Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
173.1.1
) ὁ δὲ κηρὸς, ᾧ τὰς τῶν ἑταίρων ἀκοὰς ὁ σοφὸς Ὀδυσσεὺς ἤλειψε, πρός τε τὸν μῦθον πάνυ δεξιῶς εἴληπται, ἄλλη γὰρ οὐδεμία ὕλη ἀσφαλῶς ἅμα καὶ ἀλύπως ἀποφραγνῦναι ἀκοὰς ἔχει, καὶ ὡς πρὸς ἀλληγορίαν δὲ φιλόσοφόν τινα διδασκαλίας λόγον ὑπαινίττεται. φιλοπόνου γὰρ μελίσσης ἐκλογὴ ὁ μελιηδὴς κηρὸς, καὶ θήκη γλυκέος χυμοῦ. φιλοπονία δὲ πάντως καὶ τὸ γλυκὺ τῆς φιλοσοφίας ἐρανίζεται. ὁ δὲ τοιοῦτος μελιηδὴς κηρὸς καὶ ὁ κατ' αὐτὸν λόγος προεντεθεὶς ἀκοαῖς τισὶ καὶ οἷον ἐγκατοικοδομηθεὶς αὐταῖς οὐκ ἀφίησι παρεισδύναι Σειρήνεια μέλη, ἐφ' οἷς οὐ χρὴ, ἀλλ' ἔξω που θυραυλεῖν ἀφεὶς αὐτὰ ὡς δέον ἐξέκρουσεν. ἐπεὶ 2. 4 δὲ καὶ μέγας ὀρθοῖτ' ἄν ποτε ὑπὸ σμικροτέρων κατὰ τὴν τραγῳδίαν, εἰκὸς καὶ τὸν φιλόσοφον εἴ ποτε τῶν Σειρήνων μὴ χρεὼν ὂν ἀκούειν, ὁ δὲ πειρᾶται τοῦτο κωλύεσθαι ὑπὸ τῶν φίλων παρηγγελμένων κανόνι φιλίας, μὴ καὶ προσεπισπάσαιντο βλάβος τι καὶ αὐτοὶ, προσεσχηκότος τοῦ φιλοσόφου ἑταίρου τῇ λιγυρᾷ τῶν Σειρήνων ἀοιδῇ. θαυμάζουσι δέ τινες εἴ περ ὁ τοῦ λωτοῦ μὴ θελήσας πειράσασθαι Ὀδυσσεὺς τοῦ τῶν Σειρήνων μέλους ἀποσχέσθαι οὐκ ἐκαρτέρησε. θαυμαστὸν δέ γε οὐδέν. γεῦσις μὲν γὰρ περίεργος οὐκ ἂν ῥᾷον ἡττήσῃ ἄνδρα φιλόσοφον, ᾠδὴ δὲ σπουδαία πρὸς τέχνην καὶ ἐμμελὴς καὶ κατὰ τὸν ποιητὴν κάλλιμος καὶ λιγυρὰ καὶ φωνὴ μελίγηρυς ὑπαγάγηται ἂν, οὐχ' ὥστε μέντοι καὶ κατασχεῖν αὐτὸν διὰ τέλους ἡ καὶ ἄλλως μὴ πάντας ἁπλῶς θέλγουσα τοὺς τυχόντας, ἀλλ' ὃς ἂν εἰς αὐτὴν ἀφικόμενος ἀϊδρείῃ πελάσῃ καὶ οὕτω φθόγγον ἀκούσῃ. ὡς τόν γε ἴδριν οὐκ ἂν μάλα θέλξοι. ὁποῖος καὶ Ὀδυσσεὺς, ὥσπερ οὐδὲ τοὺς αὐτοῦ ἑταίρους ἀφικομένους μὲν, μὴ ἀκούσαντας δέ. ποία δέ τις ἡ τοιαύτη τῶν Σειρήνων ἐπιστημονικὴ ᾠδὴ ἡ τὸν φιλόσοφον ἔχουσα θέλγειν, ἐγκώμια φέρε εἰπεῖν τὰ εἰς ἡμᾶς αὐτούς. οἷς μάλιστα χαίρομεν, ἱστορίαι, παλαιοὶ λόγοι, συγγραφαὶ, συνθῆκαι μύθων τῶν τε ἄλλων καὶ ὅσοι φιλοσόφως ἀνάγονται, τοῖς τοιούτοις, δώσει τὰς ἀκοὰς ἐν καιρῷ καὶ φιλόσοφος. καὶ τὰ μὲν ἡσθεὶς ἐμφρόνως, τὰ δὲ καὶ τὸ χρήσιμον ἐρανισάμενος, ἐγκαταμίξει τὸ ἐκεῖθεν καλὸν καὶ οἰκείοις συγγράμμασι καὶ γενήσεται θεσπεσία Σειρὴν οἷά τις καὶ αὐτός. ἦ γὰρ οἱ μεγάλοι σοφοὶ οὐκ ἀπὸ τοιούτων ὁρμώμενοι πολιτείας τε συγγεγράφασι, καὶ οἰκονομικοὺς λόγους ἐξέθεντο, καὶ ἠθικὰ ἐκδεδώκασιν. ἤδη δὲ καὶ τοὺς φυσικοὺς αὐτῶν λόγους