Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
190.1.1
) Ὅτι Ὀδυσσεὺς εἰπὼν τὰ ἀνωτέρω δηλωθέντα υἱὸν κύσεν, ὅ ἐστιν ἐφίλησε, κὰδ δὲ παρειῶν δάκρυον ἧκε χαμᾶζε δαψιλῶς οὕτω ὑφ' ἡδονῆς, πάρος δ' ἔχε νωλεμὲς αἰεὶ, τουτέστι, πρὶν μέντοι ἐπεῖχεν αὐτὸ, τλήμων κἀνταῦθα ὢν τότε· οὗ καὶ ὅτε τῇ Πηνελόπῃ ἐντύχοι, οἱ ὀφθαλμοὶ ὡσεὶ κέρα ἢ σίδηρος στήσονται· καὶ Τηλέμαχος δὲ μετ' ὀλίγα, ἐπεί περ ἠκριβώσατο, ἀμφιχυθεὶς πατέρ' ἐσθλὸν ὀδύρετο δάκρυα λείβων. ἔνθα καὶ ἐμφαίνων οἷος ἦν ἀμφοῖν γόος φησίν· (ῃερς. 215.) ἀμφοτέροισι δὲ τοῖσιν ὑφ' ἵμερος ὦρτο γόοιο. Καὶ ὅρα τὸ ἵμερος, οὐ γὰρ ἁπλῶς ἀλλοία ὄρεξις, ἀλλ' ἵμερος ὅ πέρ ἐστιν ἐπιθυμίας ἐπίτασις. διὸ καὶ παραβολικῶς ὑποδεικνὺς τὸ πρᾶγμα φησί· κλαῖον δὲ λιγέως, ἀδινώτερονἤ περ οἰωνοὶ φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι· ὣς ἄρα τοί γ' ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβον. καλῶς ἄρα καὶ ὁ Εὔμαιος νῦν ἀποδημεῖ, ὡς ἂν καταμόνας ταῦτα γίνοιτο. (ῃερς. 220.) εἶτα διασαφῶν τὸν τοῦ γόου ἵμερον ἐπὶ πλέον, φησί· καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, εἰ μὴ Τηλέμαχος ἐρωτήσας τὸν πατέρα, ὅπως ἦλθεν εἰς Ἰθάκην, ἔπαυσε τὸν γόον, τρέψας τὸ παθητικὸν εἰς ἀφήγησιν. καὶ ἰδοὺ πρῶτος αὕτη τῷ πατρὶ πεῖρα τοῦ φρόνιμον εἶναι τὸν Τηλέμαχον· ὃς καὶ μετ' ὀλίγα δεικνὺς, ὡς καὶ μέγας ὀρθοῖτ' ἄν ποτε ὑπὸ σμικροτέρων, ὑποθήσει τῷ πατρὶ βούλευμά τι καλὸν, ὅ περ ἐκεῖνος οὐκ ἀπέβαλεν. (ῃερς. 190.) Ὅρα δὲ ὥς περ ἐν ἄλλοις, οὕτω καὶ ἐν τῷ, υἱὸν κύσεν, ὅτι τοῦ φιλεῖν τρία δηλοῦντος· τὸ ἀγαπᾶν, τὸ ξενίζειν, καὶ τὸ φιλοφρόνως χείλη συμβάλλειν, ὥς φασιν οἱ παλαιοὶ, τὰ μὲν πρῶτα δύο σημαινόμενα τοῦ φιλεῖν χρηστά εἰσι καὶ ποιηταῖς, τὸ δὲ τρίτον φιλῆσαι κύσαι φιλοῦσι γράφειν, ὡς πολλαχοῦ φαίνεται. δῆλον δ' ὅτι κύειν καὶ τὸ ἔγκυον εἶναι δηλοῖ, ὃ διαφέρει τοῦ τίκτειν καθότι αὐτὸ ἀπαλλάττει τοῦ κύειν. καὶ φέρεται εἰς τοῦτο χρῆσις ἐξ Ἀντιόπης τὸ, κύουσα τίκτον, ἤγουν κατὰ γαστρὸς φέρουσα εἶτα ἔτεκον. οἱ δέ γε ὕστερον καὶ αὐτὸ τὸ τίκτειν κύειν ἔλεγον. (ῃερς. 214.) Ἰστέον δὲ ὅτι τὸ, ἀμφιχυθεὶς πατέρα, ἐμφαντικώτερόν ἐστι τοῦ ἐμφὺς καὶ τοῦ περιφὺς καὶ τῶν ἄλλων, καὶ δηλοῖ τὴν ἄγαν διόλου περιπλοκὴν, ὁρμηθὲν ἐκ τοῦ, νήδυμος ἀμφιχυθείς. (ῃερς. 217.) Ἐν δὲ τῇ ῥηθείσῃ παραβολῇ σημείωσαι ὅτι ἐξ ἀνομίου παραβολικὴν ὁμοιότητα καὶ νῦν ἐπορίσατο. φήνη μὲν γὰρ καὶ αἰγυπιὸς ἐπὶ στερήσει τέκνων κλαίουσι λυπούμενοι. Ὀδυσσεὺς δὲ τὸν παῖδα σχὼν κλαίει χαίρων. πρὸς μόνην οὖν τὴν ὀξύτητα τοῦ κλαυθμοῦ ἡ παραβολὴ καὶ τὸ ἐξάκουστον τῆς βοῆς, ὡς ἐκεῖ τῆς κλαγγῆς, ἴσως δὲ καὶ πρὸς τὸ ἐλεεινόν. (ῃερς. 216.) Ἐν δὲ τῷ, οἰωνὸς καὶ ἑξῆς, γένος μὲν ὁ οἰωνὸς, εἴδη δὲ ἡ φήνη καὶ ὁ αἰγυπιός. εἰ δὲ ἴσως ὁ αἰγυπιὸς πάντων τῶν ἀετῶν κατηγορεῖται, εἴη ἂν γένος ὑπάλληλον ὁ αἰγυπιὸς, εἶδος δὲ πάλιν αὐτοῦ ἡ φήνη. πάνυ δὲ πολὺς ὁ λιγὺς τῶν ἡρώων κλαυθμὸς, εἰ καὶ φήνης καὶ αἰγυπιοῦ ἀδινώτερος ἦν· ὅσῳ δ' ἂν πλείων, τοσούτῳ καὶ εὐγενέστερος. τὸ γὰρ μινυρίζειν οὐκ εὐγενές. Ζῴων δὲ ἰδιότητα ἱστόρησεν ἡ παραβολὴ, ὧν πολὺ τὸ φιλότεκνον. μάλιστα δὲ τοιοῦτον ἡ φήνη, γένος αὕτη ἀετῶδες, ἣν λόγος ἐκτρέφειν καὶ τοὺς ἐκθέτους ἀετιδεῖς. Τὸ δὲ ἐξείλοντο καὶ νῦν ἀντὶ τοῦ, ὡς ἐξαίρετά τινα ἔλαβον. Πετεηνὰ δὲ τὰ πτῆναι δυνάμενα καὶ ὡς εἰπεῖν ἐκπετήσιμα. (ῃερς. 219.) Τὸ δὲ ἐλεεινὸν ἀναμεμίχθαι δηλοῖ καὶ τῷ καθ' ἡδονὴν δακρύῳ ἔλεόν τινα, οἷς δι' ἀνάμνησιν προϋπαρξάντων κακῶν γίνεται. Δῆλον δὲ καὶ ὅτι ἔνδοξος ἡ παραβολὴ, ὡς ἐξ εὐγενῶν γαμψωνύχων οἰωνῶν συγκεκροτημένη. καὶ κλαυθμὸν δὲ μέγαν ἐμφαίνει τῇ τῶν ἀρετῶν βοῇ, οὐχ' ἁπλῶς ἀλλ' ὅτε τῶν φίλων τέκνων ἀποστερηθεῖεν. (ῃερς. 194.) Ὅτι οὐκ ἔχων ῥᾷον συγκαταθέσθαι ὁ Τηλέμαχος πατέρα εἶναι τὸν φανέντα ἢ ἁπλῶς ἄνδρα τινὰ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρα εἶναι, φησίν· οὐ σύ γ' Ὀδυσσεύς ἐσσι πατὴρ ἐμὸς, ἀλλά με δαίμων θέλγει, ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο ᾧ αὐτοῦ νόῳ, ἤγουν κατὰ ἴδιον αὐτοῦ νοῦν, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο· νῦν δὲ θεοῖς ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι· ὅ περ ἄλλος πρὸ τούτων ἔφρασεν ἐν τῷ, μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι. καὶ ταῦτα μὲν ὁ Τηλέμαχος. ἐν οἷς τὸ, οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ καὶ ὁ ἐφεξῆς αὐτῷ στίχος ἁρμόσοι ἂν εἰς ἔπαινον μεγαλουργοῦ τινὸς ἀνδρός. (ῃερς. 202. σθθ.) Ὀδυσσεὺς δὲ, οὔ σε ἔοικε, φησὶ, φίλον πατέρα ἔνδον ἐόντα, οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι. οὐ μὲν γάρ τοι ἔτι ἄλλος ἐλεύσεται
