Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
208.1.1
) Ὅρα δὲ καὶ ὅτι τὸ ἕλωρ οὐκ ἐπὶ σπαραγμοῦ θηριώδους ἐνταῦθα κεῖται, ἀλλ' ἐπὶ μοίρας ἁπλῶς, βιαίας μέντοι. (ῃερς. 211.) Τὸ δὲ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἀνδρὸς θυμουμένου ἦθος δηλοῖ, ὃς καὶ τοὺς ἀναιτίους αἰτιᾶσθαι οἶδε. τὸν γὰρ Ὀδυσσέα οὐχ' οἱ τῶν Φαιάκων ἡγήτορες καὶ μέδοντες ἀπήγαγον, ἀλλὰ δημόται Φαίακες. ἴσως δὲ οἴεται παρηγγέλθαι τούτους ἐκεῖθεν. (ῃερς. 212.) Εὐδείελος δὲ οὐχ' ἡ Ἰθάκη μόνη, ἀλλὰ καὶ πᾶσα νῆσος, ὡς πολλαχοῦ φαίνεται. διὸ καὶ μετ' ὀλίγα ἐρεῖ· ἤ πού τις νήσων εὐδείελος. (ῃερς. 213.) Ἱκετήσιος δὲ Ζεὺς δοκεῖ πρωτότυπον εἶναι τοῦ ἱκέσιος. (ῃερς. 216.) Τὸ δὲ ἐπὶ νηὸς ἄγοντες, ἐπὶ ἀψύχου καὶ νῦν τὸ ἄγειν τίθησιν. εἴθισται δὲ ἡ λέξις ἐπὶ νηῶν λέγεσθαι. ὅθεν καὶ ἀγώγιμα τὰ ἐν αὐταῖς φορτία, καὶ αὐταὶ φορτηγοί. (ῃερς. 217.) Ὅτι ἀριθμήσας Ὀδυσσεὺς τρίποδας περικαλλέας ἠδὲ λέβητας, περὶ ὧν καὶ προδεδήλωται, καὶ χρυσὸν ὑφαντά τε εἵματα καλὰ ἅ περ ἐσθῆτα ὑφαντὴν πρὸ ὀλίγων εἶπε, 2. 47 (ῃερς. 219.) τούτων μὲν οὔτι ἐπόθει, τουτέστιν ἐζήτει. οὐδὲν γὰρ ἐνέλιπεν. ὁ δ' ὠδύρετο πατρίδα γαῖαν, ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, πολλὰ ὀλοφυρόμενος. (ῃερς. 220.) Ἑρπύζει δὲ, καταπεσὼν διὰ λύπην, ἀπεναντίας οἷς τε ὁ Ἀγαμέμνων ἐποίησεν, ὃς ἐπιβὰς τῆς πατρίδος ἔκυσε τὴν γῆν, καὶ οἷς δὲ αὐτὸς ἔπραξε τῆς τῶν Φαιάκων γῆς ἐπιβὰς, ἔκυσε γὰρ τότε καὶ αὐτὸς ζείδωρον ἄρουραν. ὁ μέντοι πατὴρ αὐτοῦ Λαέρτης, καὶ διὰ γῆρας ἀκράτωρ ἑαυτοῦ ὢν, ἑρπύζει παρὰ γουνὸν ἁλωῆς. καὶ νῦν μὲν οὕτως ἑρπύζει Ὀδυσσεὺς, προϊὼν δὲ κύσει καὶ αὐτὸς τὴν πατρίδα γῆν, ἀναγνοὺς αὐτήν. (ῃερς. 221.) Ὅτι ὀλοφυρομένῳ τῷ Ὀδυσσεῖ σχεδόθεν ἦλθεν Ἀθήνη ἀνδρὶ δέμας εἰκυῖα νέῳἐπιβώτορι μήλων παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν, δίπτυχον ἀμφ' ὤμοισιν ἔχουσα εὐεργέα λώπην, ποσσὶ δ' ὑπὸ λιπαροῖσι (ῃερς. 225.) πέδιλ' ἔχε, χερσὶ δ' ἄκοντα. τοιαῦτα δὲ οὐκ ἂν φοροίη βώτωρ, ὅ ἐστι ποιμὴν, μὴ εὐγενὴς ὤν. Ὅτι δὲ καὶ οἱ βασιλικοὶ παῖδες ἔνεμον, δηλοῖ καὶ τὸ, πάντας γὰρ κατέπεφνεν Ἀχιλλεὺς βουσὶν ἐπ' εἰλιπόδεσσι, καὶ τὸ, ἤδη με καὶ ἄλλοτ' ἐφόβησεν ὅτι βουσὶν ἐπῆλθεν ἡμετέρῃσιν· ὁ Αἰνείας δὲ οὕτως ἐν Ἰλιάδι φησί. (ῃερς.