Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
193.1.1
) Ὅτι καθάπερ ἐκ Πύλου πανημέριοι οἱ βασιλικοὶ παῖδες πρὸ τούτων ἐλάσαντες εἰς τὸν Φηραῖον ἵκοντο Διοκλῆν καὶ ἐκεῖθεν εἰς Λακεδαίμονα, οὕτω καὶ νῦν ἐκ Λακεδαίμονος εἰς τὸν αὐτὸν ἐλθόντες τρόπον καὶ ὁμοίως ξενισθέντες ἵκοντο ἐς Πύλου αἰπὺ πτολίεθρον. καὶ κεῖνται καὶ ἐνταῦθα στίχοι ἀπαράλλακτοι, ὁποῖοι καὶ ἐκεῖ, ἀρχόμενοι ἐκ τοῦ, οἱ δὲ πανημέριοι σεῖον ζυγὸν, καὶ λήγοντες εἰς τὸ, ἵππους τε ζεύγνυντο. (ῃερς. 195.) Ὅτι παράκλησις ξενικὴ τὸ, πῶς κέν μοι ὑποσχόμενος τελέσειας μῦθον ἐμόν. ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ' εἶναι ἐκ πατέρων φιλότητος. (ῃερς. 197.) Εἰ δὲ καὶ ὁμήλικες ὄντες συνοδεύουσιν ἁρμόζει καὶ τὸ, αὐτὰρ καὶ ὁμήλικες ἐσμέν. (ῃερς. 198.) ἥδε δ' ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει, ἤγουν εἰς ὁμόνοιαν ἐμβαλεῖ. Τηλέμαχος δὲ τοῦτο λέγει ἀξιῶν τὸν ὁμήλικα Πεισίστρατον μὴ ἀγαγεῖν αὐτὸν εἰς Πύλον. καὶ δοκεῖ μὲν οὐκ εὐπαιδεύτως ἔχειν, εἴ περ ἐθέλει μὴ συνταξάμενος τῷ γέροντι νοστῆσαι εἰς Ἰθάκην. αἴτιον δὲ ὅμως τούτου κατὰ τὸν ποιητὴν τὸ πάνυ σπεύδειν οἴκαδε τὸν Τηλέμαχον. διὸ φησί· μή με παρὲξ ἄγε νῆα διοτρεφὲς, ἀλλὰ λίπ' αὐτοῦ, μή μ' ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ, ἱέμενος φιλέειν, ἤγουν ἐφιέμενος φιλοφρονεῖσθαι. ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι, διά γε τὸ κατὰ τὸν ἀετὸν καὶ τὴν χῆνα τέρας καὶ διὰ τὸν ἐκ τῆς Ἀθηνᾶς, ὡς ἐῤῥέθη, νύκτωρ ἐρεθισμὸν, ὃν οὐκ ἐθέλει ἐκκαλύπτειν ὁ Τηλέμαχος, οἷα φρονῶν μὴ χρῆναι εἰκῆ ἐκφαίνειν τὰ ἀπόῤῥητα. ἄλλως μέντοι καὶ ὁ ποιητὴς θᾶσσον ἐθέλει τὸν παῖδα ἐπαναγαγεῖν διὰ τὸν Ὀδυσσέα καὶ αὐτὸν ἤδη νοστῆσαι. καὶ οὕτω μὲν ὁ τοῦ σοφοῦ Ὀδυσσέως υἱὸς δυσωπεῖ τὸν Νεστορίδην τῇ τε πατρῴᾳ ξενίᾳ καὶ τῇ ὁμηλικιότητι καὶ τῇ συνδιατριβῇ. (ῃερς. 202.) ὁ δὲ Νεστορίδης συμφρασάμενος θυμῷ, ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειε, φρονεῖ κέρδιον εἶναι στρέψαι ἵππους ἐπὶ νῆα. καὶ τὰ τοῦ Μενελάου κάλλιμα δῶρα πρύμνῃ ἐνὶ νηῒ θέμενος (ῃερς. 209.) σπουδῇ νῦν ἀνάβαινε, φησὶν, ἤγουν ἀνάπλεε, κέλευέ τε πάντας