Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
176.1.1
) Ἐτεόκρητες δὲ οἱ ἀληθῶς ἢ ἀληθεῖς Κρῆτες, εἰ καὶ ἄλλως Κρῆτες ἀεὶ ψεῦσται, ὡς καὶ προείρηται. αὐτόχθονες οὖν οἱ Ἐτεόκρητες, Ἰθαγενεῖς, γνήσιοι τῆς χώρας, λεχθέντες Ἐτεόκρητες ὡς πρὸς τοὺς ἐπήλυδας, καθὰ καὶ τῷ γεωγράφῳ δοκεῖ. δῆλον δὲ ὡς πρὸς ὁμοιότητα τοῦ Ἐτεόκρητες καὶ οἱ Ἐτεοβουτάδαι συντέθεινται. Μεγαλήτορας δὲ τοὺς Ἐτεόκρητας λέγει διὰ τὸ ἀνδρείους εἶναι ὡς ἡ συχνὴ πεῖρα ἐδήλωσε. Κύδωνες δὲ ἀπὸ Κύδωνός, φασι, τοῦ Ἀπόλλωνος, περὶ ὧν καὶ ἀλλαχοῦ δηλοῦται. εἰ δ' οὗτος ἐστὶ καὶ ὁ παροιμιαζόμενος κατὰ τὸ, ἀεί τις ἐν Κύδωνος διὰ τὴν κατ' ἐκεῖνον φιλοξενίαν, οὐ πάνυ δῆλον. Ὅτι δὲ κάλλους σχῆμα τὸ, ἐν μὲν Ἀχαιοὶ καὶ ἑξῆς, καθὰ καὶ τὸ, ἐν δ' ἵμερος ἐν δ' ὀαριστὺς, πάρφασις καὶ τὰ τοιαῦτα, οὐκ ἄδηλόν ἐστι. Δωριεῖς δὲ οὗτοι ἄποικοι τῆς τῶν Δωριέων χώρας, ἧς μοῖραν ἔσχε καὶ ἡ τῶν Σικελῶν γῆ καὶ ἄλλαι δὲ πόλεις τῶν περὶ τὰς ἐκεῖ χέρσους. Τριχάϊκες Δωριεῖς, ἐπεί περ οἱ μὲν Εὔβοιαν, οἱ δὲ Πελοπόννησον, οἱ δὲ Κρήτην ᾤκησαν. ἕτεροι δὲ τοὺς πολεμικούς φασι καθ' ὁμοιότητα τοῦ, κορυθάϊκι πολεμιστῇ. οὗ δηλαδὴ αἱ τῆς περικεφαλαίας τρίχες αἴσσουσι, τουτέστι σείονται, κατὰ πόλεμον, ὡς δοκεῖν οὕτω τὸ τριχάϊκι πολεμιστῇ ἀναγινώσκεσθαι καθ' ὑφέν. ἄλλοι δὲ τοὺς τριλόφους φασὶν, οἷς λόφοις τρίχες ἔνεισιν. εἰσὶ δὲ οἳ καὶ κούφους ὀρχηστὰς εἶπον τοὺς τριχάϊκας. ἐπεὶ καὶ ἀρετὴ Κρητῶν ἡ κατὰ πόλεμον ὀρχηστική. ὁ δὲ γεωγράφος οὕτω καλεῖσθαι μόνους τοὺς κατὰ τὴν Κρήτην Δωριεῖς ἐμφαίνων δηλοῖ ὀνομασθῆναι οὕτω οὐ μόνον διὰ τριλοφίαν καὶ ὅτι τρίχινοι αὐτοῖς οἱ λόφοι, ἀλλὰ καὶ διότι ἐκ Παρνασοῦ ἐλθόντες τρεῖς πόλεις ᾤκισαν. Πελασγοὺς δέ γέ φασι νῦν λέγεσθαι τοὺς μετὰ Κερκάφου εἰς Κρήτην ἀποικισθέντας ἐκ τῆς Φθιώτιδος. Περιώνυμον δὲ τὸ τῶν ἁπλῶς Πελασγῶν φῦλον καὶ πολυσπερὲςδιὰ τὸ πλανητικόν. καὶ δηλοῦται περὶ αὐτῶν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ, ἔνθα τι ἐῤῥέθη καὶ περὶ Κνωσσοῦ, ἣν μεγάλην πόλιν ὁ ποιητὴς ἐπιθετικῶς λέγει, οὐ μὴν κατὰ τὴν ἐν Πελοποννήσῳ, ὑφὲν κυριωνύμως οὕτω καλουμένην, ἧς ὁ πολίτης Μεγαλοπολίτης, ἣν αὐξηθεῖσαν τοσοῦτον ὁ χρόνος ὕστερον ἐταπείνωσεν, ὡς διεκπεσεῖν ἐπ' αὐτῇ λόγον τὸ, ἐρημία μεγάλη ἐστὶν ἡ μεγάλη πόλις. (ῃερς. 178.) Ὁ δὲ Μίνως οὗτος ζηλωτής ἐστιν ἀρχαίου Ῥαδαμάνθυος κατά τινας, ὁμωνύμου τῷ οἰκείῳ ἀδελφῷ· ὃν δὴ Ῥαδάμανθυν ἐκεῖνον μιμούμενος ὁ Μίνως δι' ἐννέα ἐτῶν ἀναβαίνων, ὡς ὁ γεωγράφος φησὶν, ἐπὶ τὸ τοῦ Διὸς ἄντρον καὶ διατρίβων ἐκεῖ κατέβαινεν ἔχων συντεταγμένα παραγγέλματα, ἃ ἔλεγεν εἶναι τοῦ Διὸς, ἵνα δηλαδὴ πείθειν οὕτως ἔχῃ δεισιδαιμονοῦντας τοὺς ὑπηκόους, οἳ καὶ ἄλλως ὡς δικαίῳ αὐτῷ ἔχαιρον, ἐπειδὴ τὴν θάλασσαν ἐξεκάθαιρε λῃστῶν, ἐξ ὧν καὶ τὰ κρησφύγετα ὠνόμασται, ὅπου δηλαδὴ αὐτοὶ τὸν τοιοῦτον Κρῆτα ἢ τοὺς περὶ αὐτὸν Κρῆτας ἔφευγον. καὶ τοῦτο μὲν τοιοῦτον. Ἕτεροι δὲ τὸ ἐννέωρος συντιθέντες μετὰ τοῦ ὀαριστὴν φασὶν, ὅτι ἐπὶ ἐννέα ἔτη παρὰ τῷ πατρὶ Διῒ ἐπαιδεύθη· ἄλλοι δὲ, ὅτι ἐννεαετὴς ὢν βασιλεύειν ἤρξατο· τινὲς δὲ, ὅτι ἐπὶ ἐννέα ἔτη ἐβασίλευσε. τοῦτο γάρ ἐστι Διὸς ὀαριστὴν εἶναι, τὸ βασιλεύειν δηλαδή· ἐπεὶ καὶ διοτρεφεῖς καὶ διογενεῖς οἱ βασιλεῖς. πόθεν δὲ παράγεται ὁ ὀαριστὴς, πολλαχοῦ δεδήλωται. πρωτότυπον δὲ αὐτοῦ ὄαρ ὄαρος, ἐξ οὗ ὦρες αἱ ἐν Ἰλιάδι γυναῖκες. δῆλον δὲ ὡς οὐκ ἀναμφιβόλως κατὰ τὸ ὄαρ ὄαρος, οὕτω καὶ ἡ δάμαρ· αὐτὸ γὰρ δάμαρς εἶναι δοκεῖ, οὗ γενικὴ δάμαρτος. Ὄνομα δὲ κλυτὸν, ὅ περ ἀκούει τις ἐξ ἁπάντων. σύνθετον δὲ ἐξ αὐτῶν κύριον Ὀνομάκλυτος. (ῃερς. 183.) Πρὸς δὲ τὸν Αἴθωνα τοῦτον ἡ τοῦ Λυκόφρονος ἀστεϊζομένη Κασάνδρα Αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς τὸν Ὀδυσσέα καλεῖ, πλαστὰς εἰποῦσα γραφὰς τὰ τοῦ Ὀδυσσέως παρ' Ὁμήρῳ ψεύσματα. (ῃερς. 188.) Ἀμνισσὸς δὲ Μίνωος ἐπίνειον, ὡς ὁ γεωγράφος φησί· ἕτεροι δὲ Κνωσσοῦ. ἔστι δέ, φασι, καὶ ποταμὸς Κρήτης Ἀμνισσός. πάνυ δὲ ἐπιδεξίως ὁ μῦθος ἐπελέξατο τὸν Ἀμνισσὸν τῇ Εἰλειθυίᾳ εἰς διατριβὴν, ἐπειδὴ τὸ βρέφος τηνικαῦτα εἰς φῶς ἐλεύθει, ὅ περ Εἰλειθυίας ἔργον ἐστὶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, ὁπηνίκα οὐ δύναται μένειν κατὰ γαστρός. τοῦτο γὰρ ὁ Ἀμνισσὸς ὡς οἷά τις ἀμενισσὸς τῷ ἤχῳ τῆς λέξεως παραινίττεται. εἰ δὲ καὶ ἀγαθὸς ὁ ἐκεῖ τόπος ὢν ταῖς λεχοῖς διατοῦτο τῇ Εἰλειθυίᾳ ἀνέκειτο, οὐκ ἔστιν ἀπισχυριστικῶς εἰπεῖν. Ὅτι δὲ ταυτὸν Εἰλείθυιαν ἑνικῶς λέγειν καὶ Εἰλειθυίας πληθυντικῶς, καὶ διατί θυγατέρες Ἥρας αἱ Εἰλείθυιαι πλάττονται, ἡ Ἰλιὰς δηλοῖ. ἐκ δὲ τῆς κατὰ γέννησιν ἀλληγορουμένης Εἰλειθυίας Εὐριπίδης παραφέρεται τοῖς παλαιοῖς ἀνειλείθυιαν εἰπὼν τὴν μὴ γεννήσασαν. (ῃερς. 189.) Ὅτι δὲ δυσλίμενος ἡ Κρήτη τὰ πρὸς βοῤῥᾶν, δῆλον ἐστί. καὶ ἰδοὺ παρὰ καὶ καλοῖς κακὸν κεῖται, τοῖς τῆς Κρήτης δηλαδὴ, τὸ κατ' αὐτὴν κακολίμενον. (ῃερς. 197.) Τὸ δὲ, δημόθεν δοῦναι ἄλφιτα καὶ οἶνον καὶ ἑξῆς, δηλοῖ ἔθος εἶναι ξενίζεσθαι δημοσίᾳ τοὺς ἀξίους. οὕτω καὶ Ἀλκίνοος καὶ οἱ σὺν αὐτῷ ἄριστοι ἀνδρακὰς δόντες δῶρα τῷ Ὀδυσσεῖ, ὕστερον ἀγειρόμενοι κατὰ δῆμον ἐποίησαν τὰ ῥηθέντα ἐκεῖ. (ῃερς. 198.) Βοῦς δὲ ἱερεῦσαι καὶ νῦν τὸ σφαγιάσαι. Τὸ δὲ, πλησαίατο θυμὸν, ἶσον ἐστὶ τῷ κορέσαιντο. ἐπῆκται δὲ πρὸς ἑρμηνείαν τοῦ ἱερεύσασθαι, ἵνα μὴ ἐπὶ θυσίας ἡ λέξις νοηθείη, ἀλλ' ἀντὶ τοῦ σφαγιάσασθαι. (ῃερς. 200.) Τὸ δὲ, οὐδ' ἐπὶ γαίῃ εἴα ἵστασθαι, βιαιότατον ἄνεμον δηλοῖ, ὃς ὠθήσοι ἂν καὶ κατὰ κρημνοῦ, τόπον εὑρὼν ἐπιτήδειον. ἐπιταθεὶς δὲ καὶ εἰς Ἅρπυιαν αὐξηθήσεται. τοιοῦτος γάρ τις ὁ μὴ ἐῶν ἐπὶ γῆς ἵστασθαι. (ῃερς. 201.) Τὸ δὲ, ὤρορε δαίμων, εἰ καὶ φύσει κατὰ τὸ ὄλωλε γράφεται καὶ τὸ ὄδωδε καὶ τὰ ὅμοια Ἀττικὰ, ἀλλὰ καὶ νῦν ὑπέρθεσιν ἔπαθεν διὰ χρείαν μέτρου ὡς καὶ ἐν ἄλλοις. (ῃερς. 203.) Τὸ δὲ ἴσκεν οἱ μὲν γλωσσογράφοι ἀντὶ τοῦ ἔλεγεν ἐκδέχονται, οἱ δὲ ἀκριβέστεροι ἀντὶ τοῦ ἤϊσκεν, ὅ ἐστιν εἴκαζεν ἀπεικονίζων πρὸς ἀλήθειαν. (ῃερς. 202.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ, ἄνεμος πέσεν, ἀντὶ τοῦ ἐπαύσατο, κοινότερον φρασθὲν ἀφελῶς πρὸς ἀκολουθίαν τοῦ, ἐστόρεσε δὲ θεὸς πόντον. ἔνθα γὰρ τὸ στορέσαι καὶ στρῶσαι, οἰκεῖον ἐκεῖ καὶ τὸ πεσεῖν. (ῃερς. 203.