190.2.1
Ὀδυσσεὺς, ἀλλ' ὅδ' ἐγὼ τοιόσδε παθὼν καὶ πολλὰ δ' ἀνατλὰς ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν· ὅ περ ἐπιτομή ἐστι τῆς εἰκοσαετοῦς ἀποδημίας τοῦ Ὀδυσσέως. τοῦτο δέ, φησι, τὸ ἔργον Ἀθηνᾶς ἐστὶν, ἥ τέ με τοῖον ἔθηκε ὅπως ἐθέλει· δύναται γάρ· ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ὡς πρὸ τούτου, ἄλλοτε δ' αὖτε, ὡς νῦν, ἀνδρὶ νέῳ, καὶ καλὰ περὶ χροῒ εἵματ' ἔχοντι. ῥηΐδιον δὲ θεῷ, ὃς οὐρανὸν εὐρὺν ἔχει, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι, οἷον, τὸ μὲν διὰ κάλλους, τὸ δὲ διὰ τοῦ κατ' εἶδος αἴσχους. καὶ ἰδοὺ σεμνὴ αὕτη λύσις τῆς τε παρὰ τῷ Τηλεμάχῳ εὐλόγου ἀπορίας καὶ τῆς ἐπὶ τῷ πλάσματι τῷ κατὰ τὴν Ἀθηνᾶν. διὸ καὶ οὐκέτι ἀπορεῖ ἐπὶ πλέον ὁ Τηλέμαχος. (ῃερς. 195.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ, ἀλλά με δαίμων θέλγει, οὐδ' ἐνταῦθα ἐπὶ καλῷ ῥηθέν. ἀπάτην γὰρ νῦν τὸ θέλγειν δηλοῖ καὶ ἐπίτασιν ὀδυρμοῦ, ὡς δηλοῖ προσκείμενον τὸ, ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. ἐκφανεστάτη δὲ καὶ μετ' ὀλίγα ἡ φαυλότης τῆς λέξεως ἐν τῷ, τοὺς δὲ ἤγουν τοὺς μνηστῆρας Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς. (ῃερς. 197.) Τὸ δὲ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥᾳδίως μεταβαλεῖ τινὰ, ἐγκείμενον φυσικῶς τῇ τοῦ φρονίμου παιδὸς ψυχῇ, ποιεῖ αὐτὸν ἑτοίμως παραδεχόμενον τοὺς τοῦ πατρὸς λόγους ὅτε σεμναῖς ἐννοίαις χρώμενος, ὡς ἐῤῥέθη, δύνασθαι εἴπῃ τὸν θεὸν ἀλλοιοῦν ἀνθρώπους καὶ ἢ κυδαίνειν ἢ κακοποιεῖν· ὃ γνωμικῶς εἶπεν Ὀδυσσεὺς, δύνασθαι μέντοι αὐτὰ οὐχ' ἁπλῶς, ἀλλὰ ῥᾷον, ὡς καὶ ὁ Τηλέμαχος ἔφη καὶ μετ' αὐτὸν ὁ πατήρ. μή ποτε δὲ καὶ ἐνταῦθα τὸ ῥηθὲν νόημα ἐκ τοῦ υἱοῦ πορισάμενος ὁ Ὀδυσσεὺς ἐξ αὐτοῦ ἔπεισεν αὐτὸν κατὰ φιλόσοφον μέθοδον. ἐξ ὧν γὰρ οἶδε δοξάζειν τὸν Τηλέμαχον, ὅτι δηλαδὴ οὐκ ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο, ὅτε μὴ θεὸς αὐτὸς ποιεῖ αὐτὰ, ἐξ ἐκείνων αὐτῶν ὁ παλαιὸς ῥήτωρ τὸν νέον ἔπεισε τοῖς οἰκείοις, ὅ φασιν, ἑαλωκότα πτεροῖς. Τὸ δὲ ὅτε μὴ θεὸς αὐτὸς, ὅμοιόν ἐστι τῷ, ὅτι μὴ θεὸς αὐτὸς, καὶ τῷ, εἰ μὴ ἄρα θεὸς αὐτός. (ῃερς. 