ἑταίρους ὁμοίως ποιεῖν, πρὶν ἐμὲ οἴκαδ' ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμὸν, οἷος ἐκείνου θυμὸς ὑπέρβιος. οὔ σε μεθήσει, (ῃερς. 213.) ἀλλ' αὐτὸς καλέων δεῦρ' εἴσεται, τουτέστι πορεύσεται. οὐδέ ἑ φημὶ, ἢ οὐδέ σε φημὶ, ἂψ ἰέναι κενεὸν, ἤγουν μὴ ἔχοντα δῶρα. (ῃερς. 214.) μάλα γὰρ κεχολώσεται ἔμπης, εἰ μὴ δηλαδὴ πεισθείης ἐκείνῳ. καλῶς ἄρα παρατρέχει τὸν γέροντα ὁ Τηλέμαχος, ἵνα μὴ βιασθεὶς καὶ παραμείνας εἰκῆ διατρίψῃ καιρὸν ἐκεῖ. (ῃερς. 199.) Ὅρα δὲ καὶ ἐν τούτοις τὸ παρὲξ ἄγε νῆα αἰτιατικῇ συνταχθέν. (ῃερς. 197.) Ἰστέον δὲ, ὅτι τὸ ἐκ πατέρων ἑρμηνευτικόν ἐστι τοῦ διαμπερὲς, καὶ ὅτι ταυτὸν ξένους ἐκ πατέρων φιλότητος εἰπεῖν καὶ ξένους πατρῴους, ὁποῖοι καὶ ἐν Ἰλιάδι Γλαῦκος καὶ Διομήδης. (ῃερς. 206.) Τὸ δὲ νηῒ ἐνὶ πρύμνῃ τῷ μέρει τῇ πρύπνῃ συμπαρέλαβε τὸ ὅλον τὴν νῆα κατὰ ἰδέαν περιβολῆς. κεῖται δὲ τὸ σχῆμα καὶ ἐν τοῖς ἑξῆς. (ῃερς. 212.) Τὸ δὲ, οἷος ἐκείνου θυμὸς ὑπέρβιος καὶ ἑξῆς, φιλικὴν βίαν φράζει. Θυμὸς δὲ ὑπέρβιος ἢ ὁ χόλος· διὸ ἐπήγαγε τὸ, μάλα γὰρ κεχολώσεται· ἢ βιαία ψυχὴ, ὡς δηλοῖ τὸ, οὔ σε μεθήσει, ἐξ οὗ μεθήμων ὁ ἀμελητής. Τοῦ δὲ εἴσεται ἐνεστὼς εἴω τὸ πορεύομαι, οὗ μνεία καὶ πρὸ ὀλίγων ἦν. Ἐπὶ δὲ τούτοις ὅρα καὶ ὅτι εὐτελῆ καὶ μὴ ἀναγκαῖα παρατρέχων ὁ ποιητὴς, εἰ καὶ εἶχε πλατύνειν καὶ ἀπ' αὐτῶν τὴν ποίησιν, ὅμως οὔτε Πεισιστράτου οὔτε Νέστορος μεμνήσεται τί δή ποτε μετὰ ταῦτα πεποιήκασι καὶ εἴτε εἶπέ τι ὁ Πεισίστρατος τῷ πατρὶ εἴτε καὶ μὴ, καὶ εἴτε ἐδυσχέρανεν ὁ γέρων εἴτε καὶ μή. Ἔτι δὲ ὅρα καὶ ὡς ἐψεύσατο κατά τινα 2. 97 περιπέτειαν ἀναγκαίως ὁ Τηλέμαχος. ὑπέσχετο μὲν γὰρ τῷ Μενελάῳ, ὡς πάντα τάδ' ἐλθόντες καταλέξομεν τῷ Νέστορι. οὐ ποιεῖ δὲ αὐτὸ, οἷα ἐπειγόμενος εἰς τὴν πατρίδα διὰ τὸ ἐκ τῆς Ἑλένης οἰωνίσασθαι, ὡς ἴσως οἴκοι ἐστὶν ἄρτι Ὀδυσσεύς. διὸ καὶ εἶπεν ὅτι ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι. (ῃερς. 218.) Ὅτι τὰ τῆς νηὸς ὅπλα τεύχεα καὶ ἐνταῦθα λέγει διὰ τὸ ταυτοδυνάμους τὰς λέξεις εἶναι κατὰ πολυωνυμίαν. φησὶ γὰρ Τηλέμαχος· ἐγκοσμεῖτε τὰ τεύχεα ἑταῖροι νηῒ μελαίνῃ, αὐτοί τ' ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο, ἤγουν