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, ἴσκε ψεύδεα πολλὰ λέγων, ἐπιτηδείως ὁ ποιητὴς ἔπαυσε τὴν ἐπὶ πλέον ψευδολογίαν, ὀκνήσας μὲν ἐμβραδῦναι ψεύδεσιν, ἐμφῄνας δὲ μόνον ἐν σχήματι παρασιωπήσεως, καὶ ἄλλα τὸν Ὀδυσσέα ὡς εἰκὸς φάναι πρὸς τὴν γυναῖκα ὡς αὐτῷ ἤρεσε διὰ τὸ ἡδέως ἐκείνην ἀκροᾶσθαι· ὅ περ οὐκ ἂν Ὁμηρικὸς ἀκροατὴς ἐπὶ πλέον γενέσθαι ἀνάσχοιτο ἀληθευτικῆς αὐτὸς μαθήσεως ἐφιέμενος. (ῃερς. 204.) Ὅτι τῆς Πηνελόπης ἀκουούσης, ἃ ἔλεγεν Ὀδυσσεὺς, ῥέε δάκρυα, τήκετο δὲ χρώς. εἶτα λαβὼν ἀφορμὴν ἐκτοῦ τήκετο ἐπάγει· ὡς δὲ χιὼν κατατήκετ' ἐν ἀκροπόλοισιν ὄρεσσιν, (ῃερς. 206.) ἥν τ' Εὖρος οἷα χλιαρὸς κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύοι, ὡς ψυχρὸς δηλαδή. τηκομένης δ' ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες, ὣς τῆς τήκετο καλὰ παρήϊα δακρυχεούσης. (ῃερς. 208.) Καὶ ὅρα ὡς πεντάκις εἶπε τὰς ἀπὸ τοῦ τήκω κινήσεις. ὡς γάρ φασιν οἱ παλαιοὶ, οὐκ ἔχει καιριωτέραν ταύτης εἰπεῖν λέξιν ἐν τοῖς ἄρτι ῥηθεῖσιν. (ῃερς. 207.) Τὸ δὲ, ποταμοὶ πλήθουσι ῥέοντες, διὰ τὸ πλῆρες τῆς παραβολικῆς ἱστορίας ἔφη. ἄλλως γὰρ ὑπερβολικὸν ποταμηδὸν ῥέειν δάκρυον, εἴ γε καὶ τὸ κρήνης δίκην αὐτὸ ῥέειν ἐν Ἰλιάδι ὑπερβολὴν ἔχει. (ῃερς. 204.) Ἰστέον δὲ ὅτι τοῦ τήκω ῥήματος πολλά τινα παράγοντες, ἐκεῖθεν γίνεται καὶ τὸ τήγανον, οἱονεὶ τήκανόν τι ὄν. τὸ δ' αὐτὸ παρά τισι καὶ τάγηνον κατὰ μετάθεσιν, Δωρικῶς δὲ καὶ ἤγανον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. τινὲς δὲ ταγηνόν φασι τὸ ἐν τηγάνῳ ἑψηθέν. Συρακούσιοι δὲ, ὥς φησιν Ἀθήναιος, τὴν μὲν λοπάδα τήγανον καλοῦσι, τὸ δὲ κοινῶς τήγανον ξηροτήγανον. χρῆσις δὲ ἠγάνου μὲν δίχα τοῦ ˉτ καὶ παρὰ Ἀνακρέοντι· χεῖρά τ' ἐν ἠγάνῳ βαλεῖν· τηγάνου δὲ σὺν τῷ ˉτ ἐν τῷ, πηδῶσι δ' ἰχθῦς ἐν μέσοισι τηγάνοις· καὶ ἀπὸ τηγάνου τ' ἔφασκεν ἀφύας φαγεῖν. ἐξ αὐτοῦ δὲ καὶ ῥῆμα. Φρύνιχος· ἡδὺ δ' ἀποτηγανίζειν ἄνευ συμβολῶν. ταγήνου δὲ χρῆσις ἐν τῷ, ἀτάρ τοι τὸ τάγηνον ἄριστον. (ῃερς. 205.) Ἔτι ἰστέον καὶ ὅτι τὸ, ἀκροπόλοισιν ὄρεσσι, ταυτόν ἐστι τῷ, κορυφαῖς ὀρῶν, ὡς δῆλον ἐκ τῶν παλαιῶν παραδόντων εἰς τρία διαιρεῖσθαι τὸ ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπερώρειαν, καὶ εἰς τέρμα· ὧν τὸ μὲν κορυφὴ, τὸ δὲ πλευρὰ ὄρους, τὸ δὲ τελευταῖον, οἱ καὶ πόδες. αἱ δὲ κορυφαί, φησι, καὶ ἀκρόπολοι, περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. τὸ δὲ ἄκρον, ἐξ οὗ τὰ ἀκροπόλα ὄρη, καὶ τὰς ἀκροπόλεις ποιεῖ, καὶ τὰ ἀκροθίνια, ὅ πέρ ἐστιν ἄκρον σωροῦ, καὶ λάφυρα, καὶ ἀπαρχαὶ δὲ ἀνατιθέμεναι ἐξ ἐμπορίας· τοῦτο μὲν διὰ τὸ ἀπὸ θινὸς θαλαττίου σεσῶσθαι, τὰ δὲ ἐκ πολέμου λάφυρα ὡς οἷον, φασὶν, ἀκροσίνια παρὰ τὸ σίνεσθαι ἐν μάχῃ πολλούς· τὸ δὲ ἐπὶ σωροῦ παρὰ τὸ ἄκρον τοῦ τοιούτου θινός. φέρεται δέ, φασι, καὶ παροιμία ἐπί τινων μάτην κοπιόντων τὸ, ἀκροθίνια πυγμαίων κολοσσῷ ἐφαρμόζειν, ὅ πέρ ἐστιν ἀνδρὶ μεγίστῳ μικρόν τι κέρδος εἶναι. ἐκ τοῦ εἰρημένου δὲ ἄκρου καὶ ἀκρόκομος ὁ κομῶν τὸ ἄκρον τῆς κεφαλῆς. καὶ μὴν ἄλλως ἀκρόκομος ἐν Ἰλιάδι ὁ μετρίως ἢ λίαν κομῶν. (ῃερς. 