Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
172.1.1
) Προμαντεύματος δὲ ἴδιον τὸ, ἦ μάλα δή με παλαίφατα θέσφατα ἱκάνει τοῦ δεῖνος, ὃς ἔφασκε τόδε τι. (ῃερς. 178.) Τὸ δὲ, ὣς ἔφασκεν ὁ δεῖνα τάδε δὴ νῦν πάντα τελεῖται, ἐπὶ ἀποβάσεως λέγοιτ' ἂν πράγματος. πρὸ τούτων μέντοι ὅτε μή πω τὸ πρᾶγμα εἰς τέλος ἐξέβη, ἄλλως ἔφη εἰπών· ὣς ἀγόρευ' ὁ γέρων, τὰ δὲ θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη. (ῃερς. 188.) Ὅτι Ὀδυσσεὺς ἐγερθεὶς ἐξ ὕπνου οὐκ ἔγνω γαίην πατρωΐην ἤγουν τὴν πατρίδα γῆν, ἤδη δὴν ἀπεών. περὶ γὰρ θεὸς ἠέρα χεῦε Παλλὰς Ἀθηναίη, ὄφρα μιν αὐτὸν ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο, μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. τοὔνεκα δὴ ἀλλοειδέα φαίνετο πάντα ἄνακτι, ἀτραπιτοί τε διηνεκέες λιμένες τε, πάνορμοι, πέτραι τ' ἠλίβατοι, καὶ δένδρεα τηλεθόωντα, ὧν ἦν καὶ ἡ προῤῥηθεῖσα ἐλαία. (ῃερς. 190.) Καὶ ὅρα προαναφώνησιν ταύτην καὶ οἰκονομίαν δὲ τῶν ἐφεξῆς. προεκτίθεται γὰρ ὁ ποιητὴς, ὡς ἡ παρ' αὐτῷ Ἀθηνᾶ, τουτέστιν ἡ ῥητορικὴ κατὰ δεινότητα μέθοδος, ὑποβάλλει αὐτῷ δεῖν εἶναι ἄγνωστόν τε τὸν Ὀδυσσέα τεύξειν ἅπασι καὶ ἕκαστα τῶν ἐν τῷ οἴκῳ δηλοποιηθῆναι αὐτῷ καὶ μὴ πρότερον γνωσθῆναι τινὶ πρινὴ τοὺς μνηστῆρας ἀνελεῖν. τοῦτο γὰρ καὶ παραδοξότερον καὶ πιθανώτερον. διὸ καὶ πλαστέον ἀγνοεῖσθαι αὐτῷ τὴν πατρίδα, ἵνα τὰ ἐφεξῆς εὐμεθόδως πλασθείη δι' ἐμφανείας τῆς Ἀθηνᾶς. ἄλλως δὲ Ἀθηνᾶ ἐνταῦθα ἡ κατὰ τὸν Ὀδυσσέα φρόνησις, ἡ δεόντως ὑποτιθεμένη αὐτῷ μὴ γνωσθῆναι τινὶ τῶν ἁπάντων δίχα γε τῶν ἀποδειχθησομένων ἀναγκαίων, μηδ' αὐτῷ τῷ πατρὶ μηδὲ τῇ γυναικὶ, ἐξ ὧν οὐδὲν ἦν αὐτῷ χρήσιμον εἰς τὸ τοὺς μνηστῆρας κτανεῖν. ἡ δὲ τοιαύτη πολλὴ σύννοια καὶ τὸ ἐπὶ μεγίστοις ἄγαν φροντιστικὸν οὐδὲ ἀφῆκαν τὸν Ὀδυσσέα τὴν πατρίδα γνωρίσαι, καὶ ἄλλως ἤδη δὴν 2. 46 ἀπεόντα. (ῃερς. 191.) Τὸ δὲ ἕκαστα μυθήσαιτο, περὶ τῆς γυναικὸς λέγει καὶ τῶν μνηστήρων καὶ τοῦ συβώτου καὶ τοῦ Τηλεμάχου καὶ ὅσα ἄλλα ἐν τοῖς ἑξῆς προεκθετικῶς καὶ οἰκονομικῶς ἐρεῖ τε καὶ ποιήσει ἡ μυθικὴ Ἀθηνᾶ. Ἐν τούτοις δὲ ὅρα καὶ ὅτι παρασημειοῦται ὁ ποιητὴς ὡς οὐκ ἂν οἱ μνηστῆρες δίκην ἔτισαν τῆς ὑπερβασίας, εἰ τὸν Ὀδυσσέα ἔγνων ἡ γυνή τε καὶ οἱ λοιποί. (ῃερς.