περάσωμεν διὰ κελεύθου τῆς κατὰ θάλασσαν. μετ' ὀλίγα δὲ ὁ αὐτὸς κελεύσει τοῖς ἑταίροις ὅπλων ἅπτεσθαι, τὰ τεύχεα ὅπλα εἰπών. (ῃερς. 222.) Ὅτι ἐπιτηδείως κἀνταῦθα ὁ ποιητὴς ἱστορικὸν ἐπεισόδιον τῇ αὐτοῦ ποιήσει ἐγκατατίθεται, ἀφορμὴν εὑρηκὼς τὴν τοῦ μάντεως Θεοκλυμένου ἔλευσιν εἰς τὸν Τηλέμαχον καὶ τὴν αὐτοῦ γενεαλογίαν, ὡς ῥηθήσεται. καὶ οὕτω ποικιλίαν τῇ ποιήσει τεχνᾶται, ὡς καὶ ἐν ἄλλοις ποιεῖ. ἔστι δὲ ἃ περὶ τοῦ Θεοκλυμένου λέγει, τοιαῦτα· ὁ μὲν δὴ, τουτέστιν ὁ Τηλέμαχος, ἐπονεῖτο θύων. σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ, τηλεδαπὸς, φεύγων ἐξ Ἄργεος, αὐτῆς δὴ τῆς πόλεως, (ῃερς. 224.) ἄνδρα κατακτὰς, μάντις. ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, τοῦ ἐν τῇ νεκυίᾳ γραφέντος, ὃς, ἤγουν ὁ Μελάμπους, πρὶν μέν ποτ' ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, ἀφνειὸς Πυλίοισι, μέγ' ἔξοχα δώματα ναίων. (ῃερς. 228.) δὴ τότε, ἄλλων δῆμον ἀφίκετο πατρίδα φεύγων, τουτέστιν εἰς Ἄργος ἦλθε τὴν Πύλον φυγών. Νηλέα τε μεγάθυμον ἀγαυότατον ζωόντων, ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν (ῃερς. 231.) εἶχε ποτὲ βίῃ, διὰ τὸν ἀδελφὸν δηλαδὴ Βίαντα, ὡς καὶ αὐτὸ ἱστορήθη πρὸ τούτων, ὑπὲρ οὗ ἑαυτὸν κινδύνῳ ἐκδοὺς ὁ Μελάμπους τέως μὲν, ὡς προεγράφη, παρὰ τῷ Θετταλῷ Φυλάκῳ δεσμῷ ἐν ἀργαλέῳ δέδετο κρατέρ' ἄλγεα πάσχων, (ῃερς. 233.) εἵνεκα Πηροῦς τῆς Νηλέως θυγατρὸς ἄτης τε βαρείας. (ῃερς. 234.) τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐριννὺς, κακοθέντι διὰ τιμὴν τοῦ ἀδελφοῦ Βίαντος, καθὰ προδεδήλωται. (ῃερς. 235.) ἀλλ' ὁ μὲν Μελάμπους μαντευσάμενος τῷ Φυλάκῳ, ὅ περ ἐκεῖνος ἤθελεν, ἤθελε δὲ περὶ παιδοποιΐας ὡς προεδηλώθη, μαθεῖν, ἔκφυγε κῆρα μετ' ἐνιαυτὸν, καὶ ἤλασε βοῦς ἐριμύκους τὰς τῆς Πηροῦς, ἐς Πύλον ἐκ Φυλάκης, καὶ ἐτίσατο ἔργον ἀεικὲς ἀντίθεον Νηλῆα, τὸ καὶ τὴν Πηρὼ δηλαδὴ κατεγγυῆσαι τῷ ἀδελφῷ Βίαντι ἄκοντος Νηλέως, καὶ τὰ χρήματα δὲ ἀφελέσθαι τὸν περὶ αὐτὰ ἄδικον. καὶ τοίνυν κασιγνήτῳ ἀγαγόμενος γυναῖκα τὴν Πηρὼ, ἄλλων ἵκετο δῆμον αὐτὸς, ὡς καὶ ἀνωτέρω ἔφη, Ἄργος ἐς ἱππόβοτον. (ῃερς.