τοιοῖσδε πολλοῖς ἡδύσμασι παραρτύουσιν; ὡς δὲ τοιαῦταί τινες αἱ Σειρῆνες, δηλοῖ καὶ ἡ ἀοιδὴ ἣν λιγυρὰν ἐντύνουσιν, ὡς καὶ πρὸ ὀλίγων γέγραπται, ἡ τὸν Ὀδυσσέα θέλξασα. (ῃερς. 184.) τὸ, δεῦρ' ἄγε πολύαιν' Ὀδυσσεῦ μέγα κῦδος Ἀχαιῶν, τοῦτοἐγκώμιον εἰς αὐτὸν Ὀδυσσέα φύσει γλυκύ. χαίρομεν γὰρ, ὡς ταπολλὰ, ἐπαινούμενοι ἄνθρωποι, καθὰ καὶ οἱ παλαιοὶ τεχνικοὶ παρετήρησαν. εἶτα μετ' ὀλίγα ἐπάγει τὰ ἐξ ὧν καὶ τερπόμεθα καὶ πλείονα οἴδαμεν. (ῃερς. 189.) ἴσμεν γάρ φησι πάντα ὅσα ἐν Τροίᾳ Ἀργεῖοί τε Τρῶές τε μόγησαν. ταῦτα ὁ ἐξ ἱστοριῶν γάργαλος τῆς ἀκοῆς καὶ ὁ ἐκ μυθικῶν καὶ λοιπῆς ποιητικῆς διοικήσεως. (ῃερς. 191.) ἴσμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πολυβοτείρῃ. ταῦτα ἡ περὶ φύσεως θεωρία, καὶ ἱστορία ζώων τε καὶ φυτῶν καὶ ὅσα τοιαῦτα, ἴσως δὲ καὶ αἱ τοῦ μέλλοντος σκέψεις αἱ κατὰ λόγον· οὐ γὰρ εἶπεν ὅσσα γίνεται, ἀλλ' ὅσσα γένηται ἤγουν ἔσται. Ὅρα δ' ἐν τούτοις τοῖς Ὁμηρικοῖς ὀκτὼ στίχοις, ὡς ἐτόλμησεν ὁ γλυκὺς καὶ μελίγηρυς ἀοιδὸς Ὅμηρος ὑποκρίνεσθαι τὰς Σειρῆνας ὡς ἐν ἠθοποιΐᾳ, οἷα εἰδὼς τὴν ποίησιν καὶ μάλιστα τὴν αὐτοῦ Σειρήνων οὖσαν ἀοιδήν. ἔοικε γὰρ ἐν οἷς εἶπε τὰ καθ' ἑαυτὸν ὑπαινίττεσθαι ὁ ποιητὴς, καὶ ὅλως εἰπεῖν, τὰ τῆς ποιήσεως. ἧς ὁ ἀκούσας τερψάμενός τε ἄπεισι καὶ πλείονα εἰδὼς, ὡς εἰ καὶ Σειρήνων ἤκουσε. (ῃερς. 192.) διὸ καὶ ἐπήγαγεν οἷς ἠθοποίησε τὸ, οὕτως αἱ Σειρῆνες εἶπον ὡς ἐγὼ νῦν ἀείδω, ἀφιεῖσαι ὄπα κάλλιμον, οὐχ' ἁπλῶς οὕτω τὴν ἐκείνων ὄπα ἐπαινῶν, ἀλλ' ὅτι καὶ κάλλιμος ἦν. (ῃερς. 193.) ἧς Ὀδυσσεὺς μὲν ἤθελεν ἀκούειν τῷ προοιμίῳ καὶ τῷ σκοπῷ τοῦ μέλους δελεασθεὶς, ἵνα καὶ εἰσέτι πλείονα εἰδὼς καὶ τερψάμενος ἀπέλθοι. τῶν δὲ ἑταίρων οἱ μὲν προπεσόντες ἤρεσσον, ὡς ἂν πόῤῥω γένοιντο, οἱ δὲ τῇ τοῦ φίλου Ὀδυσσέως ἐπιθυμίᾳ συνεπαύξοντες τὴν εἰς αὐτὸν βίαν ἐπίεζον, ὡς ἐῤῥέθη, δεσμοῖς πλείοσι, καθὰ ἐκέλευσεν ἐκεῖνος θηρώμενος μετ' ἀσφαλείας τὸ ἡδύ. καὶ οὕτως ὁ πολιτικὸς φιλόσοφος δελεασθεὶς πρὸς βραχὺ τοιαύταις ᾠδαῖς διὰ τὸ ἐν αὐταῖς θεσπέσιον ποιητικῶς εἰπεῖν, ὅς γε καὶ τερπόμενος ἤκουε, παραπλευσεῖται ὅμως αὐτάς. καὶ τῶν ἄλλως εἰς πολιτείαν χρησίμως γενήσεται, κεράσας τῇ θεωρίᾳ τὸ πρακτικὸν, οὔτε ἀεὶ πρὸς ταῖς Σειρῇσιν ἐθέλων εἶναι, οὔτε μηδέ ποτε συγγινόμενος, ἀλλὰ ποιῶν ἄμφω, καὶ πῇ μὲν ἐν χρῷ αὐταῖς γινόμενος, πῇ δὲ ἀφιστάμενος. (ῃερς.

Intertext edge

Open linked passage

Note