210.) Ὅτι Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρεγυναῖκα, ὀφθαλμοὶ δ' ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος ἀτρέμας ἤγουν ἡσύχως ἐν βλεφάροισι. δόλῳ δ' ὅ γε δάκρυα κεῦθε. (ῃερς. 211.) Κέρα δὲ ἢ αὐτὴν λέγει κατὰ τοὺς παλαιοὺς τὴν φύσιν τοῦ κέρατος σκληρὰν οὖσαν, ἢ ὡς ἐκ μέρους τὰ τόξα, ἵνα λέγῃ ὡς οἱ ὀφθαλμοὶ τῷ Ὀδυσσεῖ ἵσταντο, εἴτε βούλοιτό τις εἰπεῖν οἷα καὶ σίδηρος, εἴτε καὶ ὡς τεταμένα τόξα, μὴ ἐνδιδόντες δάκρυσιν. οὕτω τλήμων ὁ Ὀδυσσεὺς καὶ νῦν ὁ καὶ παρὰ τῇ Καλυψοῖ συνεχῶς δακρύων καὶ παρὰ Φαίαξιν ἑτοιμόδακρυς διὰ μόνην ἀνάμνησιν κακῶν. Σημείωσαι δὲ ὡς ἐν τῷ, ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος, ἀπὸ τοῦ ὑφειμένου μετέβη αὐξητικῶς ἐπὶ τὸ μεῖζον, ἤγουν ἐκ τῶν κεράτων ἐπὶ τὸν σίδηρον. ἐσχημάτισται οὖν τοῦτο ἑτεροίως ἤ περ τὸ, ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης. ἐκεῖ γὰρ ἄλλως ἀπὸ τοῦ κατὰ λαμπρότητα ἡλιακοῦ μεγέθους ἐπὶ τὸ ἔλαττον κατέβη, ὡς ἂν εἴη ὁ λόγος πιθανώτερος. Ὅρα δὲ καὶ ὡς Ὅμηρος μὲν πρὸς κέρας εἴκασε τὸ τῶν ὀφθαλμῶν τοῦ Ὀδυσσέως ἀτενές· ἡ δὲ συνήθεια καὶ χιτῶνα τινὰ κερατοειδῆ τοῦ ὀφθαλμοῦ λέγει, ὅθεν ἴσως καὶ ἡ Ὁμηρικὴ ὥρμηται παραβολή. (ῃερς. 212.) Τὸ δὲ, δόλῳ δάκρυα κεῦθε, παράδειγμα καὶ αὐτὸ δόλου ἐπαινετοῦ, ὃς νῦν εἰς ἶσον ἥκει τῇ καρτερίᾳ. (ῃερς. 218.) Ὅτι θελήσας ὁ ποιητὴς ὡς ἐν παρέργῳ χάριν ἁβρότητος γραφικῆς καὶ περὶ λαμπροῦ διαλαβεῖν ἱματισμοῦ καὶ ἅμα πιθανῶς καὶ βιωτικῶς ἀνάκρισιν θέσθαι διὰ Πηνελόπης εἰ μὴ ψεύδεται ὁ ξένος, ἔτι καί τι ἱστορῆσαι, πλάττει αὐτὴν ἀνακρίνουσαν τὸν ξένον, εἰ ἐτεὸν ὡς λέγει τὸν Ὀδυσσέα ἐν Κρήτῃ ἐξένισεν ὅτε εἰς Τροίαν ἀπέπλεεν, ὁποῖα περὶ χροῒ εἵματα ἕστο, αὐτός θ' οἷος ἔην, καὶ ἑταίρους οἵ οἱ ἕποντο. καὶ Ὀδυσσεὺς ἑαυτὸν μὲν, οἷος ἦν, σιωπᾷ, μὴ καὶ περιηγούμενος εὐθὺς ἀναγνωρισθῇ ἐπιλεγομένης τῆς γυναικὸς τὰ σημεῖα, ὃς καὶ ἄλλως ἐπικρύπτων ἑαυτὸν ἀναγνωρισθήσεται ὑπὸ τῆς μαίας, ὡς ἐοικὼς τῷ Ὀδυσσεῖ. (ῃερς. 225.) οἷα δὲ ἐφόρει εἵματα, ἐρεῖ ἀναμνησθεὶς, καὶ τῶν ἑταίρων δὲ τὸν ἐπισημότερον ἀπαγγελεῖ. ἐξ ὧν ἡ Πηνελόπη ἀληθῆ τὸν ξένον κρινεῖ. ἀκκισάμενος οὖν πρῶτον καὶ εἰπὼν, ὡς ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα εἰπέμεν, ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν ἐκ τότε, εἶτα ὑποσχόμενος εἰπεῖν ἐν τῷ, (ῃερς. 224.) ἀλλὰ καὶ ὣς ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ, τουτέστι φαντάζεταιἀνειδωλοποιεῖται, ἅ περ εἴποι ἂν ὁ δυσχερῶς μεμνημένος τινὸς, ἐπιφέρει· χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεὺς, διπλῆν. (ῃερς. 226.) αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο αὐλοῖσι διδύμοισι, πάροιθε δὲ δαίδαλον ἦεν. εἶτα ἑρμηνεύων τὸ δαίδαλον ἐπιφέρει· ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἑλλὸν ἀσπαίροντα λάων, τὸ δὲ θαυμάζεσκον ἅπαντες, ὡς οἳ χρύσεοι ὄντες, ὁ μὲν λάε νεβρὸν ἀπάγχων, αὐτὰρ ὃ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι. τὸν δὲ χιτῶν' ἐνόησα περὶ χροὶ σιγαλόεντα, οἷόν τε κρομύοιο λοπὸν κατὰ ἰσχαλέοιο. τὼς