200.) Τὸ δὲ θεοῖσιν ἔοικας, κατὰ μὲν τὸ πληθυντικῶς εἰρῆσθαι σεμνότερόν ἐστι τοῦ, θεός ἐσσι, κατὰ δὲ τὸ ἔοικας ἐπιεικέστερον φαίνεται. σεμνότερον δὲ αὐτοῦ τὸ θεός ἐσσι διὰ τὸ ἀποφαντικῶς προενεχθῆναι. (ῃερς. 203.) Τὸ δὲ, οὔ σε ἔοικεν οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι, παραινεθήσεται ὁ μὴ ῥᾳδίως πιστεύων τοῖς ἀληθῶς φαινομένοις. Ἔστι δὲ τὸ ἀγάασθαι, τουτέστιν ἐκπλήττεσθαι, ἐπίτασίς τις τοῦ θαυμάζειν. Τὸ δὲ περιώσιον ἤτοι μέγα, ὡς ἐκ τοῦ περιαύειν γίνεται, ἵνα δηλοῖ πως τὸ περιβόητον, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. (ῃερς. 227.) Ὅτι συγκεφαλαιούμενος ὁ ποιητὴς διὰ τοῦ Ὀδυσσέως τὸν ἐκ Φαιάκων εἰς Ἰθάκην πλοῦν, ὡς αὐτοὶ ἄγαγον αὐτὸν εἰς Ἰθάκην, καὶ ὅτι εὕδοντα ἐν νηῒ ἄγοντες, εἶτα κατέθεσαν εἰς Ἰθάκην, καὶ ὡς πολλὰ ἔδωκαν αὐτῷ, καὶ ὡς ἐν τῷ (ῃερς. 232.) κατὰ τὴν Ἰθάκην σπηλαίῳ ἐκεῖνα κεῖνται, ὃ καὶ πληθύνων ἐν σπήεσσι λέγει, στίχοις ἓξ ἐμπεριγράφει τὴν τοιαύτην κεφαλαίωσιν, οἷα μὴ θέλων μηδὲ νῦν τὰ ἀριζήλως εἰρημένα μακρολογεῖν, καὶ ταῦτα πρὸς ἀκροατὴν συνετόν. κεῖται δ' ἐνταῦθα καὶ τὸ, (ῃερς. 227.) Φαίηκές με ἄγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅ τις σφέας εἰσαφίκηται. παρεσημειώθη δὲ τοῦτο εἰς μνήμην τοῦ καὶ ἐπὶ τῶν Ἰθακησίων πορθμέων ἐν τοῖς ἑξῆς ῥηθήσεσθαι τὸ, (ῃερς. 229.) οἳ πάντας ἀνθρώπους πέμπουσι καὶ ἑξῆς, ἁρμόζον ὡς ἴδιόν τι τοῖς πορθμεύουσιν ἐπιλέγεσθαι. ἐν ᾧ καὶ αὐτῷ ἔστιν ἰδεῖν ὅτι ἐκ τοῦ, οἳ καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, εἰς τὸ ἑνικὸν κατέβη τὸ, ὅ τις σφέας εἰσαφίκηται, διὰ τὸ ἀκριβέστερον. οὐ γὰρ ἁπλῶς πάντας πέμπουσιν, ἀλλ' ὃς ἂν εἰς αὐτοὺς ἔλθῃ. Περὶ δὲ τοῦ ὅ τις ἤτοι ὅς τις προδεδήλωται. κεῖται δ' αὐτοῦ χρῆσις καὶ μετ' ὀλίγα ἐν τῷ, ἠδ' ὅ τις οὐκ ἀλέγει. (ῃερς. 235.) Ὅτι θέλων ὁ ποιητὴς πιθανολογῆσαι τὴν ὑποδύσκολον μνηστηροφονίαν ποιεῖ τὸν Ὀδυσσέα πολυπραγμοῦντα ἐκ τοῦ υἱοῦ τὸν ἀριθμὸν τῶν μνηστήρων, ὡς ἂν ἢ ἀξιόμαχος ὢν ἀποδύσηται εἰς τὸν ἀγῶνα, ὃ καὶ γενήσεται, ἢ μὴ δυνάμενος ἀντιστήσεσθαι διζήσεται καὶ ἑτέρους συμμάχους. φησὶ γοῦν· ἀλλ' ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, ὄφρ' εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας φράσσομαι (ῃερς. 238.) εἴ κεν νῶϊ δυνησόμεθα ἀντιφέρεσθαι μόνω ἄνευθ' ἄλλων, ἢ καὶ διζησόμεθ' ἄλλους. ὁ δὲ ἀδύνατον κρίνων τὴν διὰ μόνων τῶν δύο τούτων ἄμυναν, φησίν· (ῃερς. 241.) ὦ πάτερ, ἤτοι σεῖο μέγα κλέος αἰὲν ἄκουον, χεῖράς τ' αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν· ἃ δὴ χρήσιμα εἰς ἔπαινον ἀνδρείου καὶ φρονίμου τινός· ἀλλὰ λίην μέγα εἶπες. (ῃερς. 243.) ἄγη μ' ἔχει, οὐδέ κεν εἴη ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι· ὃ δὴ παρῳδηθῆναι δύναται, ὅτε τις μικρᾷ δυνάμει μεγίστων κατεπιχειρεῖ. ἐφ' οἷς ὁ βασιλικὸς νεανίας τὸν τοῦ πατρὸς λόγον πληρῶν ἐπιφέρει· (ῃερς. 245.) μνηστήρων δ' οὔτ' ἂρ δεκὰς ἀτρεκὲς, ἤγουν ἀληθῶς καταμόνας, οὔτε δύω οἶαι, ἀλλὰ πολὺ πλέονες. τάχα δ' εἴσεαι ἐνθάδ' ἀριθμόν. (ῃερς. 247.) ἐκ μὲν Δουλιχίοιο δύο καὶ πεντήκοντα κοῦροι κεκριμένοι, ὅ ἐστιν ἔκκριτοι· τοίους γὰρ ἔδει τοὺς τὴν Πηνελόπην μνηστευομένους εἶναι· ἓξ δὲ δρηστῆρες, ὅ ἐστι θεράποντες ὑπουργοὶ ἕπονται. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν· ἐκ δὲ Ζακύνθου ἐείκοσιν· ἐκ δ' αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι· καί σφιν ἅμα ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς, (ῃερς. 253.) καὶ δοιὼ θεράποντε εἴτουν δρηστῆρε δαήμονε δαιτροσυνάων. Καὶ σημείωσαι κἀνταῦθα τὸ ἡρωϊκὸν εὐτελές. τοῖς γὰρ τοσούτοις δύο ἦσαν δαιτροὶ, ὡς τῶν βρωμάτων οὐ πολυειδῶν ὄντων. ἀριθμὸς δὲ τῶν μνηστήρων μόνων, ὀκτὼ καὶ ἑκατόν· συναριθμουμένων δὲ καὶ τῶν ἓξ δρηστήρων καὶ τῶν δύο δαιτρῶν, οἳ οὐδ' αὐτοὶ ἐκφευξοῦνται τὸν θάνατον φαύλοις δεσπόταις συγκινδυνεύσαντες, γίνονται οἱ ὅλοι κακοὶ ἓξ καὶ δέκα καὶ ἑκατόν. (ῃερς. 252.) ὁ δὲ Μέδων καὶ ὁ ἀοιδὸς συναριθμοῦνται μὲν, οὐκ εἰσὶ δὲ θανάτου ἄξιοι· ἀγαθοὶ γάρ εἰσι· διὸ καὶ περισωθήσονται. ὅθεν καὶ προοιμιάζεται τὸ μὴ θανεῖν τῷ Μέδοντι μὲν τὸ κῆρυξ· τίμιοι γὰρ οἱ τοιοῦτοι καὶ ἄσυλοι· τῷ ἀοιδῷ δὲ τὸ θεῖος· ὁ γὰρ τοιοῦτος οὐδὲν ἂν πάθοι ὅτι μηδὲ ποιήσοι κακόν. Ὅτι δὲ ὁ Μέδων ἀγαθὸς τῷ τοῦ Ὀδυσσέως οἴκῳ, μαρτυρήσει καὶ ἐν τοῖς ἑξῆς ὁ Τηλέμαχος, ὅτε καὶ περιποιηθήσεται. ὡς δὲ καὶ ὁ ἀοιδὸς ἀνάγκῃ ἄειδε τοῖς μνηστῆρσι, προϊστόρηται. τέως γε μὴν ἀρκεῖ αὐτοῖς ἡ ἐκ τοῦ υἱοῦ πρὸς τὸν Ὀδυσσέα σύστασις, φαῦλον μὲν περὶ αὐτῶν εἰπόντος οὐδὲν, σεμνύναντος δὲ τὸν μὲν διὰ τοῦ κῆρυξ, τὸν δὲ διὰ τοῦ θεῖος. (ῃερς. 247.) Ἐνδοξότερον δὲ φαίνεται τὸ ἐκ Δουλιχίου φῦλον. πλείους τε γάρ εἰσι κοῦροι ἔκκριτοι καὶ δρηστῆρας αὐτοὶ μόνοι ἔχειν λέγονται. (ῃερς. 235.) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ὁ γλυκὺς ἀριθμεῖν καὶ νῦν καὶ ἀλλαχοῦ λέγει κοινότερον. καινολόγος δέ τις ποιητὴς μεταθεὶς ἀμιθρεῖν λέγει τὸ ἀριθμεῖν. (ῃερς. 236.) Ἐν δὲ τῷ, ὄφρ' εἰδέω, φυσικῶς ἔγκειται τὸ ˉε, ὡς ἐν τῷ ποιέω καὶ τοῖς ὁμοίοις. εἰδέω γὰρ εἰδῶ εἰδήσω, ὡς ποιέω ποιῶ ποιήσω, καὶ ἐκεῖθεν καὶ τὸ εἰδήσειν καὶ ἡ εἴδησις καὶ ὁ εἰδηκὼς, ἐξ οὗ κατὰ συγκοπὴν ὁ εἰδὼς, ὥς περ καὶ τὸ εἰδέναι ἐκ τοῦ εἰδηκέναι. Ἐν δὲ τῷ, ὅσσοι τε καὶ οἵ τινες, ποσοῦ μὲν τὸ ὅσσοι, ποιοῦ δὲ τὸ οἵ τινες. (ῃερς. 238.) Νῶϊ δὲ δίχα τοῦ ˉν ἀντὶ τοῦ ἡμεῖς, τὸ μέντοι νῶϊν μετὰ τοῦ ˉν γενικὴ καὶ δοτική ἐστι τῶν δυϊκῶν, κειμένη ἀντὶ τοῦ ἡμῖν. (ῃερς. 244.) Ἐν δὲ τῷ, πολλοῖσι καὶ ἰφθίμοισιν, ἀκρίβειά ἐστι λόγου. ἀνάνδροις μὲν γὰρ πολλοῖς μάχοιντο ἂν ἀνδρεῖοι δύο, ἤδη δέ που καὶ εἷς. πολλοῖς δὲ καὶ ἰφθίμοις οὐκ ἂν προσμίξοι ἀκινδύνως. (ῃερς. 254.) Ὅτι Τηλέμαχος μὲν ὀκνῶν τὴν κατὰ τῶν μνηστήρων μάχην φησίν· ὡς εἴ περ τῶν μνηστήρων πάντων ἀντήσομεν, ὅ ἐστιν ἄντην ἔλθωμεν, ἔνδον ἐόντων καὶ μὴ ἐσκεδασμένων που ἔξω, (ῃερς. 255.) μὴ πολύπικρα καὶ αἰνὰ, τουτέστι πολυπίκρως καὶ αἰνῶς, βίας ἀποτίσεαι ἐλθὼν, ἤγουν πειραθῇς ἀμυντικῶς ἐκδικῆσαι τὰς βίας αὐτῶν. ἀλλὰ σὺ εἰ δύνασαί τινα ἀμύντορα μερμηρίξαι, φράζευ, (ῃερς. 257.) ὃς ἂν νῶϊν ἀμύνοι πρόφρονι θυμῷ· ὅ περ ἑρμηνεία ἐστὶ τοῦ, ἀμύντορα. καὶ οὕτω μὲν ὁ Τηλέμαχος. (ῃερς. 259.) Ὀδυσσεὺς δὲ λύων τὸ ἄπορον φησὶ μεγαληγόρως καὶ σεμνῶς· τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καὶ φράσαι, εἴ κεν νῶϊν, ἤγουν ἡμῖν, Ἀθήνη σὺν Διῒ πατρὶ ἀρκέσει, ἠέ τιν' ἄλλον ἀμύντορα μερμηρίξω. (ῃερς. 263.) καὶ ὁ νεανίας φησίν· ἐσθλώ τοι τούτω γ' ἐπαμύντορε, τοὺς ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥς τε καὶ ἄλλοις ἀνδράσι κρατέουσι καὶ ἑξῆς. πρέπει δὲ πάντως ἐπὶ ἐνδόξων βοηθῶν λέγεσθαι τὸ, ἐσθλοί τοι οὗτοί γε ἐπαμύντορες, οὓς ἀγορεύεις. εἰ δὲ καὶ εἰς ἑνικὸν σχῆμα παρῳδηθῇ, ἐπιπρέπει