193.1.2
) Τὸ δὲ τῆς Κυθερείας χρίσμα ἐμφαίνει κατὰ ἔρωτα ταῖς γυναιξὶ χρηστὰ εἶναι τὰ πρὸς κάλλος χρίσματα καὶ, ὡς εἰπεῖν, διὰ τὸ ἐπαφρόδιτον, καὶ μάλισθ' ὅτε πανηγυρίζουσι. τοῦτο γὰρ ὡς ἐκ μέρους ὁ τῶν Χαρίτων ἄρτι δηλοῖ χορὸς, περὶ οἷα μάλιστα γυναῖκες εὐδοκιμοῦσιν, ὡς ἄνδρες περὶ ἀεθλεύματα. (ῃερς. 194.) ὡς δὲ φίλαι τῇ Ἀφροδίτῃ αἱ Χάριτες, καὶ ἡ θῆτα ῥαψῳδία ἐδήλωσεν. ἐνταῦθα δὲ ἰστέον, ὅτι ἐκ τῶν Χαρίτων καὶ τὰ Χαρίσια παρωνόμασται. παννυχίδες δὲ ταῦτα ἦσαν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες, ὅτε πειραμοῦς εἰς ἔπαθλον ἐδίδοτο τοῖς διηγρυπνήσασι καί τινα πέμματα, καλούμενα καὶ αὐτὰ χαρίσια ἐκ τῆς τῶν ἀναιρουμένων αὐτά, φασι, χαρᾶς. Εὔβουλος· εἶτ' εὐθὺς ἐξεπήδησα πέττουσα τὸν χαρίσιον. ἡ δὲ ἀναλογία τοῦ πυραμοῦντος, ὡς σησαμοῦς σησαμοῦντος. τῶν τις δὲ παλαιῶν καὶ μάζαν παρονομάσας ἐπίχαριν χαριτοβλέφαρον ὠνόμασε. δῆλον δὲ, ὅτι καὶ κύριόν ἐστιν ὄνομα ὁ Χαρίσιος. (ῃερς. 195.) Τὸ δὲ, μακρότερον καὶ πάσσον τοῦ σώματος, καὶ ἐπὶ τῷ Ὀδυσσεῖ φθάσασα ἐνήργησεν ἡ τοῦ μύθου Ἀθηνᾶ ἐν ἑτέρῳ τε τόπῳ καὶ πρὸ ὀλίγων, ὅτε αὐτῷ πυγμαχήσοντι μέλεα ἤλδανε. οὕτω δέ πως καὶ ὁ τοῦ μύθου Ζεὺς ἐν Ἰλιάδι τὸν βασιλέα ἐσέμνυνεν ἐκπρεπέα καὶ ἔξοχον ἐν τοῖς τότε ποιήσας, οὐχ' ἁπλῶς, ἀλλὰ περί τινα μίαν ἡμέραν. Ἰστέον δ' ἐνταῦθα καὶ ὅτι πάσσων μὲν, πάσσονος ὁ παχύτερος. πάσσος δὲ, πάσσου, οἶνός τις ἐν τοῖς τοῦ Ἀθηναίου. (ῃερς. 196.) Πριστὸς δὲ ἐλέφας τὸ ἐλεφάντινον ὀστοῦν πρὸς διαστολὴν τοῦ ζῴου. ἐκεῖνο μὲν γὰρ μέλαν ἐπιφαίνεται, καθὰ δηλοῖ καὶ ὁ εἰπὼν αὐτὸν Ἰνδὸν θῆρα κελαινόῤῥιον. (ῃερς. 182.) Ὅτι αἰτίαν ἀποδιδοὺς ὁ ποιητὴς τοῦ μετὰ ἀμφιπόλων τὴν Πηνελόπην ἐφίστασθαι τοῖς μνηστῆρσι πλάττει αὐτὴν κελεύουσαν τῇ Εὐρυνόμῃ, προσκαλέσασθαι ἔνδον ἐκ τῆς γυναικωνίτιδος ἀμφιπόλους Αὐτονόην τινὰ καὶ Ἱπποδάμειαν, ἵνα παραστῶσι, φησὶν, ἐν μεγάροισιν· οἴη δ' οὐκ εἴσειμι μετ' ἀνέρας· αἰδέομαι γάρ. καὶ Εὐρυνόμη