Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
200.1.1
) Ὅτι τιμωρίαν κακοῦ τινὸς φράζει ἀνδρὸς τὸ, ὣς ὁ μὲν αὖθι λέλειπτο ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ. (ῃερς. 203.) ἀνδρικῶν δὲ ἀνδρῶν ἔνδειξις τὸ, ἔνθα μένος πνείοντες ἐφέστασαν. Καὶ ὅρα τὸ ἐφέστασαν οὐκ ἀπὸ τοῦ ἔστην ἔστησαν· οὐ γὰρ ἂν ἐδασύνετο· ἀλλὰ ἀπὸ τοῦ ἐφεστήκεισαν κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ˉη εἰς ˉα. (ῃερς. 205.) Ὅτι καθά περ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα θελήσας ὁ ποιητὴς τῇ μάχῃ παρεισκρῖναι θεῖόν τι πρόσωπον, εἰ καὶ ἐκεῖ μὲν ἀναγκαίως μυριαχοῦ διὰ τὸ πλατύτερον τῆς μάχης, ἐνταῦθα δὲ τοῦτό γε ἅπαξ λέγει, ὡς οἱ μὲν ἐπ' οὐδοῦ ἐφέστασαν τέσσαρες, οἱ δ' ἔντοσθεν δόμων πολέες τε καὶ ἐσθλοί. τοῖσι δ' ἐπ' ἀγχίμολον ἦλθεν Ἀθήνη Μέντορι εἰδομένη. (ῃερς. 208.) καὶ Ὀδυσσεὺς ᾠήθη μὲν λαοσσόον εἶναι Ἀθήνην, ἐμφανισθεῖσαν κατά τινα θείαν ἐνάργειαν, ὁποίας οἱ Ἕλληνες ἐδόξαζον, ὡς πολλαχοῦ φαίνεται, ὅμως δὲ λαλεῖ ὡς πρὸς Μέντορα, ὅ περ ἂν εἴποι τις δυσωπῶν φίλον ὁμήλικα ἐπὶ βοηθείᾳ· Μέντορ, ἄμυνον ἀρὴν, μνῆσαι δ' ἑτάροιο φίλοιο, ὅς σε ἀγαθὰ ῥέζεσκον, ὁμηλικίη δέ μοι ἐσσί. Καὶ Ὀδυσσεὺς μὲν οὕτω, φθάσας ἐκ μακροῦ γνωρίζειν τὸν Μέντορα, ὡς καὶ ἐδηλώθη ἔνθα ὁ Μέντωρ καὶ ὁ Ἀλιθέρσης πατρῷοι ἑταῖροι εἶναι τῷ Τηλεμάχῳ ἐῤῥέθησαν. (ῃερς. 211.) μνηστῆρες δ' ἑτέρωθεν ὁμόκλεον, λέγοντες διὰ τοῦ Ἀγελάου ὅσα τις εἴποι ἂν κωλύων τὴν ἐκ φίλου ἐπικουρίαν· μή σε ἐπέεσσι παραπείσοι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ· ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω, καὶ τὰ ἑξῆς. ἐν οἷς ὡς οὐ μόνον πατέρα καὶ υἱὸν κτενοῦσιν, ἀλλὰ καὶ αὐτὸν Μέντορα. σῷ δέ, φησιν, αὐτοῦ κράατι τίσεις. (ῃερς. 220.) ἀπειλοῦνται δὲ καὶ κτήματα ὅσσα οἵ ἐστι τά τ' ἔνδοθι καὶ τὰ θύρῃφι, τοῖς τοῦ Ὀδυσσέως μεταμίξειν, καὶ τὰ φίλτατα δὲ βλάψειν καὶ μηδὲ τὴν γυναῖκα ἐάσαι Ἰθάκης κατὰ ἄστυ πολεύειν, ἀλλ' ἀφορίσαι που εἰς γῆν ἀλλοτρίαν καὶ αὐτὴν, ἴσως δὲ καὶ τοὺς παῖδας. (ῃερς. 224.) ἐφ' οἷς χολωσαμένη Ἀθηνᾶ λαλεῖ τὰ ἐφεξῆς, πλαττομένη μὲν μυθικῶς, νοουμένη δὲ καὶ νῦν ἀλληγορικῶς παρεῖναι τῷ Ὀδυσσεῖ ἐμφρόνως πάντα ποιοῦντι. ὧν κεφάλαιον τὸ ἐπ' οὐδοῦ ἵστασθαι καὶ μηδένα ἐᾶν ἔξω προβλώσκειν, ἀλλὰ ῥίπτειν ἔνδον τοὺς μνηστῆρας ὡς οἷα θρέμματα ἐν σταθμοῖς. οἱ καὶ πειρώμενοι ἐκφοβεῖν ἀπειλὰς οὐ μόνῳ τῷ Ὀδυσσεῖ ἐπιῤῥίπτουσιν, ὃ δὴ καὶ μόνον αὐτοῖς εὐχερὲς, ἀλλὰ καὶ τοῖς ὅσοι περὶ αὐτόν. ἐφ' αἷς ἀπειλαῖς ὡς εἰ καὶ λέων πληγαῖς ἐρεθιζόμενος Ὀδυσσεὺς ἀνάπτει τὸν ἐν ἑαυτῷ θυμὸν, καὶ μνησάμενος ὧν περὶ Τροίαν ἐμόγησε καὶ ὡς εἰκὸς ἐκφωνήσας αὐτὰ καὶ εἰς τρανὲς, ὡς ἐκφοβῆσαι μὲν τοὺς μνηστῆρας, θαῤῥῦναι δὲ τοὺς περὶ αὐτὸν, πολλαπλασιάζει διὰ τῆς αὐτῆς νοερᾶς Ἀθηνᾶς τὴν ἐν ἑαυτῷ ῥώμην. καὶ ἀνδρικώτερον μάχεται παραδείγματι εὐγενεῖ καὶ μεγάλῳ προπαροξυνθείς. (ῃερς. 226.) ἃ μέντοι πλάττει τὴν μυθικὴν Ἀθηνᾶν λέγουσαν πρὸς ἐρεθισμὸν, ταῦτα εἰσίν· οὐκέτι σοί γ', Ὀδυσσεῦ, μένος ἔμπεδον, οὐδέ τις ἀλκὴ, οἵη ὅτ' ἀμφ' Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεὶ, πολλοὺς δ' ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, σῇ δ' ἥλω βουλῇ Πριάμοιο πόλις εὐρυάγυια. πῶς δὴ νῦν, ὅτε σόν γε δόμον καὶ κτήμαθ' ἱκάνεις, ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; ἀλλ' ἄγε δεῦρο, πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον, (ῃερς. 234.) ὄφρ' εἰδῇς οἷός τοι ἐγὼ εὐεργεσίας ἀποτίνειν· ὃ δὴ προσφυὲς ῥηθῆναι πρὸς τοῦ βοηθοῦντος τινὶ φίλῳ. καὶ λέγει μὲν οὕτως ἡ Ἀθηνᾶ. οὔ πω δέ, φησι, πάγχυ δίδου ἑτεραλκέα νίκην, περὶ ἧς πολλαχοῦ κεῖται, ἀλλ' ἔτ' ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν Ὀδυσσέως τε καὶ τοῦ παιδός. οὐ γὰρ ἅμα λόγος ἐρεθιστικὸς καὶ εὐθὺς μέγα ἔργον, ἀλλ' ὡς εἰκὸς μετὰ βραχὺ, ὅτε δηλαδὴ ἀναχωρήσει ἡ Ἀθηνᾶ ἐκ μέσου, τουτέστι παύσεται μὲν ἡ βουλὴ καὶ τὸ λαλεῖν τὰ πρὸς θάῤῥος τυχὸν ἢ ἐκφόβησιν, γένηται δὲ τῶν ἔργων ὁ οὕτω λαλῶν. τηνικαῦτα γὰρ ἡ κατ' αὐτὸν ἀρετὴ ἐκφαίνεται. πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη ἀλληγορικῶς. καὶ τοιαῦτα μὲν τὰ τῆς Ἀθηνᾶς. (ῃερς. 235.) ὁ δὲ Μέντωρ Ἀλκιμίδης ἐνταῦθα λέγεται, τουτέστιν Ἀλκίμου υἱός. διὸ καὶ τῷ ἰῶτα παραλήγεται ὡς ἀπὸ τοῦ ἄλκιμος, οὐ μὴν ἐκ τοῦ μήδεσθαι, ὁποῖον ὁ Θρασυμήδης καὶ ὁ Διομήδης καὶ τὰ τοιαῦτα. (ῃερς. 216.