ὁ πᾶς λόγος θεῷ, οἷον· ἐσθλός τοι οὗτος ἐπαμύντωρ, ὃν ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθήμενος, ὅς τε καὶ ἄλλοις ἀνδράσι τε κρατέει καὶ ἀθανάτοισιν. (ῃερς. 255.) Ὅρα δὲ τὴν ἔλλειψιν ἐν τῷ, μὴ πολύπικρα καὶ ἑξῆς. λείπει γὰρ τὸ σκόπει, ἢ σκέπου, ἢ δέδοικα, ἤ τι τοιοῦτον· ἵνα λέγῃ, ὅτι δέος ἐστὶ μὴ τίσεσθαι τοὺς κακοὺς προθέμενος πικρανθῇς αὐτός. (ῃερς. 256.) Ὅρα δὲ καὶ ὅτι τὸ ἀμύντωρ, ὃ καὶ ἡρμήνευσεν, ὡς ἐῤῥέθη, τρὶς ἐνταῦθα κεῖται κατὰ σχῆμα ἐπιμονῆς, καὶ ὅτι πάνυ καὶ πιθανῶς καὶ, ὡς ἐῤῥέθη, σεμνῶς, κατέστησεν ὁ ποιητὴς οὐκ ἀπίθανον εἶναι τὴν τῶν μνηστήρων πανωλεθρίαν εἰ θεὸς ἐπαμύνῃ, οἷα τοῦ παιδὸς μὲν ἀπορήσαντος, τοῦ δὲ Ὀδυσσέως φιλοσόφως λύσαντος. εἰ δὲ καὶ ἀόπλοις ἐκείνοις ἔνοπλοι οὗτοι ἐμπέσοιεν, καὶ μεθύουσι νήφοντες καὶ πάντῃ ἀνελπίστως καὶ οὐδὲ μόνοι οὗτοι οἱ δύο ἀλλὰ σὺν ἑτέροις τισὶν, ἐπίτασίς τίς ἐστι ταῦτα τῆς πιθανότητος. ὅτι δὲ πλάσει ὁ ποιητὴς καὶ αὐτὴν τηνικαῦτα παρεῖναι τὴν Ἀθηνᾶν, ἐκεῖ φανεῖται. (ῃερς. 267.) Ὅτι ἐπικουρίας ὑποσχετικὸν τὸ, οὐ μέντοι κεῖνοί γε πολὺν χρόνον ἀμφὶς ἔσονται φυλόπιδος κρατερῆς, ὁπότε ἡμῖν μένος κρίνηται Ἄρηος, ἤγουν ὅτε πολεμοῦμεν. συμβολικὸς δὲ ὁ λόγος καὶ οἷον αἰνιγματώδης διὰ τὸ ἀσαφές. (ῃερς. 269.) Ἔστι δὲ κρίνεσθαι μένος Ἄρεος, ὅτε σύμμιξις πολέμου γένηται. τότε γὰρ διακρίνεται τὸ τῶν μερῶν μένος καί πως διακεκριμένως οἱ τοιοῦτοι μίγνυνται, τὴν ἀρχὴν μὲν συμπλεκόμενοι, τῷ δὲ τέλει τῆς μάχης διακρινόμενοι ὅτε νίκη ἑτεραλκὴς γένηται. (ῃερς. 267.) Τὸ δὲ ἀμφὶς φυλόπιδος, ἀντὶ τοῦ, ἰδίᾳ καὶ χωρὶς καὶ πόῤῥω τῆς μάχης. (ῃερς. 270.) Ὅτι προεκτιθεὶς ἐνταῦθα σαφέστερον τὰ ἐφεξῆς ὁ ποιητὴς καὶ προθεωρῶν, ὅπως μεθοδεύσοι αὐτὰ, ποιεῖ τὸν Ὀδυσσέα λέγοντα τῷ υἱῷ, ὡς σὺ μὲν ἕωθεν ἐλθὼν οἴκαδε μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει. (ῃερς. 272. σθθ.) ἐμὲ δὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, οὐκ ἐν τῷ νῦν σχήματι, ἀλλὰ πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. εἶτα λαλεῖ τινὰ γυμναστικὰ εἰςκαρτερίαν καὶ τληπάθειαν, εἰπών· εἰ δέ μ' ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ τετλάτω ἐν στήθεσσιν, ὅ πέρ ἐστι περίφρασις τοῦ, σὺ δὲ τλῆθι κακῶς