Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
196.1.1
) Ἀρισφαλὴς δὲ ὁδὸς ἡ τραχεῖα καὶ πάνυ σφάλλουσα ὡς κινδυνεύειν πίπτειν τὸν ὁδεύοντα. Ἀμάρτυρον δὲ τὸ, φατὲ ἀρισφαλέα ὁδὸν εἶναι. οὐδεὶς γὰρ τῷ Ὀδυσσεῖ τοῦτο εἰπὼν φαίνεται, ἀλλ' αὐτὸς εὖ πάλαι εἰδὼς λέγει. ψεύδεται ἄρα κἀνταῦθα οὐκ ἐπιψόγως ὁ Ὀδυσσεύς. εὐμεθόδως δὲ καὶ ἡ τοῦ ῥοπάλου χρῆσις διά τε τὸ ἀναγκαίως πτωχικώτερον τῆς σκευῆς καὶ ἵνα πιθανῶς μετ' ὀλίγα βουλεύσηται Ὀδυσσεὺς ῥοπάλῳ τούτῳ ἀνελεῖν τὸν κακὸν Μελάνθιον. δῆλον δὲ ὅτι τὸ μὲν ῥόπαλον καὶ σκῆπτρον εἴη ἂν, οὐ μὴν καὶ πᾶν σκῆπτρον ῥόπαλον. οὐ γὰρ δή που καὶ τὸ βασιλικὸν καὶ τὸ δικαστικόν. (ῃερς. 197.) Ὅτι πτωχικῶς ὁ Ὀδυσσεὺς σκευαζόμενος ἐν τῷ ἀγρῷ εἰς Ἰθάκην ἰέναι ἀμφ' ὤμοισιν ἀεικέα βάλλετοπήρην, τὴν ἐξ ἀρχῆς ἐκείνην, πυκνὰ ῥωγαλέην. ἐν δὲ στρόφος ἦεν ἀορτὴρ, ὡς καὶ πρὸ τούτων ἐγράφη. ἔστι δὲ ἀμφ' ὤμοις βάλλεσθαι πήραν τὸ ἐνάψασθαι· οὐ γὰρ φορεῖται ἄλλως ἡ πήρα. (ῃερς. 201.) Ὅτι οὐκ ἀπαθῶς λέγων ὁ ποιητής φησι κατά τινα οἶκτον, ὅτι ὁ Εὔμαιος ἐς πόλιν ἦγεν ἄνακτα πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. (ῃερς. 203.) σκηπτόμενον, ὅ ἐστι σκηριπτόμενον, ὡς ἀνωτέρω ἐῤῥέθη, ἢ προφασιζόμενον καὶ φαινόμενον, οὐ γὰρ ἀληθῶς τοιοῦτος ἦν. τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματαἕστο, καθὰ καὶ αὐτὸς Ὀδυσσεὺς φθάσας εἶπεν, αἰνῶς γὰρ τάδε εἵματα ἔχω κακά. Ὅρα δὲ ὅτι ἐν τῷ, τὰ δὲ λυγρὰ εἵματα, περιττῶς κεῖται τὸ ἄρθρον· ἤρκει γὰρ εἰπεῖν λυγρὰ δὲ εἵματα ἕστο. ἐνθυμητέον δ' ἐν τούτοις καὶ ὡς τοιαύτη τις εἰδέχθεια καὶ κακοειμοσύνη καὶ ἐν Τροίᾳ τὸν Ὀδυσσέα ὤνησε δολιευσάμενον. (ῃερς. 205.) Ὅτι κρήνη τις ἦν ἐν Ἰθάκῃ τυκτὴ, τουτέστι χειροποίητος, καλλίροος, ὅθεν ὑδρεύοντο πολῖται. ἀξία δὲ λόγου αὕτη τρεῖς ἔχουσα ἐπισκευαστάς· φησὶ γάρ· τὴν ποίησεν Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· ὧν ἐξ Ἰθάκου μὲν ἡ Ἰθάκη, ἀπὸ δὲ Νηρίτου Νήριτον ὄρος ἐκεῖ, ἀπὸδὲ Πολύκτορος τόπος αὐτόθι Πολυκτόριον. Πτερελάου δὲ παῖδες οὗτοι. καὶ τοῦτο μὲν οὕτως. ἀμφὶ δὲ τήνδε τὴν κρήνην αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος πάντοσε κυκλοτερὲς διὰ τὸ τίμιον τοῦ τοιούτου σχήματος, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ ὑψόθεν ἐκ πέτρης. βωμὸς δ' ἐφύπερθε τέτυκτο νυμφάων, ὅθι πάντες ἐπιρέζεσκον ὁδῖται. φανεῖται δὲ μετ' ὀλίγα καὶ Ὀδυσσεὺς καίων ἦν ὅτε καὶ αὐτὸς μηρία ἀρνῶν καὶ ἐρίφων ταῖς τοιαύταις νύμφαις. αἴθριος δὲ, ὡς εἰκὸς, ὁ ὑπὲρ τῆς πέτρας οὗτος βωμὸς, ὁποῖοι καὶ ἕτεροι ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι σύνηθες ἦν καὶ τοῖς μεθ' Ὅμηρον βωμοὺς ἱδρύειν ταῖς νύμφαις καὶ μάλιστα, ὡς εἰκὸς, ταῖς Νηΐσι. λέγεται οὖν Ἀμφικτύων, βασιλεὺς Ἀθηναίων, βωμὸν ἀναστήσας Διονύσῳ καὶ ἕτερον βωμὸν δείμασθαι ταῖς νύμφαις ἐγγὺς αὐτοῦ, ὑπόμνημά, φασι, θέμενος τοῖς χρωμένοις κράσεως οἴνου πρὸς ὕδωρ. ἣν κατά τινας μὲν Μελάμπους πρῶτος ἐξεῦρε, καθ' ἑτέρους δὲ ὁ ῥηθεὶς Ἀμφικτύων, ὃς καὶ ὀρθουμένων τῶν οὕτω πινόντων, πρότερον γάρ, φασιν, ὑπὸ ἀκράτου ἐκάμπτοντο, βωμὸν ὀρθοῦ Διονύσου ἤγειρεν ἐν τῷ τῶν Ὡρῶν ἱερῷ, αἳ δὴ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. λέγονται δέ, φασι, καὶ Μοῦσαι Διονύσου τροφοὶ, νύμφαι τινὲς οὖσαι καὶ αὐταὶ, ὡς καὶ παρὰ Λυκόφρονι εὕρηται. τοῦτο δέ, φασιν, αἴνιγμα ἦν εἰς τὸ ἔμμουσον καὶ ἐναρμόνιον τῶν μὴ ἀκρατοποτούντων, ἀλλὰ μετριαζόντων τῷ κεράσματι. δῆλον δὲ ὅτι ἄλλοι τινὲς ὄμβρῳ τυχαίῳ ἀνατιθέασι τὸ τοῦ κεράσματος αἴτιον, ὃς ἀμέτρως πινόντων τινῶν ἐπὶ ἀκτῆς καταῤῥαγεὶς τὸ μὲν συμπόσιον διέλυσε, τὸν δὲ κρατῆρα μίξας παρέσχε προσηνῆ μετὰ αἰθρίαν καὶ ἄλυπον. διό, φασιν, ἀκράτῳ μὲν τῷ ἐν δείπνοις ἀγαθὸς ἐπιφωνεῖται δαίμων ἐπὶ Διονύσῳ τῷ εὑρηκότι, τῷ δὲ μετὰ δεῖπνον πρώτῳ κράματι σωτὴρ Ζεὺς ἐπιλέγεται διὰ τὸν ὄμβριον Δία. τὸ δὲ κατὰ Λυκοῦργον κρᾶμα καὶ τὸν περιᾳδόμενον τεθαλαττωμένον οἶνον ζητητέον ἀλλαχοῦ. (ῃερς. 209.) Τὸ δὲ πάντοσε κυκλοτερὲς πρὸς διαστολὴν ἡμικυκλίου εἴρηται. (ῃερς. 208.) Τὸ δὲ ὑδατοτρεφεῖς τὰς αἰγείρους εἶναι, ἱστορία ἐστὶ φυτική. (ῃερς. 209.) Σημείωσαι δ' ἐνταῦθα εἰς τὸ, πάντοσε κυκλοτερὲς, ὅπως τίμιον ἐδόκει χρῆμα τοῖς παλαιοῖς ὁ κύκλος διὰ τὸ κατὰ κόσμον σφαιροειδές. οὗ φαντασίαν ἐναργῆ, φασὶ, λαβόντες ἐκ τοῦ τῆς σελήνης καὶ τοῦ ἡλίου σχήματος θέατρά τε κυκλοτερέσιν ἐσέμνυνον σχήμασι, καὶ τὸν τῆς ἀγορᾶς δὲ τόπον κύκλῳ περιέγραφον κατὰ τὸ, κυκλόεντ' ἀγορᾶς θρόνον, καὶ βωμοὺς δὲ ἱεροὺς πάντοσε κυκλοτερεῖς ἀνίστων, καὶ κατὰ περιστροφὴν δέ, φασι, καθὰ καὶ ἄλλα τινὰ τῶν κάτω τοῖς ἄνω ἤθελον ἀφομοιοῦν. διὸ καὶ ἡ τράπεζα κυκλοειδὴς ἦν αὐτοῖς. κυκλοτερεῖς δὲ καὶ οἱ καθαγιζόμενοι τρίποδες, ἔχοντες αὐτοὶ καὶ ἀστέρας, οὕς, φασι, καὶ ἐκάλουν σελήνας. προσθετέον δὲ τούτοις, φασὶ, καὶ τὴν ἅλω, διαγεγραμμένην εἰς κύκλον. καὶ τὸν ἄρτον δέ, φασιν, οὕτως ἐκάλεσαν διὰ τὸ κατ' αὐτὸν στρογγύλον· ἐπειδὴ τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος· οὗ περ ἴσως ἐμφαντικὸν τὸ, οὖλον ἄρτον ἑλὼν, ὅ πέρ ἐστιν ὅλον, ἤγουν τέλειον. καὶ τὸ ποτήριον οὖν, φασὶ, τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλοτερὲς ἐποίησαν κατὰ μίμησιν τοῦ κόσμου. ἐνταῦθα