Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
212.1.1
) Τὸ δὲ ὑποσταχύωτο ἀντὶ τοῦ αὔξοιτο δίκην σταχύων· ὧν ἕκαστος ἐξ ἑνὸς κόκκου πολύχους γίνεται τὸν καρπόν· ἐκ τοῦ στάχυος γὰρ τὸ ὑποσταχύεσθαι. οὐδὲν δὲ ἐκώλυεν, εἴ περ ἤθελεν εἰπεῖν καὶ ὑποσταχύοιτο. (ῃερς. 210.) Ὁ δὲ Κεφαλλὴν τὸ ἐθνικὸν ἐν δυσὶ γράφεται ˉλ, ὡς καὶ προδεδήλωται. ὡς δὲ ὑπὸ βασιλεῖ τῷ Ὀδυσσεῖ ἦσαν οἱ Κεφαλλῆνες, καὶ ὡς ἀπό τινος Κεφάλου παρωνομάζονται, προγέγραπται καὶ αὐτό. ἐδηλώθη δέ τι περὶ αὐτῶν καὶ ἐν τῇ κατὰ τὴν Ἰλιάδα Βοιωτίᾳ. (ῃερς. 207.) Τὸ δὲ. ζώει καὶ ὁρᾷ φῶς, πρὸς ἀκρίβειαν καὶ νῦν κεῖται, ὡς πολλῶν ζώντων μὲν, μὴ βλεπόντων δέ. (ῃερς. 206.) Λαίφεα δὲ κἀνταῦθα πτωχικὰ παχέα ἱμάτια, ὡς καὶ τὰ σπεῖρα ἐν τῷ· σπεῖρα κάκ' ἀμφ' ὤμοισι. κυρίως δὲ λαίφεα αἱ τῶν πλοίων, φασὶν, ὀθόναι· ὅθεν οἱ κοινότεροι συνθέντες ἐκ τοῦ σάγος καὶ τοῦ λαῖφος σαγολαίφεα λέγουσιν. (ῃερς. 204.) Ἐκ δὲ τοῦ ἴδιον, ὃ δηλοῖ τὸ ἵδρουν, ὡς ἐῤῥέθη, καὶ ἴδος λέγεται ὁ ἱδρώς· ἀφ' οὗ ὁ ἰδάλιμος. (ῃερς. 196.) Τὸ δὲ, καὶ βασιλεῦσιν ἐπικλώσονται ὀϊζὺν, παιδευτικῶς δηλοῖ μὴ ἀδύνατον εἶναι καὶ βασιλεῖς πλάνῃ περιπίπτειν. ὃ καὶ Ὀδυσσεὺς ἔπαθεν. ὃν ὁ Φιλοίτιος ἐκ τοῦ εἴδους στοχασάμενος βασιλικὸν, ὡς ἐῤῥέθη, ἄνδρα εἶναι, ἤδη ἑτοίμως ἔχει μετὰ μικρὸν πιστεῦσαι αὐτὸν εἶναι τὸν Ὀδυσσέα, ὅτε καὶ πρὸς αὐτοῦ ἔσται, ὅσα καὶ παῖς ὑπὲρ πατρός· ἐπειδὴ καὶ αὐτὸν τυτθὸν ἐόνταθρεψάμενος ἐπὶ βουσὶν ἔταξεν, ὁποῖός τις τὴν ἡλικίαν καὶ ὁ Εὔμαιος τῇ συβωτικῇ ἐπεστάτησεν. (ῃερς. 194.) Ὅρα δὲ καὶ ἐνταῦθα, ὅτι τὰ περὶ πρόσωπον μόνα ἠλλοίωται τῷ Ὀδυσσεῖ, τὰ δὲ λοιπὰ βασιλεῖ ἔοικεν, ὡς ὁ Φιλοίτιος ἐδοκίμασεν, ἐκ τῆς καλάμης καὶ αὐτὸς στοχασάμενος. (ῃερς. 195.) δῆλον δὲ καὶ ὅτι τὸ, ἀλλὰ θεὸς εἰς δύην ἄγει πολυπλάγκτους ἀνθρώπους καὶ ἑξῆς, ὡς ἐγράφη, γνωμικῶς ἐῤῥέθη πρὸς λόγου ἀσφάλειαν, ἵνα μὴ εὐήθης ὁ Φιλοίτιος δόξῃ ἄνδρα πλανήτην εἰπὼν καὶ βασιλεῖ ἐοικέναι. Τὸ δὲ δυόωσι καὶ ὅλως τὸ δυᾶν ἤτοι κακοποιεῖν διὰ δύης οὐδ' αὐτὸ εὔχρηστον δίχα ποιήσεως. (ῃερς. 185.) ἡ δὲ τοῦ Φιλοιτίου εἰς Ἰθάκην ἔλευσις πιθανή ἐστι διὰ τὴν τῆς νουμηνίας ἑορτὴν, δι' ἣν ἦλθε καὶ αὐτὸς ἠπείρηθεν βοῦν στεῖραν ἄγων καὶ πίονας αἶγας. ὃ καὶ σαφηνίζων ὁ ποιητὴς, ἵνα μή τις καὶ αὐτὸν καὶ τὸν Μελάνθιον ἔσω τῆς Ἰθάκης οἴηται νέμειν, φησί· (ῃερς. 