μὲν ἄπεισιν, ὑπνοῖ δ' ἐν τοσούτῳ ἡ Πηνελόπη· καὶ μεταβραχὺ αἱ ἀμφίπολοι ἦλθον φθόγγῳ ἐπερχόμεναι. (ῃερς. 199.) τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκεν. οὐ γὰρ ἦν βαθὺς, ἀλλ' ὁποῖος παρὰ Σοφοκλεῖ ὕπνος ἄϋπνος. Ὅτι ἀφυπνισθεῖσα ἡ Πηνελόπη, ὡς ἐῤῥέθη, (ῃερς. 200.) ἀπωμόρξατο χερσὶ παρειὰς, ἀρκεσθεῖσα εἰς ἐπιποίησιν κάλλους τῷ οὕτω ποιῆσαι, εἶτα καὶ πορισαμένη νόημα ἐκ τοῦ κατ' αὐτὴν αἰφνιδίου ὕπνου, φησίν· (ῃερς. 201.) ἦ με μάλα αἰνοπαθῆ μαλακὸν περὶ κῶμ' ἐκάλυψεν. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ αὐτίκα νῦν, ἵνα μηκέτ' ὀδυρομένη κατὰ θυμὸν αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο παντοίην ἀρετὴν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν. ἁρμόζει δὲ ταῦτα γυναικὶ πάσῃ παθαινομένῃ ἐπὶ φίλῳ ἀνδρὶ ἀποδήμῳ. (ῃερς. 202.) Σημείωσαι δὲ ὅτι ὥς περ μαλακὸν θάνατον εἶναι λέγει τὸν αὐτίκα νῦν, οὗ περ αἰτία γυναιξὶ παρὰ τῷ ποιητῇ Ἄρτεμις, οὕτω καὶ μαλακὸν κῶμα ὁ αὐτίκα νῦν ὕπνος, ὁποῖον ἄρτι Πηνελόπη ὕπνωσε. (ῃερς. 205.) κάλλιον δὲ νῦν τὸν Ὀδυσσέα ἡ γυνὴ ἐπῄνεσε, ἤ περ ὅτε κλέος εὐρὺ αὐτοῦ εἶπε καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. (ῃερς. 206.) Κεῖται δ' ἐν τούτοις καὶ ὑπερῷον σιγαλόεν, καθὰ καὶ πρὸ ὀλίγων· κατέβαινε γάρ, φησιν, ὑπερώϊα σιγαλόεντα. (ῃερς. 202.) Ὅτι δὲ τὸ μαλακῶς θανεῖν συγγενές τι τῷ μαλακῶς ὑπνῶσαι, δηλοῖ καὶ Ἡσίοδος ἐν τῷ, θνῆσκον δ' ὡς ὕπνῳ δεδμημένοι. (ῃερς. 201.) Σημείωσαι δὲ ὅτι τε ὥς περ ζῶ ζῶμα, βρῶ βρῶμα, τρῶ τρῶμα Ἰωνικῶς ἡ βλάβη, οὕτω καὶ κῶ κῶμα ὁ ὕπνος. καὶ ὅτι καθὰ δέσμα μὲν ἔφη ὁ ποιητὴς, οὐ μὴν δὲ καὶ ὁ δεσμὸς εὕρηται παρ' αὐτῷ, οὕτω καὶ κῶμα μὲν οἶδεν, οὐ μὴν δὲ καὶ τὸν κῶμον, οὗ τῇ χρήσει πλεονάζουσιν Ἀττικοὶ, λέγοντες κῶμον ἐκεῖνοι τὸν ἐν συμποσίῳ κάρον, δι' οὗ καταφέρεταί τις εἰς Ὁμηρικὸν κῶμα, ὅ πέρ ἐστιν ὕπνον· ὅθεν καὶ κωμάζειν καὶ εἰσκωμάζειν τὸ καθὰ μεθύοντα ἐπέρχεσθαι αὐθαδέστερον. (ῃερς. 