μὲν ἔην μαλακός· (ῃερς. 234.) λαμπρὸς δ' ἦν ἠέλιος ὣς, καὶ οὐ κατὰ χρῶμα δηλαδὴ κρομύου. ἦ μὲν, πολλαί γ' αὐτὸν ἐθηήσαντο γυναῖκες. (ῃερς. 237.) ταῦτα εἰπὼν ἀληθῶς ὁ ξένος, εἶτα ὑποπτεύσας ἀναγνωρισμὸν διὰ τὸ τῆς εἰδήσεως ταύτης ἀκριβὲς, προσποιεῖται μὴ εἰδέναι εἴτε οἴκοθεν αὐτὰ εἶχεν εἴτε καὶ ξενισθείς ποθεν ἔσχε, καὶ φησίν· ἄλλο δέ τοι ἐρέω. οὐκ οἶδ' εἰ τάδε ἕστο περὶ χροῒ οἴκοθ' Ὀδυσσεὺς, ἤ τις ἑταίρων δῶκεν, ἤ τίς που καὶ ξεῖνος· ἐπεὶ πολλοῖς Ὀδυσσεὺς ἔσκε φίλος· (ῃερς. 240.) παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. καὶ πλάττει καὶ αὐτὸς ἄορ δοῦναι καὶ δίπλακα καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα καὶ αἰδοίως ἐκεῖνον ἀποπέμψαι· ἅ περ ἄνδρα ὑπογράφει φιλόξενον. εἶτα λέγει καθ' ἱστορίαν, ὅτι καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ εἵπετο· καὶ τόν τοι μυθήσομαι οἷος ἔην περ. γυρὸς ἔην ὤμοισι, μελανόχροος, οὐλοκάρηνος, Εὐρυβάτης δ' ὄνομ' ἔσκε. τίεν δέ μιν ἔξοχον ἄλλων ὧν ἑτάρων Ὀδυσσεὺς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, τουτέστιν οὐ δι' ἀνδρίαν ἢ γένος ἤ τι τοιοῦτον, (ῃερς. 248.) ἀλλ' ὅτι ἀρτίφρων ἦν. τοιοῦτος γὰρ ὁ φρεσὶν ἄρτια εἰδώς. (ῃερς. 253.) οὕτως ἀφηγησαμένου τοῦ ξένου σήματα ἀναγνοῦσα ἡ Πηνελόπη τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσσεὺς, καὶ κλαύσασα ἱκανῶς νῦν μὲν δή μοι, φησὶ, ξεῖνε πάρος περ ἐὼν ἐλεεινὸς ἐν μεγάροισιν ἐμοῖσι, φίλος τ' ἔσῃ αἰδοῖός τε. (ῃερς. 255.) αὐτὴ γὰρ τάδε εἵματα ἐγὼ πόρον, ἤτοι παρέσχον, οἷ' ἀγορεύεις, πτύξασ' ἐκ θαλάμου, περόνην τ' ἐπέθηκα φαεινὴν, κείνῳ ἄγαλμα εἶναι· τὸν δ' οὐχ' ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. (ῃερς. 260.) Καὶ ὅρα τὸ οὐκ ὀνομαστὴν, ἑρμηνευτικὸν ὂν τοῦ Κακοΐλιον. οὐ γάρ τι φαυλόφωνον καὶ δυσπροένεκτον ἡ τῆς Ἰλίου κλῆσις ἔχει. ἀλλὰ Κακοΐλιος ἢ οὐδετέρως Κακοΐλιον ἡ Τροία ἐστὶν, ὡς μὴ ἀξία ἥκειν τινὶ μηδὲ εἰς μνήμην διὰ τὰ ἐν αὐτῇ κακά. οὕτω καὶ Δύσπαρις ἐν Ἰλιάδι ὁ Ἀλέξανδρος καὶ Αἰνελένη ἡ Ἑλένη, οὐ διὰ φαυλότητα κλήσεων, ἀλλ' ὅτι κακῶν ἐγένοντοαἴτιοι. διὸ ἴσως οὐδὲ μνήμης ἄξιοι οὐδ' ἄχρι κλήσεως· ὅ περ ὕστερον χρόνῳ κατεψηφίσθη τοῦ τῆς Ἐφεσίας Ἀρτέμιδος ἐμπρήσαντος τὸν ναόν. (ῃερς. 254.) Ὅρα δὲ καὶ ὡς, ὅ περ φθάσας Ὀδυσσεὺς ηὔξατόπου, τὸ φίλος δηλαδὴ ἐλθεῖν τοῖς Φαίαξι καὶ ἐλεεινὸς εὗρε καὶ ἄρτι. ἐλεεινὸς γὰρ ὢν ἕως καὶ νῦν, ἤδη φίλος γίνεται ὁ μετ' ὀλίγα καὶ φίλτατος. Τοῦ δὲ ῥηθέντος χωρίου τὰ κατὰ μέρος τοιάδε· πορφυρέη μὲν ἡ χλαῖνα διὰ τὸ βασιλικόν. (ῃερς. 226.) Τὸ δὲ διπλοῦν αὐτῆς καὶ ἡ μία περόνη μανδυοειδῆ αὐτὴν εἶναι δηλοῖ, οὐ κύκλῳ ἀμπέχουσαν, ἀλλὰ διπλουμένην κατὰ τὸ ἔμπροσθεν καὶ ὄπισθεν διὰ τῶν ἀριστερῶν, ἀφιεῖσαν δὲ ἄνετα, ὡς καὶ προεδηλώθη τὰ δεξιά. (ῃερς. 225.) Οὔλην δὲ καὶ νῦν ἢ τὴν συνεστραμμένην λέγει καὶ εὔκλωστον, ἢ τὴν ὅλην καὶ ὑγιῆ, ἢ τὴν ἁπαλήν. τινὲς δὲ τὸ οὔλην συνάπτοντες μετὰ τοῦ πορφυρέην φασὶν ἄμφω δηλοῦν τὴν ὁλοπόρφυρον. οὖλον γὰρ πάντως που καὶ τὸ ὅλον. Τὸ δὲ ἔχε δῖος Ὀδυσσεὺς ἀντὶ τοῦ, ἐφόρει· ἐξ οὗ τὸ ἀμπέχειν