πάσχοντος ἐμοῖο, ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε, ἢ βέλεσι βάλλωσι, σὺ δ' εἰσορόων ἀνέχεσθαι, ἤτοι ἀνέχου. παύεσθαι μέντοι ἄνωγε ἀφροσυνάων μειλιχίοις ἐπέεσσι παραυδῶν, ὅ ἐστι παραινῶν. οἱ δέ τοι οὐχὶ πείσονται, δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ· τουτέστιν ἐγγὺς αὐτῶν ἵσταται ὄλεθρος ὁ ἀποκείμενος. εἶτα προσεπιβάλλει προεκθετικῶς καὶ ἑτέραν παραγγελίαν χρησίμην εἰς τὰ ἑξῆς, εἰπών· ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ὅ περ καὶ μετ' ὀλίγα ἐν ἑτέρᾳ παραινέσει ἀπαραποιήτως λέγει· ὁππότε ἂν πολύβουλος ἐνὶ φρεσὶ θήσει Ἀθήνη, νεύσω μέντοι ἐγὼ κεφαλῇ, σὺ δ' ἔπειτα νοήσας, ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται, ἐς μυχὸν ὑψηλοῦ θαλάμου κατάθες ἀείρας πάντα μάλα. μνηστῆρας δὲ μαλακοῖς ἐπέεσσι παρφάσθαι, ἤτοι παράφαθι, παραλόγισαι, εἴ πέρ σε μεταλλῶσι ποθέοντες· ἐκ καπνοῦ κατέθηκα, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει οἷα ποτὲ Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς. ἀλλὰ κατῄκισται ὅσον πυρὸς ἵκετ' ἀϋτμή. πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε θεὸς, μή πως οἰνωθέντες ἔριν στήσαντες ἐν ὑμῖν ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα καὶ μνηστὺν, ἤγουν τὴν τῆς Πηνελόπης μνηστείαν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. ἡμῖν δέ, φησι, μόνοις, δύο φάσγανα καὶ δύο δοῦρε καλλιπέειν ἤτοι κατάλιπε, καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, ἤγουν ὥστε ἑλεῖν αὐτὰ χερσὶ καὶ ἀντικαταστῆναι τοῖς μνηστῆρσι. τοὺς δὲ Παλλὰς Ἀθηναίη θέλξει, ὡς ἐῤῥέθη πρὸ μικροῦ, καὶ Ζεὺς, τουτέστιν ὁ ἐν ἡμῖν νοῦς καὶ ἡ φρόνησις. (ῃερς. 288.) Καὶ ὅρα τὸ τοῦ Ὀδυσσέως βαθὺ καὶ ἐπιχειρηματικόν. συμβουλεύει μὲν γὰρ τῷ υἱῷ· συστεῖλαι τὰ Ἀρεϊκὰ ὅπλα· ὑποβάλλει δὲ αἰτίαν εἰπεῖν τῆς πράξεως εἴ τίς που αὐτὸν ἐρωτήσει, μίαν μὲν ὑπὲρ τῶν ὅπλων, ἵνα δῆθεν μὴ ἀχρειῶνται καπνῷ πρόχειρα κείμενα, (ῃερς. 292.) ἑτέραν δὲ ὑπὲρ τῶν μνηστήρων, μή πως οἴνῳ κατασχεθέντες ἐπεγερθῶσιν ἀλλήλοις ὡς ἀντερασταί. τοῦτο δὲ ἔχει τι καὶ σκώμματος, εἴ γε λεληθότως ἐν τῷ δοκεῖν ὑπὲρ αὐτῶν λέγειν σκώπτει αὐτοὺς καὶ ὡς μεθύσους. (ῃερς.

Intertext edge

Open linked passage

Note