Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
175.1.1
) μελαγχροιὴς δὲ ἱστορεῖται νῦν φύσει εἶναι ὁ Ὀδυσσεύς. διὸ καὶ τλήμων ἦν. στερεότερα γάρ, φασι, τὰ μέλανα τῶν σωμάτων, ὡς τὰ λευκὰ εὐπαθέστερα. Ἀττικὸς δὲ ἀνὴρ συγκόψας τὸ μελαγχροιὴς μελαγχρὴς λέγει, ὅθεν καὶ Μένανδρος μελαγχρές, φασιν, εἶπε μειράκιον. Τὸ δὲ γναθμοὶ ἐτάνυσθεν, ἀντὶ τοῦ ἐπαχύνθησαν, οἱ πρὸ τούτου δηλαδὴ ῥυσοί. χρήσιμον δὲ τοῦτο καὶ εἰς τὸ τανύπεπλος γυνή. οὕτω γὰρ κἀκείνη τανύει τοὺς πέπλους διὰ τὸ ἔμπαχυ. (ῃερς. 176.) Αἱ δὲ κυάνεαι γενειάδες ὑποκινοῦσι μὲν ἀπορίαν διὰ τὸ, ξανθὰς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας, ὅ περ ἐν τῷ τέλει τῆς ˉμ ῥαψῳδίας· εἴρηται δὲ περὶ τοῦ τοιούτου ἐκεῖ. οἱ δὲ παλαιοί φασι καὶ ὅτι πρὸς τὸ πιθανὸν τῆς τοῦ Ὀδυσσέως φαλακρώσεως ἐκεῖνο ἐῤῥέθη. αἱ γὰρ ξανθαὶ τρίχες ἀραιαί, φασιν, εἰσὶ καὶ εὐχερῶς φαλακροῦνται. ὀλέσω οὖν, φασὶ, τὰς τρίχας οὕτως, ὡς ἔμφασιν δοῦναι προϋπαρχούσης ξανθότητος. καὶ ἔστι σκοπὸς τοῦ τοιούτου λόγου, μὴ ξανθὰς ἀλλὰ κυανέας εἶναι καὶ τὰς κόμας τῷ Ὀδυσσεῖ. Ὅτι δὲ φαλακρὸς ὁ Ὀδυσσεὺς, δηλώσει τὰ ἐφεξῆς. Ἐτυμολογικὸν δὲ τὸ, γενειάδες ἀμφὶ γένειον, ἤγουν τρίχες ἀμφὶ τὴν γνάθον. εἰ δὲ γράφεται ἐθειράδες, δῆλον ὡς ἀπὸ τοῦ ἐθείρω ἡ ἔθειρα, ὡς ἀλλαχοῦ ἐφάνη. ἀπ' αὐτῆς δὲ παράγωγον ἡ ἐθειρὰς, ὁμοίως τῷ, μαῖα μαιὰς, ὡς τὸ, μαιάδος υἷϊ. (ῃερς. 179.) Τὸ δὲ ἑτέρωσε ἔβαλεν ὄμματα, ὅ ἐστιν εἶδε, μεταλαβόντες οἱ μεθ' Ὅμηρον ἔῤῥιψέ ποι ὄψεις ἢ ὀφθαλμοὺς λέγουσιν, ὡς τοῦ βάλλειν ταυτόν ποτε δηλοῦντος τῷ ῥίπτειν. δύναται δέ τις καὶ ἰλλῷ ἀνδρὶ, ὅ πέρ ἐστι στραβῷ, οὐκ ἀφυῶς ἐπισκῶψαι τὸ ἑτέρωσε βάλλειν ὄμματα. (ῃερς. 181.) Τὸ δὲ ἀλλοῖον φανῆναι τὸν Ὀδυσσέα νῦν ἤ περ πάροιθεν ἔχει μέν τι καὶ μεταβολῆς καὶ ἀλλοιώσεως καὶ ἑτεροιότητος ἐξάπαντος. ἔδοξε δέ τισιν ὅμως μεταμορφωτικὸν τοῦτο εἰπεῖν ἰδιαζόντως. μεταβολὴ μὲν γάρ, φασι, πάθος