γίνεται. (ῃερς. 226.) Εἰς δὲ τὸ διπλῆν γράφουσιν οἱ παλαιοὶ, ὅτι διπλοῦν μὲν κατὰ τὸ μέγεθος· ἱμάτιον γὰρ πτυσσόμενον διπλοῦν λέγεται· διπλάσιον δὲ κατὰ ἀριθμόν. οὕτω γοῦν διπλάσια χρήματα λέγονται. τοῦτο δὲ συντελεῖ καὶ εἰς τὸ, τριπλῇ τετραπλῇ τ' ἀποτίσομεν. (ῃερς. 227.) Αὐλοὶ δέ, φασι, ἐνταῦθα ῥαβδοειδεῖς τινὲς ἀνατάσεις εὐθεῖαι, εἰς ἃς κατακλείονται αἱ περόναι, ἃς διὰ τοῦτο καὶ κληΐδας ἐϋγνάμπτους ἔφη πρὸ μικροῦ. Δίδυμοι δὲ οἱ τοιοῦτοι ἀντὶ τοῦ, διπλαῖ ἢ συμφυεῖς ταῖς περόναις. Δαίδαλον δὲ τὸ δαίδαλμα, τὸ ποίκιλμα, συγκοπὲν ἐκ τοῦ δαιδάλεον. (ῃερς. 228.) Τὸν δὲ ἑλλὸν καὶ νεβρὸν ὑποκαταβὰς ἔφη, ὃ δηλοῖ νεογνὸν ἔλαφον, νεωστὶ βορὸν ἢ βορᾶς ἁπτόμενον. Περὶ δὲ τοῦ ἑλλὸς ἰχθὺς ζητητέον ἐν ἄλλοις. Προτέρους δὲ πόδας ἢ τοὺς τοῦ κυνὸς λέγει ἢ τὸ πρόσθιον μέρος τῶν ποδῶν τοῦ Ὀδυσσέως. (ῃερς. 229.) Τὸ δὲ λάων Ἀρίσταρχος μὲν ἀντὶ τοῦ ἀπολαύων, ἀφ' οὗ καὶ λαιμὸς καὶ λαυκανία καὶ αὐτὸ τὸ ἀπολαύειν πλεονασμῷ τοῦ ˉυ ὅθεν καὶ τὸ, λάε νεβρὸν ἄγχων, ἤγουν ἀπέλαυεν, ἐτρύφα· ἕτεροι δὲ, ὧν καὶ Κράτης, ἀντὶ τοῦ βλέπων, οὗ κατὰ στέρησιν ὁ ἀλαός· ἄλλοι δὲ ὑλάων ἤγουν ὑλακτῶν ὡςἐν σχήματι χάσκοντος, ἀφαιρεθέντος τοῦ ˉυ. ἀλλ' εἰ τοῦτο, πῶς ὁ χάσκων κύων εἶχε τὸν ἑλλόν; Τὸ δὲ θαυμάζεσκον παρασημείωσίς ἐστι τοῦ θαυμαστὸν ἀληθῶς εἶναι, διαφορὰς ζῴων ἐν μονοειδεῖ χρώματι διαφαίνεσθαι. τοιοῦτον δέ τι καὶ τὸ, πολλαὶ αὐτὸν ἐθηήσαντο γυναῖκες. ἐκεῖνο δὲ καὶ εἰς ἔπαινον τῆς Πηνελόπης κεῖται, ἧς ἔργον εἶναι δοκεῖ ὁ χιτών. (ῃερς. 230.) Τὸ δὲ χρύσεοι ὄντες, ὁ μὲν λάεν, ὁ δὲ ἤσπαιρεν, ὅμοιόν ἐστι τῷ, οἱ δὲ δύο σκόπελοι, ὁ μὲν τοιόσδε, ὁ δὲ τοιόσδε. (ῃερς. 233.) Κρομύου δὲ λοπὸς, λέπυρον, παρὰ τὸ λέπω. καὶ τούτου οὐ χλωροῦ· παχὺς γὰρ ὁ τοιοῦτος· ἀλλὰ ἰσχαλέου. τοῦτο δέ, φασι, πρὸς τὸ εὔτονον ἐῤῥέθη τοῦ χιτῶνος καὶ ἰσχνόν. ὁ γὰρ χλωρὸς λοπὸς οὐκ εὐτόνως ἔχει. Ἰστέον δὲ, ὅτι τε τὸ ῥηθὲν λέπυρον καὶ λεπύχανόν φασιν εὑρῆσθαι παρὰ Θεοπόμπῳ τῷ κωμικῷ, εἰπόντι ὡς ἐκ προσώπου τοῦ Ὀδυσσέως τό· χιτῶνά μοι φέρων δέδωκας δαίδαλον, ὃν ἤκασεν ἄρισθ' Ὅμηρος κρομύου λεπυχάνῳ. τὸ δ' αὐτὸ καὶ λόπισμα εἴρηται. εἰ δὲ καὶ τὸ λόπιμον κάρυον παρ' Εὐβοεῦσιν, ὃ μετεξέτεροι κάρυον καλέουσι κατὰ Νίκανδρον, τῆς αὐτῆς ἐστὶ σημασίας, οὐκ ἔστιν ἐνστῆναι στερεῶς. Τοῦ δὲ λέπειν, ἐξ οὗ καὶ τὸ λέμμα καὶ ἡ λεπὰς καὶ ἡ λεπρὰς καὶ ὁ λεπηρὸς καὶ ἐν συγκοπῇ λεπρὸς καὶ ἡ λεπὶς καὶ ὁ ἀλέπιστος καθά τις εἶπεν ἰχθὺς καὶ ἡ τὸν καυλὸν ἀπολελεμμένη θρίδαξ, χρῆσις μὲν καὶ ἐν τῇ Ἰλιάδι, ἔτι δὲ καὶ παρὰ τῷ εἰπόντι τὸ, μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει, ἤγουν ἐκλεπίζει. εἰκὸς δὲ καὶ τὴν λοπάδα τοιαύτης εἶναι συστοιχίας διὰ τὸ τῆς πλάσεως οὐ παχὺ ἀλλὰ ὡς εἰπεῖν λεπτόν· ὃ δὴ καὶ αὐτὸ ἐκ τοῦ λέπω γίνεται. Ἔτι ἰστέον καὶ ὅτι οὐδὲ τὸ λέπαδνον ἀπήλλακται τοιαύτης παραγωγῆς, καὶ ὅτι τὸ λέπω οὐ μόνον ἀντεγκείμενον, ὡς ἐῤῥέθη, ἔχει τὸ ˉο ἐν τῷ κινεῖσθαι, ἀλλὰ καὶ τὸ ˉε φυλάσσει, ὡς καὶ ἐν τῷ λέπας ἡ ὀρεινὴ τραχύτης, καὶ λέπος· οἷον, οὐδενὸς γάρ πώ ποτ' ἀπέβαλεν ὀσπρίου