Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
192.1.1
) Ἐν δὲ τῷ, ἀστοί τε φίλοι τε, φίλους μὲν τοὺς συγγενεῖς λέγει καὶ ὅσοι δὲ ἄλλως οἰκεῖοι, ἀστοὺς δὲ οὓς ἀλλαχοῦ ἔτας ἔφη. (ῃερς. 194.) Ἀλλοειδέα δὲ, ὧν τὸ εἶδος ἠλλοίωται. (ῃερς. 195.) Ἀτραπιτοὶ δὲ ὁδοὶ, αἱ μὴ ἔχουσαί, φασιν, ἐκτροπὴν ἤτοι κάμψιν, αἱ στεναὶ δηλαδὴ καὶ εὐθεῖαι. ὅθεν καὶ διηνεκεῖς λέγονται παρὰ τὸ διόλου ἐνηνέχθαι καὶ μὴ παρεκκλίνειν. οὕτω καὶ ἐν τοῖς ἑξῆς αὔλακα διηνεκέα ἐρεῖ τὴν ἐπιμήκη. λέγεται δὲ καὶ ἀταρπιτὸς κατὰ μετάθεσιν ἡ τοιαύτη ὁδὸς, ἔτι δὲ καὶ ἀταρπός. ἧς διαφορά τις εἶναι δοκεῖ πρὸς τὴν ἁπλῶς λεγομένην ὁδὸν, ὡς δηλοῖ καὶ παροιμία λέγουσα· ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς; ἔοικε δὲ καὶ ἕτερόν τι τῆς ἀτραπιτοῦ εἶναι ἡ ἁμαξιτὸς καὶ ἡ λεωφόρος, καὶ αὐτὴ μᾶλλον λέγεσθαι ὁδός. Πάνορμοι δὲ λιμένες, οἱ ἀγχιβαθεῖς. εἰς οὓς διατοῦτο πᾶσα ναῦς καὶ ἐν παντὶ ἀνέμῳ ὁρμίζεται. δῆλον δὲ ὅτι εἰκὸς καὶ μὴ πανόρμους λιμένας εἶναι τινάς. φαίνεται δὲ καὶ ἐνταῦθα διαφορὰ λιμένος τε καὶ ὅρμου. Πληθύνων δὲ τὸν ῥηθέντα ἕνα λιμένα τὸν τοῦ Φόρκυνος λιμένας αὐτὸν ἐνταῦθα πανόρμους φησίν. (ῃερς. 196.) οὕτω δὲ καὶ πέτρας ἠλιβάτους λέγοι ἂν, ἐμφαίνων τὸ Νήριτον ἢ Νήϊον Ἰθακήσιον ὄρος, ὥς περ καὶ δένδρεα τηλεθόωντα διὰ τὴν προῤῥηθεῖσαν ἴσως ἐλαίαν. (ῃερς. 197.) Ὅτι ἠθοποιεῖ τὸν λόγον κἀνταῦθα ὁ ποιητὴς, μιμούμενος ἅ περ ἂν εἴποι Ὀδυσσεὺς ἀγνοῶν ποῦ ἐξετέθη πρὸς τῶν Φαιάκων. καὶ πρῶτα μὲν πλάττει ὅπως διετέθη Ὀδυσσεὺς ἀφυπνισθεὶς, εἰπών· στῆ δ' ἂρ ἀναΐξας καὶ εἴσιδε πατρίδα γαῖαν, ᾤμωξέν τ' ἂρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσιν· ὀλοφυρόμενος δ' ἔπος ηὔδα. (ῃερς. 200.) εἶτα εὐθὺς ἐπιπλέξας ἠθοποιΐαν, φησὶν· ὤ μοι ἐγὼ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι, οὐδὲ δίκαιοι, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἠὲ φιλόξενοι, καί σφιν νόος ἐστὶ θεουδὴς; πῇ δὴ χρήματα πολλὰ φέρω τάδε, πῇ δὲ καὶ αὐτὸς πλάζομαι; αἴθ' ὄφελον, τὰ χρήματα δηλαδὴ, μεῖναι παρὰ Φαιήκεσσιν αὐτοῦ, ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην, ὅς κέν με φίλει καὶ ἔπεμπε νέεσθαι. νῦν δ' οὔτ' ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι ἦσαν Φαιήκων ἡγήτορες, οἵ μ' εἰς ἄλλην γαῖαν ἀπήγαγον. ἦ τέ μ' ἔφαντο ἄξειν εἰς Ἰθάκην εὐδείελον οὐδ' ἐτέλεσσαν. Ζεύς σφεας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς κεν ἁμάρτῃ. (ῃερς. 215.) ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι, μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες. ἐθέλει Ὀδυσσεὺς ποιήσειν τοῦτο, οὐ σμικρολογούμενος, ἀλλὰ τεκμαιρόμενος, τουτέστι σημεῖον ἐντεῦθεν ποριζόμενος. εἰ γὰρ μηδὲν τῶν χρημάτων ἐνέλιπεν, οὐδ' ἄρα εἰς ἀλλοτρίαν γῆν αὐτὸν κατήγαγον· καὶ ἄλλως δὲ εἰπεῖν, εἰ περὶ τὰ χρήματα ἔπταισαν, οὐδ' ἄρα εἰς Ἰθάκην αὐτὸν ἤγαγον. οὐ πιστεύσει δέ, φασιν, οὐδὲ τῷ τῆς Κίρκης δεσμῷ ἀνεπιβουλεύτῳ ὄντι, ὡς ἢ διὰ τὴν ἄγαν ἔκπληξιν ἐκκρουσθεὶς τοῦ σκέψασθαι αὐτὸν, ἢ καὶ, ὡς εἰκὸς, οἰηθεὶς τοὺς Φαίακας μεμαθηκέναι καὶ αὐτοὺς τὸν τοιοῦτον δεσμόν. Ὅρα δὲ τὴν ῥηθεῖσαν ἠθοποιΐαν ἀπολύτως τε κατὰ τὸ κομματικὸν προηγμένην, καὶ ἀνθηρῶς ἔχουσαν. καὶ ὅλως ἐκτεθειμένην κατὰ τὸν ὕστερον παρατηρηθέντα ἐν ταῖς ἠθοποιΐαις κανόνα. (ῃερς. 200.) Τὸ δὲ τέων βροτῶν ἀντὶ τοῦ τίνων, Ἰωνικὸν πλεονασμὸν ἔχει τοῦ ˉε, ὡς καὶ τὸ ὁτέοισι καὶ ὅσα τοιαῦτα. (ῃερς.

Intertext edge

Open linked passage

Note