212.) Ὅτι τῶν μνηστήρων ἰδόντων τὴν Πηνελόπην αὐτοῦ λύτο γούνατα. διατί; ἔρῳ δ' ἄρα θυμὸν ἔθελχθεν. πάντες δ' ἠρήσαντο καὶ νῦν, ὡς ἀλλαχοῦ, (ῃερς. 213.) παραὶ λεχέεσσι κλιθῆναι, ὅ πέρ ἐστιν ἑρμηνεία τοῦ ἔθελχθεν, οἷα οὕτως ἐκστάντων, ὡς εἰς εὐχὴν θέσθαι τὴν εὐνήν· ἢ καὶ ἄλλως οὕτω θελχθέντων, ὡς λυθῆναι αὐτοῖς τὰ γούνατα, οἷα λυσιμελοῦς τινὸς ὄντος καὶ τοῦ πολλοῦ ἔρωτος. (ῃερς. 212.) Τὸ δὲ ἔρῳ δοκεῖ Αἰολικὸν εἶναι ἀπὸ εὐθείας τῆς ὁ ἔρος, οὗ χρῆσις ἅπαξ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Θεογονίᾳ· ὅθεν καὶ αἰτιατικὴ τὸ, ἐξ ἔρον ἕντο. ἠδύνατο δὲ καὶ ἐκ τοῦ, ἔρως ἔρωτος ἔρωτι, ἀποκεκόφθαι καθ' ὁμοιότητα τοῦ, γέλω ἔκθανον. ἀλλ' οὐ δοκεῖ γνωστὸν Ὁμήρῳ εἶναι τὸ, ἔρως ἔρωτος. (ῃερς. 213.) Τὸ δὲ, παραὶ λεχέεσσι κλιθῆναι, ἀμφιβόλως νοεῖται· ἢ γὰρ ἐκείνην παρὰ τοῖς αὐτῶν, ἢ αὐτοὺς παρὰ τοῖς τῆς γυναικός. ὅτι δέ ποτε τὸ κλιθῆναι καὶ μετὰ τοῦ ˉν γράφεται κλινθῆναι, οὐκ ἔστιν ἀμφιβαλεῖν. (ῃερς. 215.) Ὅτι ψόγος πρὸς ἀκμάζοντα εὐγενῆ νεανίαν, εἴ περ ἀφραίνει, τὸ, ὦ δεῖνα, οὐκέτι φρένες ἔμπεδον οὐδὲ νόημα, τὸ ἐκ τῶν σωματικῶν φρενῶν δηλαδή. (ῃερς. 216.) παῖς ἔτ' ἐὼν, καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε' ἐνώμας, τουτέστι κερδαλέος ἦς. νῦν δ' ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις, καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρὸς, εἰς μέγεθος καὶ κάλλος ὁρώμενος ἀλλότριος φὼς, (ῃερς. 220.) οὐκέτι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα. Πηνελόπη δὲ ταῦτα φησὶ πρὸς τὸν υἱὸν, ἀφορμὴν προβαλομένη τοῦ τε κατελθεῖν καὶ τοῦ ταῦτα εἰπεῖν τὴν τοῦ ξένου κακίαν. (ῃερς. 221.) ἐπάγει οὖν θαυμαστικῶς καὶ θυμικῶς, οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη, ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως. πῶς νῦν; εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς, (ῃερς.

Intertext edge

Open linked passage

Note