Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
204.1.1
) Πυθμὴν δὲ ἡ ῥίζα ἢ παρὰ τὸ φύω οἱονεὶ φυτμὴν, ὅθεν καὶ ἡ ἀνάφυσις τοῦ φυτοῦ, ἢ καὶ παρὰ τὴν οἱονεὶ σῆψιν, ἣν ζωογόνον πάσχει τὸ κατὰ γῆς τεθὲν σπέρμα πρὸ τῆς ἀναφύσεως, ὡς ἀπὸ τοῦ πύθω τὸ σήπω. (ῃερς. 205.) Σημείωσαι δὲ καὶ τὸ, τῆς δ' αὐτοῦ λύτο γούνατα σήματ' ἀναγνούσῃ, καινότερον φρασθέν· τὸ γὰρ κοινὸν ἢ τῆς δὲ ἀναγνούσης ἢ τῇ δ' ἀναγνούσῃ. ὁ δὲ γενικὴν δοτικῇ παρέθηκεν διά τε τὸ μυριαχοῦ φανὲν φύσει ἀσολοίκιστον τοῦ πλαγιασμοῦ καὶ τὴν συγγένειαν τῶν δύο τούτων πτώσεων. (ῃερς. 207. σθθ.) Ὅτι εὐλόγῳ, καθὰ καὶ προεῤῥέθη, λογισμῷ ἡ Πηνελόπη συμπείσασα ἑαυτὴν ἐφ' οἷς ὁ Ὀδυσσεὺς περὶ τοῦ κατὰ τὴν κλίνην σήματος εἶπε, παντοία γίνεται τὰ εἰς τὸν ἄνδρα χαρεῖσα, περιπλακεῖσα, αἰτησαμένη συγγνώμην ἐγκατασκεύως ἐφ' οἷς οὐκ ἐπείσθη ῥᾳδίως, ἐπὶ δὲ τούτοις καὶ ἐπαινέσασα εἰς βραχὺ, καθάπερ ἐδίδου ἡ ὥρα, ἔτι δὲ οἰκτισαμένη τῆς ἐν τῇ πλάνῃ ὀϊζύος καὶ ἐπὶ πᾶσιν ὡς εἰκὸς ἐρωτήσασα καὶ μαθοῦσα, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὴ ἀφηγησαμένη τὰ καθ' ἑαυτήν· ἅ περ οὐδὲ ἐκτίθεται εἰς πλάτος ὁ ποιητὴς ὡς οἷα φθάσας ἤδη πολλαχοῦ περὶ αὐτῶν εἰπεῖν· οὐδὲ γὰρ ἠθέλησεν οὐδ' ἐνταῦθα διττολογῆσαι τὰ ἀριζήλως ἤδη πολλαχοῦ πεφρασμένα. φράζει δὲ τὰ κατὰ τὴν Πηνελόπην ὁ ποιητὴς οὕτω· δακρύσασα δὲ, ὑφ' ἡδονῆς δηλαδὴ, ἰθὺς δράμεν ἢ κίεν, ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλ' Ὀδυσῆϊ, κάρη δ' ἔκυσε καὶ προσέφη· μή μοι Ὀδυσσεῦ σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο, θεὸς δ' ὤπαζεν ὀϊζὺν, ὃς νῶϊν ἀγάσατο παρ' ἀλλήλοισι μένοντε ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα οὕνεκά σε οὐ τὸ πρῶτον ἐπεὶ ἴδον ὧδ' ἀγάπησα, ὡς νῦν δηλαδή. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἐῤῥίγει, μή τίς με βροτῶν ἀπάφοιτο τουτέστιν ἀπατήσῃ ἐπέεσσιν ἐλθών. (ῃερς. 217.) εἶτα εἰπὼν γνωμικὸν τὸ, πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσι, πιστοῦται τὸν λόγον συγγενικῷ παραδείγματι, φαμένη ὡς οὐδ' ἂν Ἀργείη Ἑλένη Διὸς ἐκγεγαυῖα ἀνδρὶ παρ' ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, εἰ ᾔδη ὅ μιν αὖτις Ἀχαιοὶ ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδα ἔμελλον. ἐφ' οἷς καὶ ὑπεραπολογουμένη τῆς ἡρωΐδος φησὶν ὅτι αὐτὴν ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές· τὴν δ' ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ λυγρὴν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος. οὕτω καὶ τὸν Ὀδυσσέα ἡ γυνὴ πάνυ πεπνυμένον ὄντα θεόθεν ὅμως ἔφη δυστυχεῖν. (ῃερς. 207.) Τῶν δὲ τοῦ ῥηθέντος χωρίου τμημάτων τὸ μὲν, ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας δειρῇ βάλε, κάρη δ' ἔκυσε, περιπλοκὴν φράζει φιλικὴν ὅτε τις ἐξ ἀποδήμων ἥκοι, ὡς καὶ μετ' ὀλίγα τὸ, δειρῆς δ' οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ. (ῃερς. 209.) Τὸ δὲ, μή μοι σκύζευ, καὶ τὸ, (ῃερς.

Intertext edge

Open linked passage

Note