Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
170.1.1
) Ὅτι ἐν τῷ, ἀλλ' ὅτε δὴ δειπνηστὸς ἢ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα πάντοθεν ἐξ ἀγρῶν, μῆλα πάντα τετράποδα λέγει ὡς ἀπὸ μέρους. οὐ γὰρ πρόβατα μόνον ἱέρευον, ἀλλὰ καὶ σύας σιάλους καὶ αἶγας καὶ βοῦς ἀγελαίας, ὡς εὐθὺς δηλοῖ τὰ ἐφεξῆς. δοκεῖ δὲ κρεῖττον εἶναι δειπνητὸς γράφειν ὁμοίως τῷ ἀμητός. ἔστι δὲ δειπνηστὸς ἢ δείπνηστος ὁ τοῦ δείπνου καιρός· ἄλλως δὲ σαφέστερον εἰπεῖν, δειπνητὸς ὀξυτόνως αὐτό φασι τὸ δεῖπνον, βαρυτόνως δὲ ἡ ὥρα τοῦ δείπνου· ὃ δὴ καὶ ἐπὶ τοῦ ἀμητὸς καὶ ἄμητος παρατετήρηται. (ῃερς. 172.) Ὅτι συνετὸς ὁ κῆρυξ Μέδων πλάττεται καὶ ὡς εἰπεῖν ἀμφοτεροδέξιος καὶ οἷόν τις κόθορνος, εἴ γε μὴ μόνον τοῖςτοῦ Ὀδυσσέως εὔνους ἦν, ἀλλὰ καὶ μνηστῆρσι μάλιστα ἥνδανε κηρύκων, καί σφιν παρεγίνετο δαιτὶ, ὡς ὁμοτράπεζος, ὃ μέγα ἐδόκει εἶναι κατά τι ἐξαίρετον. Ὅρα δὲ τὸ, μάλιστα κηρύκων· ὡς γὰρ Ἀμφίνομος ἥνδανε τῇ Πηνελόπῃ οὐχ' ἁπλῶς ἀλλὰ πλέον τῶν ἄλλων μνηστήρων, οὕτω καὶ ὁ Μέδων φιλεῖται τοῖς μνηστῆρσιν οὐ κυρίως οὐδ' ἀπολύτως, ἀλλ' ὑπὲρ τοὺς ἄλλους κήρυκας ὡς δεξιώτερος. (ῃερς. 174.) Ὅτι τρυφώντων ἀεθλευτῶν εἴτε καὶ θεατῶν τὸ, ἐπειδὴ πάντες ἐτέρφθητε φρέν' ἀέθλοις, ἔρχεσθε πρὸς δώματα ἵνα ἐντυνώμεθα, τουτέστιν ὁπλίσωμεν, δαῖτα. Παίδευσις δὲ γνωμικὴ περὶ δαιτὸς τὸ, (ῃερς. 176.) οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ, τουτέστι κατὰ καιρὸν, δεῖπνον ἑλέσθαι. (ῃερς. 177.) Εὐπειθείας δὲ παραστατικὸν τὸ, ὣς ἔφαθ'· οἱ δ' ἀναστάντες ἔβαν πείθοντό τε μύθῳ. Ἑτοιμασία δὲ πρὸς ἔργον μάλιστα δαιτὸς τὸ, (ῃερς. 179.) χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, οἱ δ' ἱέρευον τὰ ῥηθέντα μῆλα, ἤγουν ὄϊς μεγάλους καὶ πίονας αἶγας. ἱέρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, δαῖτα ἐντυνόμενοι. (ῃερς. 180.) Καὶ ὅρα ὅτι τοῦ ἱερεύειν οὐκ ἔχει λέξιν καιριωτέραν ἐν τοῖς τοιούτοις ὁ ποιητής. (ῃερς. 187.) Ὅτι φιλῶν τὸν ξένον Ὀδυσσέα ὁ Εὔμαιος φησίν· ὡς ἐγὼ μὲν αὐτοῦ, τουτέστιν ἐνταῦθα, βουλοίμην σταθμῶν ῥητῆρά σε γενέσθαι, ὅ ἐστι φύλακα. ἀλλὰ τὸν, ἤγουν τὸν δεσπότην Τηλέμαχον, αἰδέομαι καὶ δείδια μή