λέπος. καὶ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ λοποῦ ἐκτάσει καὶ λώπιον τὸ ἱμάτιον, ὅθεν λωποδύτης, ὁ καὶ χλαινοθήρας. καὶ ὅτι πρωτότυπον τοῦ ὕστερον ἰσχναλέου τὸ Ὁμηρικὸν ἰσχαλέον, ἀπὸ τοῦ ἴσχω γενόμενον, ἐξ οὗ καὶ ἰσχὰς τὸ ἰσχνὸν σῦκον. (ῃερς. 240.) Τὸ δὲ, ἐπεὶ πολλοῖς Ὀδυσσεὺς ἔσκε φίλος, ὁμοιοῦται πρὸς τὸ, ἐπεὶ κἀκεῖνος ἐπίστροφος ἦν ἀνθρώπων. Ἀνεπαχθὴς δὲ καὶ ἀνεμέσητος Ὀδυσσεὺς νῦν τε παρὰ τῇ γυναικὶ ἑαυτὸν ἐπαινῶν κατὰ καιρὸν ἐπὶ πείρᾳ καὶ μετ' ὀλίγα δὲ, ἔνθα φησὶ θεοῖς ἐναλίγκιον αὐτὸν λέγεσθαι, καὶ αὖ πάλιν, ἔνθα κέρδεα πολλὰ κατὰ θνητῶν ἀνθρώπων εἰδέναι λέγει. (ῃερς. 241.) Ἡ δὲ δίπλαξ ἢ ἡ αὐτή ἐστι τῇ ἐν Ἰλιάδι μαρμαρέῃ δίπλακι, ἢ κατὰ τὴν ἀνωτέρω ῥηθεῖσαν χλαῖναν πορφυρέην διπλῆν. δῆλον δ' ὅτι καὶ δίπλακα δημὸν ἐν Ἰλιάδι φησὶν ὁ ποιητής. Χιτὼν δὲ τερμιόεις ὁ σύμμετρος καὶ εὐτερμάτιστος καὶ μήτε ἐνδέων μήτε ὑπέρμετρος ὢν, καθὰ καὶ ἀσπὶς τερμιόεσσα ἡ τοιαύτη. ἕτεροι δὲ τερμιόεντα φασὶ τὰ ποδήρη. λέγει δὲ καὶ Ἡσίοδος τερμιόεντα χιτῶνα γεωργῷ πρέποντα, ὅλῳ τῷ σώματι συναπαρτιζόμενον. Ἡ δὲ τοῦ Εὐρυβάτου ἔκφρασις πάνυ καὶ σαφὴς καὶ σύντομος, ἑνὶ ἔπει ἐμπεριγραφομένη διὰ τὸ πρὸς εἰδυῖαν τὴν Πηνελόπην λέγεσθαι. (ῃερς. 246.) Γυρὸς δὲ ὁ στρογγύλους ἔχων ὤμους, ὑπόκυρτος, οὐκ εὐμήκης. οἱ δὲ παλαιοί φασιν ὅτι γυροὶ λέγονται καὶ οὗ τὰ φυτὰ ἐμβάλλουσι, καὶ ὅτι ἐκ τοῦ γυρὸς ὀξυτόνου καὶ γυρῖνοι, βάτραχοι γυροὶ τὸ σχῆμα παρ' Ἀττικοῖς μήπω πόδας ἔχοντες. Ἴωνες δὲ κατὰ Παυσανίαν γερίνους τοὺς τοιούτους φασίν. Ὅτι δὲ γύρος βαρυτόνως οὐ μόνον κοινότερον ὁ κύκλος, ἀλλὰ καί τι πλακοῦντος εἶδος, δηλοῖ καὶ Ἀθήναιος ἐν τῷ, γύρος, πλακοῦς, τῷ σχήματι μαστοειδὴς, ᾧ ἐχρῶντο Λάκωνες πρὸς γυναικῶν ἑστιάσεις. Οὐλοκάρηνος δὲ ὁ παρὰ Ἡροδότῳ οὐλόθριξ, καὶ ἔστιν ἐκεῖνο τοῦ παρ' Ὁμήρῳ σαφέστερον. τοῦτο γὰρ διὰ τοῦ ὅλου τὸ μέρος ἔφρασεν· οὐ γὰρ τὸ κάρηνον οὖλον, ἀλλ' αἱ περὶ τὸ κάρηνον τρίχες. (ῃερς. 247.) Εὐρυβάτης δὲ ἦν καὶ τῷ Ἀγαμέμνονι κῆρυξ. ἀμφότεροι δὲ φερωνύμως ἐκαλοῦντο παρὰ τὸ εὐρὺ βάζειν, ὃ κηρύκων ἐστὶν ἀρετή. λέγεται δέ τις καὶ Ἐφέσιος ἐν τοῖς ὕστερον Εὐρυβάτης, πονηρὸς ἀνὴρ, ὁ καὶ Εὐρύβατος, ἐξ οὗ καὶ τὸ πονηρεύεσθαι εὐρυβατεύεσθαι παροιμιάζεται. καὶ ἔστι τις αὐτοῦ μνήμη καὶ ἐν ἐξηγήσει τῶν εἰς τὸ τέλος τοῦ Ἑρμογένους. δοκεῖ δέ τι πρὸς πονηρίαν τῷ τοιούτῳ Εὐρυβάτῃ συμβαλέσθαι καὶ ἡ πατρὶς Ἔφεσος, ἀφ' ἧς καὶ παροιμία τὸ, Ἐφέσια γράμματα, ἐπὶ τῶν ἀσαφῆ τινὰ λαλούντων καὶ δυσπαρακολούθητα. ἐπῳδαὶ γάρ τινές, φασιν, ἐκεῖνα ἦσαν, ἃς καὶ Κροῖσος ἐπὶ τῆς πυρᾶς εἰπὼν ὠφελήθη. καὶ ἐν Ὀλυμπίᾳ δέ φασι Μιλησίου τινὸς καὶ Ἐφεσίου παλαιόντων τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα, ὧν γνωσθέντων καὶ λυθέντων τριακοντάκις τὸ ἐφεξῆς πεσεῖν τὸν Ἐφέσιον. Παυσανίας δέ φησιν ἐν τῷ κατ' αὐτὸν ῥητορικῷ λεξικῷ καὶ ὅτι φωναὶ ἦσαν τὰ Ἐφέσια γράμματα, φυσικὸν ἐμπεριέχουσα νοῦν ἀλεξίκακον, ἃς καὶ Κροῖσον ἐπὶ πυρᾶς φησὶ καὶ αὐτὸς εἰπεῖν, καὶ ὅτι ἀσαφῶς καὶ αἰνιγματωδῶς δοκεῖ ἐπὶ ποδῶν καὶ ζώνης καὶ στεφάνης ἐπιγεγράφθαι τῆς Ἀρτέμιδος τὰ τοιαῦτα