Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
213.1.1
) αὐτὰρ μὴ νῦν μοι τόδε χώεο καὶ τὸ ἑξῆς, παραίτησίς ἐστι μέμψεως ὅτε τις ἐλλόγως μὴ προαρπάζει τὴν δεξίωσιν. δῆλον δὲ ὅτι πολλὴ διαφορὰ τοῦ χώεσθαι καὶ τοῦ νεμεσᾶν· ἐκεῖνο μὲν γὰρ εἰκὸς καὶ μὴ δικαίως γίνεσθαι, ἡ δὲ νέμεσις ἀεὶ σὺν τῷ δικαίῳ ἐστί. (ῃερς. 209.) Τὸ δὲ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο καὶ ἑξῆς, ἔπαινος ἀνθρώπου συνετοῦ μὲν, δυστυχοῦς δέ. Περὶ δὲ τοῦ σκύζεσθαι προγέγραπται· ἀφ' οὗ καὶ τὸ ἐπισκύνιον. (ῃερς. 211.) Τὸ δὲ ἀγάσατο οὐ μακρὰν ἐνταῦθα ἐστὶ τοῦ ἐφθόνησεν ἢ ἐμέμψατο. καινὸν δ' ἐνταῦθα σχῆμα ἡ ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἀνακόλουθος μετάβασις ἐν τῷ, ὃς νῶϊν ἀγάσσατο καὶ ἑξῆς· ἦν μὲν γὰρ ἀκόλουθον εἰπεῖν, ὃς ἡμῖν ἐφθόνησε παρ' ἀλλήλοισι μένουσι τέρπεσθαι, ἵνα ἦν ὁμοιόπτωτον τὸ ἡμῖν καὶ τὸ μένουσιν· ἡ δὲ Ὁμηρικὴ γυνὴ τὸ σχῆμα ἤλλαξε καινότερον μὲν, ἀσολοίκως δὲ, καθὰ πολλαχοῦ γίνεται, εἰποῦσα ὅτι θεοὶ ἡμῖν ἐφθόνησαν τοῦ τέρπεσθαι, δηλαδὴ ἡμᾶς, μένοντας παρ' ἀλλήλοις, ὡς καὶ εἴ τις εἴποι, παραινῶ σοι ζῶντα σπουδαίως διάγειν τὸν βίον· καλὸν μὲν γὰρ καὶ τὸ, παραινῶ σοι ζῶντι σπουδαίως ποιεῖντόδε. ἀσόλοικον ὁμοίως καὶ τὸ, παραινῶ σοι διάγειν σε τὸν βίον ζῶντα σπουδαίως. αἴτιον δὲ τῆς τοιαύτης ἀσφάλτου ἐναλλαγῆς τὸ μετὰ τὴν δοτικὴν ῥῆμα, ὃ προκαλεῖται τὴν ἐπαγομένην αἰτιατικήν. τοιοῦτον καὶ τὸ, χαίρω τῷ λόγῳ ᾧ εἶπας καὶ ὃν εἶπας, καὶ ἄλλα δὲ μυρία. παραδείγματα δὲ οὐκ ὀλίγα καὶ ἐν Ἰλιάδι κεῖται τοῦ τοιούτου σχήματος. (ῃερς. 212.) Τὸ δὲ ταρπῆναι συνήθως καὶ νῦν γενικῇ συνέταξεν ἢ κατ' ἔλλειψιν τῆς διˉα προθέσεως ἢ διὰ τὸ ληφθῆναι τὸ ταρπῆναι ἀντὶ τοῦ κορεσθῆναι. (ῃερς. 209. 