Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
191.1.1
) ὁ δὲ Φιλοίτιος πρῶτα μὲν ἐρωτήσει τὸν σύνδουλον, τίς δὴ ὅδε ξεῖνος νέον ἦλθε; τίνων δ' ἐξεύχεται εἶναι; ποῦ δέ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; προσθεὶς καὶ ὅτι δύσμορος ὁ ξένος. καὶ ἔοικε δὲ δέμας βασιλῆϊ ἄνακτι. (ῃερς. 195.) ἀλλὰ θεοί, φησι, δυόωσιν, ἤγουν εἰς δύην καὶ κακοπάθειαν ἄγουσι, πολυπλάγκτους ἀνθρώπους, ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσονται ὀϊζύν. καὶ οὕτως εἰπὼν δεξιτερῇ δέχεται, ἤγουν δεξιοῦται χειρὶ παραστάς· καὶ χαῖρε, φησὶ, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσω ὄλβος, καὶ ἑξῆς ὡς καὶ ἄλλος τις πρὸ τούτου εὔξατο. (ῃερς. 201.) ἔτι δὲ σχετλιάζει καὶ κατὰ τοῦ Διὸς, λέγων καὶ αὐτὸς ἅ τις ἐρεῖ κατὰ τοῦ μετὰ τὸ ὠφελῆσαι βλάπτοντος· Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτὸς, ἤγουν γεννήσῃς, μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν. ἔστι δ' ἐν τούτοις τὸ μὲν, θεῶν ὀλοώτερος, οὐ κατὰ σύγκρισιν, ἀλλ' ἁπλῶς ἀντὶ τοῦ, ὀλοὸς ἐν θεοῖς, ὃ καὶ ἀλλαχοῦ δεδήλωται. (ῃερς. 202.) Τὸ δὲ γείνεαι ὡς πρὸς τὸ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε· πατρὸς γὰρ τὸ γείνεσθαι, ἤτοι γεννᾶν. οἰκτιζόμενος ἐπὶ πλέον τὸν δεσπότην ὁ Φιλοίτιος φησίν· ἴδιον, τουτέστιν ἵδρωσα, ἠγωνίασα ὡς ἐνόησα, (ῃερς. 204. σθθ.) εἶτα ἤγουν ὡς εἰς νοῦν ἔλαβον· δεδάκρυνται δέ μοι ὄσσε μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ κἀκεῖνον ὀΐω τοιάδε λαίφε' ἔχοντα κατ' ἀνθρώπους ἀλάλησθαι, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. εἰ δ' ἤδη τέθνηκεν, ᾤ μοι ἔπειτα Ὀδυσῆος ἀμύμονος, ὅς μ' ἐπὶ βουσὶν ἔταξε τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. νῦν δ' αἱ μὲν γίνονται ἀθέσφατοι, ὁποῖα τινὰ καὶ ὁ Εὔμαιος ὑπὲρ ἑαυτοῦ φθάσας αὐχεῖ, οὐδέ κεν ἄλλως ἀνδρί γε ὑποσταχύωτο βοῶν γένος εὐρυμετώπων· τὰς δ' ἄλλοι με κέλονται ἀγινεῖν αὐτοῖς ἔδμεναι· οὐδὲ παιδὸς ἀλέγουσιν, οὐδ' ὄπιδα τρομέουσι θεοῦ· ἐθέλουσι δὲ κτήματα δάσασθαιἄνακτος. (ῃερς. 218.) ἐμοὶ δὲ θυμὸς πόλλ' ἐπιδινεῖται, τουτέστιν εἰς πολλὰ στρέφεται. ποῖα δὴ ἐκεῖνα; μάλα μέν, φησι, κακὸν υἷος ἐόντος, τουτέστι ζῶντος, ἄλλων δῆμον ἱκέσθαι αὐτῇσι βόεσσιν, ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον αὖθι μένοντα βουσὶν ἐπ' ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν. (ῃερς. 222.) καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην, τουτέστιν ἱκέτευσα, φεύγων, ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται. (ῃερς. 224.) ἀλλ' ἔτι τὸν δύστηνον ὀΐομαι, τουτέστιν ἐλπίζω, εἴ ποθεν ἐλθὼν ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείη. ὅ πέρ ἐστι περίφρασις τοῦ σκεδάσει τοὺς μνηστῆρας. (ῃερς. 227. σθθ.) οὕτω τοῦ Φιλοιτίου εἰπόντος θερμότερον, πιστωσάμενος Ὀδυσσεὺς εὔνουν αὐτὸν εἶναι πρῶτα μὲν λαλεῖ εἰς αὐτὸν ἔπαινον ἀγαθοῦ ἀνδρὸς, εἰπών· βουκόλε, ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας, γινώσκω δὲ καὶ αὐτὸς ὅ τοι, ἤγουν ὅτι τοι, πινυτὴ φρένας ἵκει καὶ ἑξῆς. (ῃερς. 230.) εἶτα πληροφορεῖ καὶ αὐτὸν ἔνορκος διὰ τοῦ Διὸς καὶ τῆς τοῦ Ὀδυσσέως ἱστίας, ὡς ἄρα ἐνθάδε ἐόντος ἔτι αὐτοῦ ἐλεύσεται Ὀδυσσεύς. ὃ δὴ καὶ Εὔμαιος ἀκούων χαίροι ἄν. σὺ δέ, φησιν, ἐσόψει εἴ περ ἐθέλεις κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν· ὃ δὴ καὶ προαναφώνησίς ἐστιν Ὁμηρική. τοῦ δὲ εὐξαμένου τοῦτο γενέσθαι συνεπεύχεται καὶ ὁ συβώτης. (ῃερς. 236. σθ.) ἔστι δὲ ἡ τοῦ Φιλοιτίου εὐχὴ, ὁποίαν εὔξαιτ' ἄν τις δυνατὸς ὢν βοηθῆσαι τινί· αἲ γάρ, φησι, τουτέστιν εἴθε, τοῦτο, ξεῖνε, ἔπος τελέσειε θεός· γνοίης ἂν οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. καὶ ἰδοὺ ὕπεστιν αὕτη ἐστρατολογημένη δυὰς δούλων τῷ Ὀδυσσεῖ ἐπίκουρος ἀξιόμαχος, ἑτοίμη οὖσα παραβοηθεῖν τῷ φίλῳ δεσπότῃ, καὶ οὕτω τῇ εὐνοίᾳ σπείρουσα καρπὸν χάριτος, ἡδίστης θεῶν, καθά τις ἔφη, οὐ μὴν ἀνακαλύψει τούτοις ἑαυτὸν Ὀδυσσεὺς, εἰ μὴ καὶ πρὸς τῷ ἔργῳ γένηται. ἔχει γὰρ καὶ νῦν λέγειν, ὡς οὐ πιστὰ πέλονται. (ῃερς. 235.) Ἰστέον δὲ ὅτι τε ὁ Φιλοίτιος, ὃν καὶ βοῶν ἐπιβουκόλον φησὶ κατὰ πλεονασμὸν προθέσεως, οὐ παρὰ τὸν οἶτον γίνεται, ὡς οὐδὲ ὁ Μενοίτιος, καθὰ ἐῤῥέθη ἀνωτέρω· καὶ ὅτι τὸ, ἐπὶ βουσὶν ἔταξεν, (ῃερς. 209.) ἀρχή ἐστι τοῦ ἐπιτάσσειν συνθέτου ῥήματος, ἐξ οὗ καὶ τὸ προστάσσειν ἐπινενόηται. ἐμφαίνεται δ' ἐνταῦθα καὶ ἀστεία ἔννοια τοῦ ἐπιβουκόλος· δοκεῖ γὰρ ἐπιβουκόλος εἶναι ὁ ἐπὶ βουσὶ τεταγμένος, εἴτουν ὁ ἐπὶ τῶν βοῶν ὡς ἐπιστατῶν αὐταῖς. οὕτω δὲ καὶ ἐπίουρος ὁ ἐπὶ φυλακῇ τεταγμένος, καὶ, ὡς εἰπεῖν, ἐπί τινος φυλακῆς. (ῃερς.

Intertext edge

Open linked passage

Note