δὲ παραπηγνύει ὁ παλαιὸς καὶ τὸ Νεστόρεον ποτήριον καὶ τοὺς περὶ αὐτὸ ἀστέρας, οὓς ὁ ποιητὴς ἥλους, φησὶν, ὀνομάζει διὰ τὸ καὶ περιφερῶς ἔχειν κατὰ τοὺς ἥλους καὶ ἐμπεπηγέναι τῷ οὐρανῷ, αἰὲν κατὰ τὴν Ἀράτου σοφίαν ἀρηρότας ἀγάλματα νυκτὸς ἰούσης. ὡς ἐοικέναι οὐρανὸν μὲν ἀργύρῳ τῷ κατὰ τὴν κύλικα τοῦ γέροντος, ἀστέρας δὲ τούτους χρυσῷ, διὰ τὸ πυρῶδες. ὅσοις δὲ καὶ ἄλλοις λόγοις τὸ κατὰ κύκλον σχῆμα πολλῷ δὲ πλέον τὸ κατὰ τὴν σφαῖραν σεμνύνεται, λαλοῦσιν οἱ περὶ ταῦτα ποιησάμενοι, πολλὴν ὅτι μάλα εὐπορίαν ἐκεῖνοι ἐξευρηκότες ἐνταῦθα. (ῃερς. 212. σθθ.) Ὅτι Μελάνθιος αἰπόλος δοῦλος ὁ καὶ Μελανθεὺς Δουλίου υἱὸς, Εὐρυμάχῳ πεποιθὼς, ᾧ εἴχετο Μελανθὼ ἡ αὐτοῦ ἀδελφὴ, ἀναιδέστατος ἦν. καὶ νῦν Ὀδυσσέα σκώπτει καὶ Εὔμαιον καθ' ὁδὸν αὐτοῖς ἐντυχών. φησὶ γοῦν ὁ ποιητὴς, ὡς ἦγε μὲν αἶγας, αἳ πᾶσι μετέτρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι· δύο δ' ἅμ' ἕποντο νομῆες. τοὺς δὲ ἰδὼν νείκεσσε. καὶ ἑρμηνεύων Ὅμηρος τὸ νείκεσσεν ἐπάγει· (ῃερς. 216.) ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν, ἔκπαγλον καὶ ἀεικὲς, ὅ πέρ ἐστι προθεωρία Ὁμηρικὴ, δηλοῦσα οἷα πλάσει λέγοντα τὸν ἀπαίδευτον Μελάνθιον· ὃς εἰπὼν, ἃ εἶπεν, ὤρινε κῆρ Ὀδυσῆος διὰ τὸ τοῦ λόγου θυμοδακὲς καὶ ἀεικὲς καὶ τὸ κατ' αὐτὸν κωμῳδικὸν, ταυτὸν δ' εἰπεῖν, ψογερὸν καὶ περισύρον· ἐπεί τοι τὴν κωμῳδίαν ψόγον καὶ περίσυρμα ὡρίζοντο οἱ παλαιοί. ᾧ δὴ περισύρματι καὶ τὸ διασύρειν συστοιχεῖ, ἔτι δὲ καὶ τὸ περισυρίττειν. αἰσχύνη γοῦν ἦν, καθὰ τὸ περισύρεσθαι, οὕτω καὶ τὸ περισυρίττεσθαι καὶ περικλώζεσθαι. (ῃερς. 217.) ἔστι δὲ τὸ ἔκπαγλον ἔπος τοιοῦτον· νῦν μὲν δὴ πάγχυ κακὸς κακὸν ἠγηλάζει. εἰς ὃ καὶ γνωματευόμενος πιθανῶς λέγει· (ῃερς. 218.) ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον, ἤγουν εἰς τὸν ὅμοιον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις ἀμέγαρτε συβῶτα, πτωχὸν ἀνιηρὸν, δαιτῶν ἀπολυμαντῆρα; ὃς πολλῇσι φλιῇσι παραστὰς φλίψεται ὤμους, αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας. τόν κ' εἴ μοι δοίης σταθμῶν ῥυτῆρα λιπέσθαι ἢ γενέσθαι, σηκοκόρον τ' ἔμεναι, θαλλόν τ' ἐρίφοισι φορῆναι. καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο. ἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον (ῃερς. 228.) βούλεται, ἀντὶ τοῦ βουλήσεται, αἰτίζων βόσκειν ἣν γαστέρ' ἄναλτον. ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· αἴ κ' ἔλθῃ πρὸς δώματ' Ὀδυσῆος θείοιο, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο. (ῃερς.

Intertext edge

Open linked passage

Note