13.) δῆλον δὲ ὅτι ταυτὰ ἐν τοῖς ῥηθεῖσι τὸ σκύζεσθαι καὶ τὸ χώεσθαι, ἤδη δέ πως καὶ τὸ νεμεσᾶν, ὃ καὶ αὐτὸ οὐδὲν ἄλλο ἐστὶν ἢ σκύζεσθαι καὶ χώεσθαι, δικαίως μέντοι. (ῃερς. 214.) Τὸ δὲ ἀγάπησα ἀντὶ τοῦ ἐφιλοφρονησάμην, καὶ ἔστιν ὅμοιον τῷ ἀμφαγαπάζειν. (ῃερς. 216.) Τὸ δὲ ἐῤῥίγει ἐπίτασίς ἐστι προσοχῆς· οὐ γὰρ ἁπλῶς εὐλαβεῖτο τὴν ἐξ ἀνδρὸς ἀπάτην ἡ σώφρων Πηνελόπη, ἀλλὰ ἐῤῥίγει καὶ οὐ κατὰ τὴν ἄλλως ῥιγεδανὴν Ἑλένην ἀπεριμερίμνως διέκειτο. παρακείμενος δὲ μέσος τοῦ ἐῤῥίγει τὸ ἔῤῥιγα. (ῃερς. 218.) Τὸ δὲ, οὐδ' ἂν Ἀργείη Ἑλένη ἀνδρὶ ἀλλοδαπῷ ἐμίγη, εἰ ᾔδη, ὅ μιν αὖτις Ἀχαιοὶ ἐπαναγαγεῖν ἔμελλον οἴκαδε, τοιοῦτον ἔχει νοῦν τελείας τιθεμένης στιγμῆς ἐν τῷ εἰ ᾔδη· οὐκ ἄν φησιν οὐδὲ ἡ Ἑλένη παρ' ἀνδρὶ ἀλλοδαπῷ ἐγένετο, εἴ περ ἠπίστατο αὐτὸ δὴ τοῦτο τὸ παρ' ἐμοῦ λεχθὲν γνωμικὸν τὸ, πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν ἤτοι βουλεύονται ἀπατητικῶς. διό φησιν ἔμελλον οἱ Ἀχαιοὶ ἄξειν αὐτὴν οἴκαδε ὡς ἀπατηθεῖσαν καὶ μεταμελομένην καθὰ δηλοῖ τὸ, τίσασθαι δ' Ἑλένης ὁρμήματά τε στοναχάς τε, κείμενον ἐν Ἰλιάδι. καὶ φασὶν οἱ παλαιοὶ περὶ τῆς ῥηθείσης ἀπάτης, ἣν ἔπαθεν ἡ Ἑλένη, ὅτι Ἀφροδίτη Μενελάῳ τὸν Ἀλέξανδρον εἰκάσασα παρήγαγεν ἤτοι ἠπάτησε τὴν Ἑλένην, παραλογισαμένη τῇ ὁμοιότητι, ὡς εὐλόγως λοιπὸν καὶ τὴν Πηνελόπην δεδοικέναι μὴ πάθοι τι ὅμοιον. καὶ οὕτω μέν τινες καλῶς τὸ ῥηθὲν ἡρμήνευσαν νόημα. Ἕτεροι δὲ τὴν ῥηθεῖσαν στιγμὴν ἀπάγοντες καὶ συνάπτοντες τὸ ὅλον εἰς νόημα ἓν, λέγουσι μὲν ὅτι οὐκ ἂν ἡ Ἑλένη ἐμίγη ἀλλοδαπῷ, εἴ περ ᾔδη ὅτι αὐτὴν ἐπανάξειν οἱ Ἀχαιοὶ ἔμελλον. κρίνονται δὲ μεμπτέοι τοῖς παλαιοῖς διὰ τὸ κακοσυμβίβαστον τῆς ἐννοίας· ἀδιανόητον γὰρ τὸ λέγειν τὴν Πηνελόπην ὡς ἐδεδίειν μή πως ἀπατηθῶ· οὐδὲ γὰρ ἡ Ἑλένη συναπῆλθεν ἂν τῷ ἐκ Τροίας μείρακι, ἐὰν ἐγίνωσκεν ὅτι ἐπανακομισθήσεται εἰς τὴν πατρίδα· λέγοι γὰρ ἂν, ὅτι οὐ πόθῳ τοῦ ἀνδρὸς ἀλλὰ φόβῳ τοῦ ἐπανακάμψαι εἰς αὐτὸν ἐπεῖχον τὸν γάμον. ἴσως δὲ καὶ οὕτω πως καθίσταται τὰ τῆς ἐννοίας ταύτης· ἐδεδίειν, φησὶ, τὴν ἀπάτην, μεθ' ἣν ἀνάγκη πάντως ἦν ἐπανασωθῆναί με ζῶντι τῷ κουριδίῳ ἀνδρί. ὃ δὴ νόημα εἴ περ ἔσχε καὶ ἡ Ἑλένη, οὐκ ἂν ἡρπάγη. ἐπαινεῖ δὲ ἡ Πηνελόπη τὴν Ἑλένην ἢ διὰ συγγένειαν ἢ καὶ ἵνα μὴ δόξῃ φιλοσκώμμων εἶναι, εἰς ὃ δὴ μάλιστα τὸ γυναικεῖον φῦλον ῥέπει, ἢ καὶ χάριν ἑαυτῆς εἰς οἰκεῖον ἔπαινον· εἰ γὰρ ἐκείνη εὐλογεῖται τοιαύτη τῷ ἀνδρὶ γενομένη, πολλῷ πλέον αὕτη ἡ οὕτω σώφρων. (ῃερς. 220.) Περὶ δὲ τοῦ ᾔδη, ὅ πέρ ἐστιν ἠπίστατο, εἴρηται μὲν καὶ ἐν τῇ ἄλφα τῆς Ἰλιάδος. διαρθρωτέον δὲ μᾶλλον ἐνταῦθα, ὅτι οὐχ' ἁπλῶς τὸ ᾔδειν καὶ ἐνενοήκειν καὶ ἐπεποιήκειν διαλύει τὸ ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα, ἀλλὰ τὰ ἐξ αὐτῶν Ἀττικὰ τὰ διὰ τοῦ ἦτα. παραδίδωσι γὰρ Ἡρακλείδης, ὅτι Ἀττικοὶτοὺς τοιούτους ὑπερσυντελίκους ἐν τῷ ἦτα μόνῳ περατοῦσιν, ᾔδη λέγοντες καὶ ἐνενοήκη καὶ ἐπεποιήκη. καὶ οὕτω φησὶ Παναίτιος ἔχειν τὰς γραφὰς παρὰ Πλάτωνι. καὶ Θουκυδίδης δὲ κέχρηται τῷ τοιούτῳ Ἀττικῷ ἔθει. καὶ τὰς τμήσεις ἐκ τούτων, φησὶν, Ἴωνες οἰκείως προφέρονται, ἤδεα λέγοντες ἀναλύσει τοῦ ἦτα εἰς ˉε καὶ ἄλφα ἀντὶ τοῦ ᾔδη ἤγουν ἠπιστάμην, οἷον· εἰ γὰρ ἐγὼ τάδε ᾔδε' ἐνὶ φρεσί. καὶ Καλλίμαχος· ᾔδεα μᾶλλον ἐγώ κοτε. οὕτω δὲ καὶ ἐνενοήκη ἐνενοήκεα ὁμοίᾳ Ἰωνικῇ τμήσει ἤτοι διαλύσει, καὶ ἐπεποιήκη ἐπεποιήκεα. πολλοὶ δέ φησι καὶ σὺν τῷ ˉν προφέρουσι τὴν εἰρημένην διὰ τοῦ ἦτα Ἰωνικὴν γραφὴν τῶν ὑπερσυντελίκων, ᾔδην λέγοντες καὶ ἐνενοήκην καὶ ἐπεποιήκην· ἀφ' ὧν καὶ αὐτῶν αἱ τμήσεις γένοιντ' ἄν φησιν ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα κατὰ τὸ, Ἀστυάγην Ἀστυάγεα παρὰ Ἡροδότῳ, καὶ κατὰ τὸ, ἧνται ἔαται, καὶ ἦν ἔα, ὥστε κατὰ τοῦτον