κοινὸν ἐπί τε καιρῶν καὶ πράξεων παντοίων. Εὐριπίδης οὖν παριστὰς τὴν τῆς λέξεως δύναμίν φησι· μεταβολὴ πάντων γλυκύ. μεταμόρφωσις δὲ μορφὴ χαρακτῆρος καὶ σώματος, τυπωθεῖσα εἰς ἕτερον χαρακτῆρα, ὁποῖον, φασὶ, τὸ ἀλλοῖός μοι ξεῖνε καὶ ἑξῆς. ἀλλοίωσις δὲ προτέρας ὑπολήψεως ποίησις ἑτέρα, ἑτεροίωσις δὲ ἡ ἀφ' ἑτέρου σώματος εἰς ἕτερον μεταβολὴ, ὡς τῆς Νιόβης εἰς λίθον. καὶ τοιαύτη μὲν ἡ εἰρημένη παράδοσις, μὴ ἀκριβωσαμένη ὡς οὐχ' ἑτεροιοῦσθαι, ἀλλὰ μεταμορφοῦσθαι οἱ μυθογράφοι φασὶ τοὺς ἀπὸ σώματος ἄλλου εἰς ἄλλο μεταπίπτοντας, ὡς δηλοῦσιν οἱ τὰ περὶ μεταμορφώσεων ληρήσαντες. δοκεῖ γοῦν προσφυέστερον εἶναι εἰπεῖν τὸν Ὀδυσσέα ἠλλοιῶσθαι νῦν, Ὁμήρου ἐνδιδόντος εἰς τοῦτο ἀρχὴν διὰ τοῦ εἰπεῖν ὅτι ἀλλοῖός μοι ἐφάνης. ἄλλως δέ γε προσαρμόζει ἐνταῦθα καὶ τὸ μεταμορφωθῆναι διὰ μόνον τὸ πρόσωπον. ἀρέσκει γὰρ τοῖς παλαιοῖς ἐπὶ προσώπου τιθέναι τὴν μορφήν. διὸ καὶ φασὶν ὅτι εὐειδὴς μὲν ὁ τοῦ εἴδους εὖ ἔχων ἤγουν ἅπαν τὸ σῶμα καλὸς, εὔμορφος δὲ ὁ μορφῆς εὖ ἔχων· οἷον εὐπρόσωπος. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 184.) Τὸ δὲ ἵληθι λέγεται μὲν καὶ ἵλαθι. σύστοιχον δὲ αὐτῷ καὶ τὸ ἱλήκοις καὶ τὰ κατ' αὐτό. (ῃερς.
175.1.2
) Ἰστέον δὲ ὅτι τῶν σεσημειωμένων Ὁμηρικῶν σπονδειακῶν ἤγουν δωδεκασυλλάβων ἑπτὰ ἐπῶν ἐστὶ καὶ ὁ προκείμενος, ἤτοι τὸ, σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε, καθὰ καὶ τὸ, τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν, ὃ καὶ προδεδήλωται, καὶ τὸ, θώρηκας ῥήξειν δῄων ἀμφὶ στήθεσσιν. οὕτω γὰρ οἱ παλαιοὶ γράφουσι συναιροῦντες τὸ δηΐων εἰς δισύλλαβον. Σειρὴν δὲ πλεκτὴν εἶδός τι λέγει σχοινίου, ἴσως δὲ καὶ ἱμάντος, ὡς δηλοῦσιν οἱ παράσειροι ἵπποι καὶ οἱ ἀνασειραζόμενοι. ἐφυλάχθη δὲ ἡ λέξις καὶ παρὰ τοῖς ὕστερον. σειραὶ τοίνυν ἐλέγοντό τινες πεπλεγμέναι διὰ σχοίνων, φυτῶν δηλαδή. ἐντεῦθεν δὲ εἰλῆφθαι δοκεῖ καὶ ἡ ἰδιωτικῶς σέρα ἡ τὰς θύρας κλείουσα, πάλαι μὲν σχοῖνος οὖσα, καὶ αὐτὸ εἰπεῖν σειρὰ πλεκτή· ὕστερον δὲ καὶ ἐπὶ ξυλίνων μοχλῶν τῶν ἐντὸς παρανοουμένη ἢ παραφθειρομένη, ἵνα ᾖ ὥς περ δειρὰ δέρη, οὕτω καὶ σειρὰ σέρα τὸ ἰδιωτικόν· καὶ τὸ κοινῶς δὲ λεγόμενον σειράδιον τῆς Ὁμηρικῆς ἐστὶ κόμμα τι σειρᾶς. Πειρήναντες δὲ ἀντὶ τοῦ περατώσαντες, ἐκδήσαντες. καὶ ἔστι τὸ, ἐξ αὐτοῦ πειρήναντες, σύστοιχον τῷ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω, ὃ περὶ τοῦ Ὀδυσσέως που εἴρηται. πρωτότυπον δὲ τοῦ πειρήναντες τὸ περαίνω. (ῃερς. 176.) Κίονα δὲ κατὰ γένος θηλυκὸν καὶ νῦν Ἀττικῶς λέγει καὶ Ἰωνικῶς. (ῃερς. 177.) Τὸ δὲ, ὥς κεν δηθὰ ζωὸς ἐὼν ἄλγεα πάσχῃ, δηλοῖ τοῖς κακοπραγοῦσιν ἀγαθὸν ὡς ἐν κακοῖς εἶναι τὸ ἀπαλλάττεσθαι τοῦ βίου τάχιον· ὡς τό γε χαλεπὰ ἐπὶ πολὺ πάσχειν ζῶντα οἴκτιστόν ἐστι. (ῃερς. 184.) Σάκος δὲ γέρον τὸ πάνυ παλαιὸν καὶ, ὡς εἰπεῖν, γηράσαν. ἅπαξ δὲ καὶ τοῦτο εἶπενὁ ποιητής. λέγει δέ πού, φασι, καὶ Αἰσχύλος οὕτω τὸ γράμμα, οἷον, ὡς λέγει γέρον γράμμα, τουτέστι λόγος. λέγει δέ, φασι, καὶ Σοφοκλῆς πληθυντικῶς, σὺ γὰρ γέροντα βουλεύεις, ἤγουν παλαιὰ, ἀρχαῖα. Παυσανίας δὲ λέγει ὅτι γέρον ξύλον στυλίδι παραπλήσιον ἔχον κεφαλὴν γεροντοειδῆ, πλαστὴν, γλυπτὴν, καὶ χεῖρας ὡς Ἑρμοῦ τετραγώνου, ἐξ ὧν ἐκρέματό, φησι, τὰ νηθόμενα στυππεῖα· τὸ μέντοι γέῤῥον τὸ ἐν δυσὶ ˉρ οἱ μεθ' Ὅμηρον γράφουσι. ἔστι δέ, φασι, γέῤῥον ἀσπίς, πρόβλημα, θυρεός. εἴρηται δέ τι περὶ αὐτοῦ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. λαμβάνεται δὲ καὶ ἐπὶ φραγμοῦ τοιούτου ἡ λέξις καὶ σκηνῆς. Παυσανίας δὲ γράφει οὕτω· γέῤῥα, σκηνώματα, καὶ Περσικὰ ὅπλα, καὶ τὸ τῶν ἀνδρῶν καὶ γυναικῶν μόριον, καὶ περιφράγματα. Αἴλιος δὲ Διονύσιος, ὅτι γέῤῥον καὶ οἱ περιπεφραγμένοι τόποι καὶ ἀσπίδες Περσικαὶ ἐκλύγων καὶ οἰσύϊνοι. καλοῦσι δέ, φησιν, οὕτω οἱ κωμικοὶ καὶ τὸ, ὡς ἐῤῥέθη, γυναικεῖον. Ἄζη δὲ ἡ ξηρασία, ἡ τοῖς μυδῶσιν ἐγγινομένη λευκότης, ὁ παλάσσων εὐρὼς, κατὰ στέρησιν τοῦ ζῆν· οὐ ζῶσι γὰρ τὰ ξηρανθέντα. (ῃερς. 185.) Τὸ δὲ κουρίζων ἀντὶ τοῦ νέος ὢν κοῦρος. (ῃερς. 186.) Ἐν δὲ τῷ, ῥαφαὶ δ' ἐλέλυντο ἱμάντων, ἐλπίδας ὁ ποιητὴς ἀγαθὰς ὑποβάλλει τοῖς περὶ τὸν Ὀδυσσέα, ὡς οὐκέτι λοιπὰ ὅπλα χρηστὰ ἐν τῷ θαλάμῳ κεῖνται ὡς χρήσασθαι αὐτοῖς τοὺς ἐχθρούς. δώδεκα γὰρ σάκεα φθάσας εἰσάπαξ ἐξελεῖν ὁ Μελάνθιος νῦν ἓν μόνον φέρει καὶ αὐτὸ γέρον καὶ λελυμένον τῆς συνδέσεως τῶν ἢ τελαμώνων ἢ κανόνων ἢ ὀχάνων, περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. ἔστι δ' ἐκ τούτων συναγαγεῖν καὶ ἑπτακαίδεκα κεῖσθαι σάκεα ἐν τοῖς τοῦ Ὀδυσσέως, τὰ δυοκαίδεκα τῶν μνηστήρων, τὰ τέσσαρα τῶν ἀμφὶ τὸν Ὀδυσσέα, καὶ τοῦτο τὸ γέρον. (ῃερς. 188.) Τὸ δὲ κουρὶξ τῶν ἅπαξ μὲν παρ' Ὁμήρῳ ῥηθέντων ἐστὶ καὶ αὐτὸ, δηλοῖ δὲ κατὰ τοὺς παλαιοὺς τὸ νεανικῶς. καὶ γίνεται ἐκ τοῦ, ὡς ἐῤῥέθη, κουρίζειν, οὗ μέλλων Δωρικὸς κουρίξω, καὶ ἐξ αὐτοῦ κουρὶξ τὸ, ἀνδρείως καὶ ὡς πρέπει κούροις. καὶ οὕτω μέν φησιν ὁ Κράτης. Ἀρίσταρχος δὲ ἀντὶ τοῦ ἐπιλαβομένους τῆς κόμης, ἵνα ᾖ κατ' αὐτὸν τὸ κουρὶξ ἀντὶ τοῦ ἐκ τῆς κεφαλῆς, ὡς εἴ τις εἴποι ἐκ τῆς κουρᾶς ἰδιωτικώτερον. ὁμοιοῦται δὲ τῷ τόνῳ πρὸς τὸ ἀπρὶξ, ἔτι δὲ καὶ πρὸς τὸ ἀμφορὶξ, ὅ περ ἐκ τοῦ ἀμφορίζω γέγονε τοῦ παρηγμένου ἐκ τοῦ ἀμφορέως. (ῃερς. 195.) Τὸ δὲ μάλα πάγχυ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτό. (ῃερς. 196.) Τὸ δὲ, εὐνῇ ἐνὶ μαλακῇ καὶ τὸ, ὥς σε ἔοικεν, ἀστείως εἴρηνται, σκώπτοντος Εὐμαίου τὰς ἀγλαΐας τοῦ Μελανθίου, ἃς φθάσας αὐτῷ προσωνείδισεν. αἷς ἀκολούθως καὶ εὐνῇ ἐν μαλακῇ ἄρτι καταλέξεται ὡς αὐτὸν ἔοικε κοιτάζεσθαι ἐν τῷ ἀπαιωρεῖσθαι. οὔτε γὰρ ἀέρος τι μαλακώτερον οὔτε Μελανθίῳ τῆς τοιαύτης εὐνῆς πρεπωδέστερον. (ῃερς. 198.) Τὸ δὲ ἀγινεῖς ἀντὶ μέλλοντος χρόνου κεῖται τοῦ, ἄξεις, ἀγάγῃς. (ῃερς.