Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
194.1.1
) Τὸ δὲ, κολλητὰς θύρας, νῦν ἐῤῥέθη συνηθέστερον· ὅτε γὰρ κολλητὰς ἔλεγε σανίδας, ἀήθως ἔφραζεν. (ῃερς. 195.) Ἐν δὲ τῷ, κόμην τανυφύλλου ἐλαίης, ἐπίτηδες ἔφη τὸ κόμην, ἵνα μὴ ἄλλως εἰπὼν, φύλλα τανυφύλλου ἐλαίης, ἐμπέσῃ εἰς ταυτολογίαν δεομένην λόγου πλείονος, ὁποῖον τὸ, βοῶν ἐπιβουκόλος, καὶ τὰ τοιαῦτα. Λέγεται δὲ κόμη δένδρων τὰ φύλλα τε καὶ οἱ λεπτοὶ δὲ κλαδίσκοι διὰ τὸ εἰς κόσμον ἀπαιωρεῖσθαι καὶ αὐτὰ τοῖς φυτοῖς ὁμοίως τῇ κυρίως κόμῃ· οἱ δὲ τραγικοὶ καὶ φόβην αὐτὴν εἶπον, οἷον· πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος. (ῃερς. 196.) Τὸ δὲ, κορμὸν ἐκ ῥίζης προταμὼν, οὐ δηλοῖ κάτωθεν τὸν κορμὸν ἐκτμηθῆναι, τοῦτο γὰρ ἀπὸ πυθμένος ἐστὶ τμηθῆναι, οὐ μὴν κορμὸν προταμεῖν· διὸ καὶ ἐῤῥέθη κατωτέρω τὸ, (ῃερς. 204.) ταμὼν ὑπὸ πυθμέν' ἐλαίης, ἵνα ὑποταμεῖν μὲν νοοῖτο τὸ κάτωθεν ἐκκόψαι τὸ παχὺ τοῦ πυθμένος, προταμεῖν δὲ τὸ ἄνωθέν ποθεν ἐκ κορμοῦ. καὶ οὐδὲ ἐξ ἀνάγκης τὸ προταμεῖν τὴν τοῦ ὅλου δηλοῖ ἐκκοπὴν, ἀλλὰ μέρους τινὸς, ὡς δῆλον ἐκ τοῦ, νώτου ἀποπροταμὼν, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο· ὥστε οὐχ' ὑπέτεμε μὲν Ὀδυσσεὺς κορμὸν ἀπὸ ῥίζης ἤτοι πυθμένος, ἀλλὰ προέτεμεν κορμὸν ἤγουν πρὸ τῆς ῥίζης ἔκοψεν, ὡς τὸ μὲν αὐτοῦ τμηθῆναι τὸ δὲ λιπέσθαι. ἀπὸ τοῦ κείρω δὲ ὁ κορμὸς, ὡς καὶ ἀλλαχοῦ που εἴρηται. (ῃερς. 197.) Τὸ δὲ, εὖ καὶ ἐπισταμένως, τῆς αὐτῆς ἐννοίας εἰσίν· ὅθεν οἱ μεθ' Ὅμηρον λαβόντες τὸ εὖ ἑκάστου ἔργου φασὶν, ὅτε κατ' ἐπιστήμην γένηται. Τὸ δὲ ἐπισταμένως καὶ, ἐπὶ στάθμην ἴθυνεν, ἔχει τι παρηχήσεως. (ῃερς. 198.) Ἑρμῖνα δὲ καὶ νῦν τὸν κλινόποδα λέγει, καθὰ καὶ ἐν τοῖς περὶ Ἄρεος καὶ Ἀφροδίτης ὃς γίνεταί, φασιν, οὐ μόνον παρὰ τὸ ἕρμαἢ τὸν Ἑρμῆν, ὡς ἐκεῖ ἐλέχθη, ἀλλὰ καὶ παρὰ τὸ ἐνείρεσθαι τρήμασι κλίνης. Περὶ δὲ τερέτρου καὶ τοῦ τετραίνειν ἱκανῶς ἐῤῥέθη ὅπου ἐναυπήγησεν Ὀδυσσεύς. (ῃερς. 201.) Ὅρα δὲ καὶ ὅτι κατὰ χρῆσιν παλαιὰν ἱμάντα βοὸς ἀντὶ σχοίνου Ὀδυσσεὺς τείνει τῷ ὑπ' αὐτοῦ ἠσκημένῳ λέχει, βασιλικὸν μέντοι, φοινικῷ βάμματι φαεινόν· ὁποῖος ἔπρεπε λέχει πολυτελεῖ, ὃ χρυσὸς καὶ ἄργυρος καὶ ἐλέφας κοσμεῖ. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἱμάντος, ὃς εἰς πολλὰς ὑπουργίας χρηστὸς ἦν τοῖς παλαιοῖς, ἐλέχθη καὶ ἱμονιὰ τὸ ἀντλητήριον, στρεπτός τις βοεὺς εἰπεῖν καθ' Ὅμηρον οὖσα καὶ αὐτή. ἐκεῖθεν δὲ καὶ ἀνιμᾶσθαι κυρίως τὸ διὰ ταύτης ὕδωρ ἀντλεῖν. (ῃερς. 203.) Ἔμπεδον δὲ λέχος ἐνταῦθα πάνυ κυριολεκτεῖται, τὸ ἀκατάσειστον δηλαδὴ καὶ ἐπὶ τῆς παλαιᾶς ἕδρας ἑστώς. Ἐν δὲ τῷ, εἴ μοι ἔτ' ἔμπεδόν ἐστι γύναι λέχος, ἐμφαντικῶς κεῖται τὸ γύναι καὶ ἐνδιαθέτως, ὡς δέον ὂν τὴν Πηνελόπην ἔμπεδον αὐτὸ φυλάττειν, εἴ περ Ὀδυσσέως ἔστι γυνή. (ῃερς.

Intertext edge

Open linked passage

Note