τὸν λόγον οὐκ ἐκ τοῦ ᾔδεα κέκραται τὸ ᾔδη, ἀλλ' ἐκ τοῦ ᾔδη πρώτου προσώπου ἀναλέλυται τὸ ᾔδεα. (ῃερς. 222.) Τὸ δὲ ὤρορε καὶ ἐνταῦθα μετάθεσιν τῆς αὐξήσεως ἔπαθεν, ἐξ Ἀττικοῦ μεταπεσὸν ὡς εἰς κοινὸν παρακείμενον. (ῃερς. 223.) Τὸ δὲ, ἄτην λυγρὴν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος, εἴποι ἂν ὁ ἀμετόχως ἑτέρῳ τινὶ συμβλαβείς. (ῃερς. 225.) Ὅτι ὁ μετὰ φανερὰ σημεῖα μόλις πεισθεὶς εἴποι ἂν τῷ πείσαντι, νῦν δ', ἐπεὶ ἤδη σήματ' ἀριφραδέα κατέλεξας, πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλ' ἐόντα. (ῃερς. 232.) Ὅτι ἔκλαιεν Ὀδυσσεὺς ἔχων ἄλοχον θυμαρέα· νῦν γὰρ ἔτι μᾶλλον αὐτῷ ὑφ' ἵμερον ὦρσε γόοιο ἡ γυνὴ λαλήσασα τὰ, ὡς ἐῤῥέθη, ὑπὲρ αὐτῆς. Καὶ ὅρα τὸ θυμαρέα ἤγουν θυμήρη ὡς ἀπὸ εὐθείας τῆς ἡ θυμαρής. καὶ σημείωσαι ὅτι μετὰ τοῦ ˉη μὲν βαρύνεται ἡ τοιαύτη λέξις, ὡς δῆλον ἐκ τοῦ, θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων, διὰ δὲ τοῦ ˉα ὀξύνεται κανόνι ὁποίῳ καὶ ἡ εὐμαρής. (ῃερς. 233. σθθ.) εἶτα τὴν ἑκατέρων διάθεσιν παραβολικῶς ὑποδεικνὺς ἐπάγει· ὡς δ' ὅτ' ἂν ἀσπάσιος ἢ ἀσπασίως γῆ νηχομένοισι φανείη, ὧν τε Ποσειδάων εὐεργέα νῆα ἐνὶ πόντῳ ῥαίσει ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ· παῦροι δ' ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη, ἀσπάσιοι δ' ἐπέβαν γαίης κακότητα φυγόντες, ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ. καὶ ἔστιν ἡ παραβολὴ ἐχομένη πως ὧν κατὰ θάλασσαν ἔπαθεν Ὀδυσσεύς· διὸ καὶ κατὰ τοὺς ναυαγοὺς χαίρει καὶ ἐκεῖνος τὴν πατρίδα γαῖαν ἰδὼν, καὶ ἔτι ἐπέκεινα, ὅτι καὶ τὰ φίλτατα ἔχει. τέως μέντοι οὐκ ἔχει σφοδροτέραν ὁ ποιητὴς ἡδονὴν ἐξευρεῖν τῆς ῥηθείσης, ᾗ παραβάλοι ἂν τὴν τῆς γυναικὸς ἄρτι χαρὰν ἐπὶ τῷ ἀνδρί· πάνυ γὰρ λίαν ἡ γυνὴ χαίρει, ὥς περ καὶ οἱ νηχόμενοι οὐχ' ἁπλῶς