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ κτέωμεν ἀντὶ τοῦ φονεύσωμεν, ὅμοιον ὂν τῷ ἀφέωμεν καὶ φθέωμεν καὶ εἰδέωμεν ἀντὶ τοῦ ἀφῶμεν καὶ φθῶμεν καὶ εἰδῶμεν. φησὶ γάρ· ὁππότε κεν τούτους κτέωμεν, πατέρ' ἠδὲ καὶ υἱόν. ἐξ οὗ δῆλον ὡς πρωτότυπόν ἐστι ῥῆμα κτῶ, οὗ τὸ ἐντελὲς κτέω, καὶ πλεονασμῷ τοῦ ˉν κτένω, καὶ ἐπενθέσει τοῦ ἰῶτα κτείνω, ὁμοίως τῷ ἔω ἔνω εἴνω τὸ καλύπτω, οὗ παράγωγον τὸ εἰνύω ἐν Ἰλιάδι. Ἐν δὲ τῷ, πατέρα καὶ υἱὸν, φαίνονται οἱ μνηστῆρες ἐν τούτοις τιθέναι τὸ πᾶν τοῦ ἔργου, οἷα τὸν Εὔμαιον καὶ Φιλοίτιον εἰς μηδὲν προλογιζόμενοι. οὕτω καὶ Ἀθηνᾶ σθένεος, ὡς ἐῤῥέθη, καὶ ἀλκῆς πειρήτιζεν Ὀδυσσέως μόνου καὶ υἱοῦ. (ῃερς. 217.) Ἔτι κεῖται ἐν τούτοις καὶ ἀποστατικὸν σχῆμα κατὰ λόγον θάμβους τὸ, οἷα μενοινᾷς ἔρδειν ἐν μεγάροισιν, ὅμοιον ὂν τῷ οἷά μ' ἔοργας καὶ τοῖς τοιούτοις. (ῃερς. 218.) Τὸ δὲ, σῷ αὐτοῦ κράατι τίσεις, ἀντὶ τοῦ τῇ σῇ κεφαλῇ ἀνταποδώσεις, ἤγουν τῇ ζωῇ σου ζημιωθήσῃ καὶ, ὡς οὕτω φάναι, κεφαλικῶς τιμωρηθήσῃ. πῶς δὲ ἐσχημάτισται τὸ, σῷ κράατι, προδεδήλωται. καὶ οὐκ ἔστιν ἐνταῦθα πλεῖόν τι εἰπεῖν ἢ μόνον ὅτι τὸ, σῷ αὐτοῦ κράατι, καινῶς ἐσχημάτισται. τὸ γὰρ σύνηθες σοῦ αὐτοῦ κράατι. (ῃερς. 227.) Ἐν δὲ τῷ περὶ Ἑλένης καὶ Τρώων καὶ ἁλώσεως Ἰλίου ὅρα ὅτι τε πάλιν ἐπιτηδείως ὁ ποιητὴς Τρωϊκαῖς ἱστορίαις παραρτύει τὴν τῆς Ὀδυσσείας ἀφέλειαν, καὶ ὅτι φοβερὸν τοῖς μνηστῆρσιν ἐνθυμηθῆναι ὡς οὕτως ὑπὲρ ἀλλοτρίων ἐκινδύνευσεν Ὀδυσσεύς. δῆλον γὰρ ὡς ὁ ὑπὲρ Ἑλένης οὕτω πολεμήσας οὐκ ἂν ἐθελοκακήσῃ ἐπὶ τοῖς ἑαυτοῦ. γίνεται δὲ καὶ πιθανωτέρα ἐντεῦθεν ἡ μνηστηροκτονία· ἐνθυμηθήσεται γὰρ ὁ ἀκροατὴς ὡς ὁ ἐν Τροίᾳ πρὸς τοσούτους καὶ ὑπὲρ ἀλλοτρίας γυναικὸς μαχόμενος καὶ ἀνδραγαθῶν ὁποῖος ἂν εἴη ἐνταῦθα; φαίνεται δὲ νῦν καὶ πτολίπορθος ὁ Ὀδυσσεὺς, οὗ περ βουλῇ τῇ κατὰ τὸν δούρειον ἵππον ἡ Τροία ἥλω. μετ' ὀλίγα οὖν ῥητῶς αὐτὸν ἐρεῖ πτολίπορθον. (ῃερς. 232.) Τὸ δὲ, ὀλοφύρεαι ἄλκιμος εἶναι, δεινῶς καὶ δριμέως εἴρηται. ἦν μὲν γὰρ εἰπεῖν, οὐκ ἐθέλεις ἄλκιμος εἶναι, ἢ ὀκνεῖς ἢ τοιόνδε τι. εἴρηται δὲ πρὸς πλείω ἔμφασιν, ὀλοφύρεαι ἄλκιμος εἶναι, ὡς εἰ καὶ παῖς ὀνειδισθείη ὀλοφύρεσθαι φοιτᾶν ἐς διδασκάλου. (ῃερς.

Intertext edge

Open linked passage

Note