθεν καὶ ἡβυλλιᾶν ἐπὶ μειρακίσκης κατὰ τὸν κωμικόν. ἥβη δὲ ἄρτι ἐπὶ Ὀδυσσέως τοῦ ὠμογέροντος οὐκ ἂν κυριολεκτοῖτο, εἰ μὴ ὅτι γε κατὰ μῦθον, ὡς τῆς Ἀθηνᾶς τοιοῦτον ἐκφηνάσης αὐτόν. ἐναλίγκιος γοῦν μετ' ὀλίγα ῥηθήσεται ἀνδρὶ νέῳ. εἰ δ' ἴσως καὶ κυριολεκτεῖται, πρωθήβης γοῦν τέως οὐκ ἂν εἴη Ὀδυσσεύς. (ῃερς.

Intertext edge

Open linked passage

Note