γράμματα. ἄλλοι δὲ φάμενοι, ὅτι Ἐφέσιος ὁ πονηρὸς Εὐρύβατος ἢ τῶν Κερκώπων ὁ ἕτερος, φασὶ καὶ ὅτι Εὐρύβατος ὕστερον παροιμία ἐπὶ τῶν πονηρῶν, ἀπὸ τοῦ πεμφθέντος εἰς Πελοπόννησον ὑπὸ Κροίσου μετὰ χρημάτων ἐπὶ ξενολογίᾳ, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλομένου πρὸς Κῦρον τὸν τοῦ Κροίσου ἐχθρὸν καὶ προδεδωκότος τά τε ἀπόῤῥητα καὶ τὰς Σάρδεις. ὡς δὲ καὶ κλέπτης ἦν Εὐρύβατος ἢ ὁ ῥηθεὶς ἢ καὶ ἕτερός τις, ἡ ἱστορία δηλοῖ. καθειρχθεὶς γάρ, φασι, πολλάκις καὶ διαδρὰς, εἶτα πάλιν ἁλοὺς, καὶ παρακαλούμενος ἐπιδείξεσθαι, ὅπως διεδίδρασκε, τὰς ἐγκεντρίδας ὑποδησάμενος καὶ σπόγγους λαβὼν καὶ ἀναῤῥιχώμενος διὰ τοῦ τείχους τῆς εἱρκτῆς, οἷα δῆθεν δεικνὺς οὕτω φεύγειν, ὡς τοῦ ἄκρου γέγονε καὶ τὸν ὄροφον τῆς οἰκίας ἐξεῖλε, βλεπόμενος καὶ καταπλήττων κατεπήδησεν ἔξω καὶ ᾤχετο ἐν ὅσῳ οἱ φύλακες περιῄεσαν ὅπως ἴδοιεν αὐτὸν κατιόντα. εἰ δὲ καὶ πλείους ἦσαν Εὐρύβατοι, περιεργάσασθαι μὲν τὸ κατ' αὐτοὺς πλῆθος οὐκ ἀνάγκῃ, ἁπλῶς δὲ εἰπεῖν, ὅτι πλείονες ἐγένοντο, καθὰ δηλοῖ ὁ γράψας τὸ, ἠδ' ὅσσα προτέροισιν ἀείδεται Εὐρυβάτοισι, προσεπειπεῖν δὲ καὶ ὡς πάντες πανοῦργοι ἀπέβησαν. διὸ καὶ καθὰ ὁ μῦθος τὸν Δία ἔπλασε πολλάκις μορφούμενον ἄλλοτε ἄλλως ἐπὶ δόλῳ, οὕτω, φασὶ, καὶ Ἀριστοφάνης ἐν Δαιδάλῳ ὑποθέμενος αὐτὸν εἰς πολλὰ μεταβαλλόμενον καὶ πανουργοῦντα φησίν· ἤδη τις ὑμῶν οἶδεν Εὐρύβατον Δία; ὡς τοῦ Εὐρυβάτου δηλαδὴ ποικίλου ὄντος πονηρεύεσθαι. προεδηλώθη δὲ καὶ τοὺς Κέρκωπας πανούργους εἶναι καὶ ἀπατηλοὺς, οἵ τινες ἄρα καὶ ἦσαν ἐκεῖνοι, εἴτε οἱ ἐξ Ὠκεανοῦ καὶ Θείας εἶναι μυθευόμενοι, εἴτε καὶ ἕτεροι. οὓς καὶ ἀπολιθωθῆναι φασὶ διὰ τὸ ἐπιχειρεῖν ἀπατῆσαι τὸν Δία. ἕτεροι δέ φασι νήσων οἰκιστὰς ὄντας Κέρκωπας ἀλλοιωθῆναι θεόθεν διὰ κακοήθειαν εἰς πιθήκων μορφὰς καὶ παρασχεῖν ὄνομα τῷ τόπῳ τὰς Πιθηκούσας. νήσων δὲ περιᾳδομένων κλῆσις αὕτη. ὡς δὲ καὶ οἱ Τελχῖνες οἱ φαρμακεῖς καὶ γόητες ἐπίῤῥητοι κατὰ τούτους ἦσαν καὶ εἰς παροιμίαν ἔκειντο καὶ αὐτοὶ, ἐγράφη ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἦν δὲ πολὺς τὴν πονηρίαν καί τις Φρυνώνδας, καὶ Καλλικῶν δὲ, οἱ δεδηλωμένοι ἐν τοῖς περὶ Ἐλπήνορος. ἐρίζοι δ' ἂν τοῖς τοιούτοις καὶ ὁ περιφόρητος Σίσυφος, καὶ μὴν καὶ ὁ Αὐτόλυκος, εἰ καὶ εἰς ἔλαττον. (ῃερς. 250.) Τὸ δὲ, σήματα ἀναγνούσῃ, ἀντὶ τοῦ ἀναγνωρισάσῃ. ἔμπεδα δὲ σήματα τὰ μὴ εἰκότα καὶ κατά τινα στοχασμὸν, ἀλλὰ τεκμηριώδη καὶ ἀληθῆ. (ῃερς. 255.) Τὸ δὲ, οἷ' ἀγορεύεις, ἀλλαχοῦ μὲν ἀπολύτως ἔκειτο καὶ θαυμαστικῶς, ἐνταῦθα δὲ πρὸς ἀκολουθίαν κεῖται συντάξεως, ὅμοιον ὂν τῷ, ἅ περ ἀγορεύεις. (ῃερς. 263.) Ὅτι παραμυθητικὸν γυναικὸς ἐπὶ ἀνδρὶ κλαιούσης τὸ, μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν τῆκε πόσιν γοόωσα. Ὀδυσσεὺς δὲ τοῦτο τῇ Πηνελόπῃ φησὶν ἐλεῶν φύσει αὐτήν. (ῃερς. 264.) ἐπεὶ δὲ ἄλλως ἤθελεν αὐτὴν οὕτως ἔχειν, ἕως οἱ μνηστῆρες πεσοῦνται, ἐπάγει· νεμεσσῶμαί γε μὲν οὐδέν. ὃ κατασκευάζων φησί· καὶ γάρ τίς τ' ἀλλοῖον ὀδύρεται ἄνδρ' ὀλέσασα κουρίδιον, τῷ τέκνα τέκῃσι φιλότητι μιγεῖσα, ἤ περ Ὀδυσσῆα, (ῃερς.