με ὀπίσσω νεικείῃ· χαλεπαὶ δέ τ' ἀνάκτων εἰσὶν ὁμοκλαί· τοῦτο δὲ καὶ γνωμικῶς ἐῤῥέθη· καὶ οὕτως εἰπὼν συναπέρχεται τῷ Ὀδυσσεῖ εἰς τὴν πόλιν. ἦν δὲοὐκέτι πρωῒ, ὡς δηλοῖ τὸ, δὴ γὰρ μέμβλωκε μάλιστα ἦμαρ, ὅ περ ἐφερμηνεύων φησίν· ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται, ἤγουν ταχὺ πρὸς ἑσπέραν ῥιγώσεις ἐκ τοῦ ψύχους, ὥστε μέμβλωκεν οὕτω τὸ ἦμαρ, εἰ ταχὺ ἑσπέρα ἔσται. εἰ δὲ τοῦτο, οὐκ ἄρα ἐνταῦθα δεῖπνος τὸ πρωϊνὸν ἔμβρωμα κατὰ κυριολεξίαν, ἀλλ' ἢ μόνον καθ' ὃ πρὸ δείλης καὶ τοῦ προδόρπου ἦν. (ῃερς. 190.) Τὸ δὲ μέμβλωκεν ἀντὶ τοῦ μεμόληκε, παρῆλθεν, οὗ ἡ σκευωρία ἐν Ἰλιάδι κεῖται, ὡς ἐκ τοῦ μολῶ μολήσω μεμόληκα, καθὰ ἐῤῥέθη ἐκεῖ. εἰ δὲ πρὸς τῇ ἑσπέρᾳ ῥίγιον ἔσται, χειμέριος ἄρα καὶ νῦν δηλοῦται ἢ ἐγγὺς χειμῶνος καιρός. (ῃερς. 191.) Ἰστέον δὲ καὶ ὅτι τὸ ἕσπερα συγκέκοπται μὲν ἐκ τοῦ ἑσπέρια, δηλοῖ δὲ ἐλλειπτικῶς ἕσπερα μέρη ἢ καταστήματα ἢ τοιοῦτόν τι. Καὶ ὅτι τὸ, ῥίγιόν σοι ἔσται, ἀλλαχοῦ ἀντὶ τοῦ φοβηθήσει κεῖται καὶ φρίξεις, μεταφορικῶς ἐκεῖ λεχθέν. (ῃερς. 194.) Ὅτι συσκευὴ πτωχικὴ εἰς ὁδὸν τὸ, ἀλλ' ἴομεν, σὺ δ' ἔπειτα διαμπερὲς ἡγεμόνευε, ὡς προεύοδος δηλαδή. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστὶ, σκηρίπτεσθαι, ὅ ἐστιν ἐπερείδεσθαι· ἐπειδή φατε ἀρισφαλέα ἔμμεναι οὐδόν. καὶ ὅρα τὸ οὐδὸν ἀντὶ τοῦ ὁδὸν ἐπενθέσει Αἰολικῇ τοῦ ˉυ. ἅπαξ δέ, φασιν, ἐνταῦθα εἶπε τὴν λέξιν καὶ δέδωκεν ἀφορμὴν ἐτυμολογίας τῷ οὐδῷ· καὶ ἐκεῖνος γὰρ ὁδὸς εἰς οἶκον ἐστίν. Ἡρακλείδης δ' ἐν οἷς περὶ δυσκλίτων ῥημάτων γράφει, ἀρισφαλὲς ἔμμεναι οὖδας φησὶ γράφεσθαι οὐκ ἄλλως ὑπό τινων. (ῃερς. 195.) Τὸ δὲ ῥόπαλον μετ' ὀλίγα καὶ σκῆπτρον (ῃερς. 199.) ἐρεῖ θυμῆρες τῷ Ὀδυσσεῖ, ὡς ἀπὸ τοῦ σκηρίπτω ἢ σκήπτω, ἐφ' οὗ ὁδεύει σκηριπτόμενος. ἀπὸ τοῦ ῥέπω δὲ γίνεται τὸ ῥόπαλον ὡς οἷα ῥέπον εἰς μέρος καὶ μὴ ὀρθὸν, κατὰ τὸν τῆς Ἑκάβης παρ' Εὐριπίδῃ σκολιὸν σκίπωνα. ὅμοιον δέ τι καὶ ἡ καλαῦροψ. κάλον ἐκείνη, τουτέστι ξύλον αὖ ῥέπον κατὰ ὁμοίαν ἐτυμολογίαν. καὶ τὸ παρὰ Θεοκρίτῳ δὲ ῥοικὸν λαγώβολον τοιοῦτόν τι δοκεῖ τοῖς πλείοσιν εἶναι καὶ ἀπὸ τοῦ ῥέπειν γίνεσθαι καὶ αὐτό. (ῃερς.

Intertext edge

Open linked passage

Note