ἀλλ' ἐν κινδύνῳ μεγάλῳ, καθ' ὃν πλείους μὲν ὤλοντο, αὐτοὶ δὲ παῦροι ἐξέφυγον δηλονότι, καὶ πόνῳ πολλῷ, τοιοῦτον γὰρ τὸ ἐν κινδυνώδει καιρῷ νήχεσθαι, χαίροιεν ἂν γῆς ἐπιβάντες. Τὸ δὲ, ἀσπάσιος γῆ, Ἀττικόν ἐστι· τὸ γὰρ κοινὸν ἀσπασία, ἐξ οὗ καὶ κύριον ἡ παρὰ ταῖς ἱστορίαις σοφὴ γυνὴ Ἀσπασία. καιρία δὲ λέξις ἡ ῥηθεῖσα, διὸ καὶ νῦν ἐπιμονὴν ποιεῖ ἐν τῷ ἀσπάσιοι καὶ (ῃερς. 239.) ἀσπαστὸς ἔην πόσις. (ῃερς. 235.) Τί δὲ τὸ πηγὸν κῦμα, δεδήλωται ἀλλαχοῦ· ὡσαύτως καὶ περὶ τοῦ (ῃερς. 237.) τέτροφεν ἅλμη, ὅ ἐστι πέπηγεν. Ἰστέον δὲ ὅτι τὸ μὲν τέτροφα ὀρθῶς καὶ τῷ ˉο παραλήγεται καὶ τὸ ˉφ σύμφωνον ἔχει ὡς μέσος παρακείμενος ἐκ τοῦ τρέφω γινόμενος. τὸ μέντοι κέκλοφα τῷ μὲν ˉο εὐλόγως παραλήγεται ὡς ἀπὸ δισυλλάβου μέλλοντος τοῦ κλέψω, οὗ τὸ τῆς παραληγούσης ˉε ὀφείλει τρέψειν αὐτὸς εἰς ˉο. τὸ δὲ ˉφ οὐκ ἀναλόγως ἔχει· ὤφειλε γὰρ κέκλοπα εἶναι κατὰ τὸ σύμφωνον τοῦ ἐνεστῶτος. ἔοικε δὲ συνεκδραμεῖν καὶ αὐτὸ πρὸς τὸ τέτροφα καὶ τὸ κέκοφα, ὃ ἀμφοτέρως λέγεται ὡς δηλοῖ τὸ κεκοπώς· καὶ γὰρ κέκοφά ἐστι καὶ κέκοπα. Τὸ δὲ, πολλὴ δὲ περιτέτροφεν ἅλμη, πρὸς ἐντέλειαν μόνην κεῖται παραβολικὴν, ὁποῖα πολλὰ ποιεῖ ἐν ταῖς παραβολαῖς Ὅμηρος· ἄλλως γὰρ οὐ συντελεῖ τι ἐνταῦθα εἰς τὸ πολὺ τῆς κατὰ τὴν Πηνελόπην χαρᾶς. (ῃερς. 241.) Ὅτι ἐπὶ μὲν τῶν νύκτωρ πάνυ κλαιόντων οἰκεῖον τὸ, καὶ δὴ ἂν ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, ὅ περ καὶ ἐνταῦθα κεῖται. ἐπὶ δέ γε τῶν ἐν ἡμέρᾳ κλαιόντων τὸ, καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, ὃ κεῖται καὶ ἀλλαχοῦ. (ῃερς. 243. σθθ.) Ὅτι ὥς περ ἐπὶ τῆς τοῦ Ἡρακλέος γενέσεως καὶ αὖ πάλιν ἐπὶ τῆς τῶν Μουσῶν παρεκτείνει ὁ μῦθος τὴν νύκτα εἰς τριέσπερον μῆκος καὶ εἰς ἐννεάνυκτον, οὕτω κἀνταῦθα ἡ ποιητικὴ Μοῦσα τολμᾷ εἰπεῖν ὡς ἡ Ἀθηνᾶ προθυμουμένη τοῦ τὸν Ὀδυσσέα καὶ τὴν Πηνελόπην ὕπνῳ ὑπὸ γλυκερῷ τερφθῆναι κοιμηθέντας καὶ μύθοις τοῖς πρὸς ἀλλήλους ἐφ' οἷς ἔπαθόν τε καὶ ἐποίησαν μηκύνει καὶ αὐτὴ πλέον τοῦ συνήθους τὴν νύκτα, ὡς οἷα δυναμένη τι καὶ εἰς τοῦτο καθότι ἀλληγορεῖται καὶ εἰς ἀέρα, ὡς ἐν ἄλλοις δηλοῦται. φησὶ γοῦν ὁ ποιητὴς, ὅτι νύκτα ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δ' αὖτε ῥύσατ' ἐπ' Ὠκεανῷ χρυσόθρονον, οὐδ' ἔα ἵππους ζεύγνυσθαι ὠκύποδας Λάμπον καὶ Φαέθοντα, οἵ περ Ἠῶ πῶλοι ἄγουσιν. οὐ τολμᾷ μέντοι ὁ ποιητὴς ἀναιδῶς μετρῆσαι καὶ μῆκος νυκτὸς κατὰ τὸν ἐπὶ Ἡρακλεῖ καὶ Μούσαις μῦθον, ἀλλ' ἀρκεῖται ἀορίστως εἰπὼν δολιχὴν τοιαύτην νύκτα δόξασαν μακροτέραν ὡς εἰκὸς τῶν συνήθων εἶναι, οὐ μὴν καὶ τοιαύτην γενομένην. ἦλθε δὲ ἡ δόκησις τοῦ δολιχοῦ τῆς νυκτὸς ταύτης μήκους ἐκ τοῦ ἐξαρκέσαι αὐτὴν καὶ εἰς ὕπνον ἀρκοῦντα σώφροσι καὶ εἰς ἀφήγησιν μακρῶν οὕτω καμάτων καὶ τληπαθειῶν τοῦ τε ἀνδρὸς τῆς τε γυναικός. Δῆλον δὲ πάντως ὡς οὐκ ἂν καὶ εἰς ἄμφω ἤρκεσεν ἡ μετὰ δαῖτα καὶ μολπὴν καὶ χοροὺς καὶ πλατὺν ἀναγνωρισμὸν καὶ εἰς ὕπνον ἀνάκλισιν περιλειφθεῖσα νὺξ, εἰ μὴ κατ' ἐπιτομὴν καὶ ἐπιδρομάδην ἐκεῖνοι ἀλλήλοις ἀφηγοῦντο τὰ καθ' ἑαυτοὺς, ὡς καὶ ὁ ποιητὴς ἐμφαίνει ἐν οἷς μετ' ὀλίγα ἐπιτροχάδην αὐτοῖς ἐπέξεισιν· ἔοικε γὰρ ὁ σοφὸς Ὀδυσσεὺς μετρεῖν πρὸς τὸ ἐπίλοιπον τῆς νυκτὸς τοὺς λόγους· διὸ καὶ ἅμα συμπληροῖ τὰ τῆς πλάνης καὶ εὐθὺς ὑπνοῖ καὶ ὄρθρος ἐκφαίνεται. Σημείωσαι δὲ ὅτι ἐν Ἰλιάδι ἄλλως ἤ περ ἐνταῦθα πλάττει τὴν Ἥραν ὁ ποιητὴς πέμπουσαν τὸν ἥλιον εἰς δύσιν ἐπὶ βοηθείᾳ τῶν Ἀχαιῶν, ἐν οἷς φησίν· ἠέλιον δ' ἀκάμαντα βοῶπις πότνια Ἥρη ἔπεμψε καὶ τὰ ἑξῆς. δηλοῖ δέ φασιν ἐκεῖ ὁ ποιητὴς πρὸ καιροῦ νομισθῆναι νύκτα διά τινα χαλεπὴν ὁμίχλην· δοκεῖ γὰρδύνασθαι τὰ τοιαῦτα ἡ Ἥρα, ἐπεὶ καὶ ἀλλαχοῦ ἡ αὐτὴ, ἠέρα πίτνα βαθεῖαν, ἤγουν ἀορασίαν ὁμιχλώδη ἐπιπίπτειν ἐποίει πολλήν· καὶ τοίνυν ὥς περ ἐκεῖ πρὸ καιροῦ ἐνομίσθη νύξ, ὡς τῆς ἡμέρας κατά τι σμικρυνθείσης, οὕτως ἐνταῦθα δόκησις ἦλθεν, ὡς ἐῤῥέθη, τοῦ δολιχὴν πλέον τοῦ συνήθως τὴν νύκτα γενέσθαι. Περάτην δὲ ἅπαξ ἐνταῦθα φησὶν ὁ ποιητὴς κατὰ γένος θηλυκόν· καὶ δηλοῖ ἡ λέξις τὸ πέρας τοῦ Ὠκεανοῦ νῦν οὐ τὸ ἀνατολικὸν, ἀλλὰ μᾶλλον τὸ δυτικὸν, δι' οὗ ἔμελλεν ἡ νὺξ δῆθεν σωματικῶς κατελθεῖν, ὡς ἂν ἑτέρωθεν ἀνέλθῃ ἡ Ἠώς· διὸ καὶ ὁ ποιητὴς εἶπε· νύκτα μὲν ἐν περάτῃ σχέθε, τῇ κατὰ δύσιν δηλαδὴ, Ἠῶ δ' αὖτε ἐπ' Ὠκεανῷ τῷ κατὰ ἀνατολὴν, ὥστε μήτε ταύτην ἀναδῦναι μήτε ἐκείνην καταδῦναι, ἵνα οὕτω μένῃ κατὰ χώραν τὸ σκίασμα τῆς γῆς. καὶ ἔστι πρὸς ταύτην τὴν ἔννοιαν ταυτὸν ἡ περάτη καὶ τὸ πέρας τοῦ Ὠκεανοῦ κατά τε δύσιν κατά τε ἀνατολὴν, εἰ καὶ νῦν ὁ ποιητὴς δυτικὴν περάτην φησί. Σημειοῦνται δὲ οἱ παλαιοὶ τὸν ποιητὴν ἐξ ἰδίου προσώπου λέγειν ἀεὶ ἀπ' Ὠκεανοῦ τὴν Ἠῶ ἀνατέλλειν δίχα γε τόπου ἑνὸς, ἔνθα ἐπικερτομῶν Εὔμαιος τῷ Μελανθίῳ κρεμαμένῳ ἔφη· οὐδέ σε ἠριγένεια παρ' Ὠκεανοῦ λήσει ἐπερχομένη. ἐκεῖ γὰρ οὐ καθ' ἑαυτὸν ὁ ποιητὴς τοῦτο φησὶν, ἀλλ' Εὐμαίῳ τὸν λόγον ἀνατίθησι. (ῃερς. 244.) Τὸ δὲ, ῥύσατο ἐπ' Ὠκεανῷ, οὐ κατὰ τὸ ῥύσατο καὶ ἐσάωσεν εἴρηται, ἀλλὰ κώλυσίν τινα δηλοῖ· διὸ καὶ ἐδέησεν ἑρμηνευθῆναι τὴν λέξιν ἐν τῷ, οὐδὲ ἔα ἵππους ζεύγνυσθαι ὠκύποδας. (ῃερς. 246.) Ὁ δὲ Λάμπος καὶ ὁ Φαέθων εὐφυῶς πλάττονται εἰς ξυνωρίδα τῆς Ἠοῦς διὰ τὸ κατ' ἐκείνην λαμπρόν. οὕτω καὶ τῷ Ἡλίῳ βουκολοῦσιν ἐν Θρινακίᾳ νύμφαι ἐϋπλόκαμοι Φαέθουσά τε Λαμπετίη τε. ὁ τοιοῦτος δὲ νοῦς καὶ Φαέθοντα οὐ μόνον Ἥλιον λέγει ἐπιθετικῶς, ἀλλὰ καὶ Ἡλίου υἱὸν κατὰ κυριωνυμίαν. καὶ Ὅμηρος μὲν οὕτω ξυνωρίδα ὑποζεύγνυσι τῇ Ἠοῖ, Λυκόφρων δὲ καὶ ἕτεροι μονόπωλον