187.) πορθμῆες δ' ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσι καὶ ἑξῆς, ὡς καὶ περὶ Φαιάκων προεῤῥέθη. (ῃερς. 186.) Βοῦς δὲ ἄγεται στεῖρα βιωτικῶς· ἐπεὶ τὰς τοκάδας περιέπεσθαι χρή. δῆλον δὲ ὡς καὶ αἰπολίοις ἐπιστατεῖ ὁ Φιλοίτιος, εἴ γε καὶ πίονας αἶγας ἄγει. (ῃερς. 227.) καλεῖται δὲ ὅμως βουκόλος, ἢ ἐκ τοῦ τιμιωτέρου ἢ ἐκ τοῦ πλεονάζοντος. εἰ δὲ καὶ πίονας αἶγας ἁπλῶς οὗτος ἄγει, ἀλλ' οὐκ ἤδη τὰς πᾶσι μετατρεπούσας αἰπολίοισιν· ἐκεῖνο γὰρ Μελανθίου ἔργον, ὃς μισῶν τοὺς δεσπότας τοῖς μνηστῆρσιν ἔχαιρεν. (ῃερς. 189.) εἰ δὲ καὶ ὁ Φιλοίτιος ὑπ' αἰθούσῃ ἐριδούπῳ κατέδησεν ἅ περ ἤγαγε ζῷα, οὐκ ἄρα δῶμα ἡ αἴθουσα, ἡ καὶ αἰθομένη ἡλίῳ καὶ ἀνέμοις δουποῦσα. οἰκοδομοῦνται μὲν γὰρ οἴκοι, ἐφ' ᾧ ἐκκλίνεσθαι χειμῶνάς τε καὶ καύσωνας. ἡ δὲ αἴθουσα οὔτε καύσωνός ἐστι σκέπη· αἴθουσα γάρ· οὔτε ἀνέμου, ἐρίγδουπος γὰρ διὰ τὴν τῶν ἀνέμων ἐπίῤῥηξιν. (ῃερς. 233.) Ἰστέον δὲ καὶ ὅτι τὸ, εἴ περ ἐθέλεις, ἀπόπειρά ἐστιν Ὀδυσσέως εἰς Φιλοίτιον, ὁποίαν φθάσας προεδοκίμασεν ἐν ἐπηκόῳ τοῦ υἱοῦ. (ῃερς. 228.) Τὸ δὲ, πινυτὴ φρένας ἵκει, ἀντὶ τοῦ φρόνησις. Καὶ ὅρα ὡς πρὸ ὀλίγων μὲν πινυτὴ Πηνελόπη ἐλέγετο, τουτέστι μετέχουσα φρονήσεως. νῦν δὲ πινυτὴ αὐτὴ ἡ φρόνησις. (ῃερς. 241.) Ὅτι μνηστῆρες μὲν καὶ νῦν Τηλεμάχῳ θάνατόν τε μόρον τε (ῃερς. 242.) ἤρτυον. ὡς δὲ αὐτοῖς ἀριστερὸς ἤλυθεν ὄρνις, τουτέστιν οἰωνὸς τοῦ μέλλοντος, αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν, ἐκώλυσεν Ἀμφίνομος, εἰπών· (ῃερς. 245.) ὦ φίλοι, οὐχ' ἡμῖν συνθεύσεται ἥδε γε βουλὴ, Τηλεμάχοιο δηλαδὴ φόνος, ἀλλὰ μνησώμεθα δαιτός. καὶ αὐτοὶ διὰ τὸ μοιρίδιον πείθονται· ἐπιήνδανε γὰρ αὐτοῖς ὁ μῦθος. δοκεῖ δὲ καὶ ὁ Ἀμφίνομος ἀετὸν μὲν νοῆσαι τὸ τοῦ Τηλεμάχου μέρος, τοὺς δὲ μνηστῆρας εἰς πέλειαν ἐχομένην τῷ κρατερωτάτῳ ἀετῷ, καὶ διατοῦτο κωλῦσαι τοὺς μνηστῆρας. οὐκ ἂν δὲ πάντως ἐπείθοντο, εἰ μὴ καὶ τεχνίτην αὐτὸν ἐν τοῖς τοιούτοις ᾔδεισαν εἶναι. πάνυ δὲ μέγα τὸ ἐξ Ὀδυσσέως κακὸν τοῖς μνηστῆρσι καὶ ὅσον τῇ πελείᾳ ἐξ ἀετοῦ, ὡς ὁ οἰωνὸς ἐδήλου. Τὸ δὲ συνθεύσεται ἀστείως καὶ αὐτὸ εἴρηται· οὐ γὰρ συνδραμεῖται, φησὶν, ἡμῖν τὸ βουλευθὲν, ἀλλὰ δηλονότι σκεδασθήσεται ἀφ' ἡμῶν καὶ οὐκ ἂν ἴδοιμεν αὐτό. εἰς κώλυσιν οὖν βουλῆς οἰκεῖον τὸ, οὐχ' ἡμῖν συνθεύσεται ἥδε γε βουλή. (ῃερς.