τὴν Ἠῶ πλάττοντες πηγάσῳ αὐτὴν ἐποχοῦσι πτερωτῷ ἵππῳ, ὃν ἔσχεν ἐκείνη μεθὸ τὸν Βελλεροφόντην αὐτὸς εἰς τὸ ἀλήϊον πεδίον ἀπεσείσατο. πῶλοι δὲ ἄγουσι τὴν Ἠῶ πρὸς ἔμφασιν τοῦ νεάζειν καὶ μάλιστα τὰ κατὰ τὸν ὄρθρον αὐτῆς ἀρχὴν ὄντα ἡμέρας· διὸ καὶ ἔαρος ἀκμῇ ἀναλογεῖ ὁ τοιοῦτος καιρὸς, ὅθεν καὶ ἦρ λέγεται, ὥς περ αὖ πάλιν φθινοπωρινῷ γήρᾳ ἢ καὶ χειμερίῳ τὰ πρὸς ἑσπέραν εἰκάζοιτ' ἄν. (ῃερς. 248.) Ὅτι ἐπὶ τῶν πρὸς τοῖς φθάσασι κακοῖς καὶ ἄλλα καραδοκούντων ῥηθήσεται τὸ, οὔ πω πάντων ἐπὶ πείρατα ἀέθλων ἤλθομεν, ἀλλ' ἔτ' ὄπισθεν ἀμέτρητος πόνος ἐστὶ πολλὸς καὶ χαλεπὸς, τὸν ἐμὲ χρὴ πάντα τελέσαι. Ὀδυσσεὺς δὲ τοῦτο λέγει διὰ τὸν ἐφεξῆς πόνον, ὃν ἀεθλεύσει κατὰ τὴν ἐν Ἅιδου μαντείαν τοῦ Τειρεσίου χάριν τιμῆς τοῦ Ποσειδῶνος, ὡς καὶ τῇ γυναικὶ ἀφηγήσεται. (ῃερς. 249.) Πόνος δὲ ἀμέτρητος, ὃν οὐκ ἔστι μετρῆσαι, μᾶλλον δ' εἰπεῖν ἀναμετρῆσαι κατὰ τὸ, ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. (ῃερς. 248. 54.) Ἰστέον δὲ ὡς καὶ ἐνταῦθα ὁ ποιητὴς ἀρχὴν λόγου θέμενος τὸν γˉαρ σύνδεσμον, ἀποδίδωσιν αὐτὸν συνήθως διὰ τοῦ ἀλλˉα εἰπών· ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατα καὶ ἑξῆς, εἶτα μετὰ στίχους ἓξ ἐπαγαγών· ἀλλ' ἔρχευ λέκτρονδε καὶ ἑξῆς. δῆλον δὲ ὅτι σεμνῶς φράζει ὁ ποιητὴς τὸ, ἀλλ' ἔρχευ λέκτρονδ' ἴομεν, γύναι, ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες. ὡσαύτως καὶ τὸ, (ῃερς. 257.) εὐνὴ μὲν δὴ σοί γε τότ' ἔσσεται, ὁππότε θυμῷ σῷ ἐθέλεις, ἐπεὶ ἄρ σε θεὸς ποίησεν ἱκέσθαι. ὁμοίως καὶ τὸ, (ῃερς. 300.) ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, τερπέσθην μύθοισι πρὸς ἀλλήλους ἐνέποντες τὰ καὶ τά. οὕτω δὲ καὶ τὸ, (ῃερς. 354.) ἐπεὶ ἀμφότεροι πολυήρατον ἱκόμεθα εὐνήν. καὶ τὸ, (ῃερς. 296.) ἀσπάσιοι λέκτρου παλαιοῦ θεσμὸν ἵκοντο. (ῃερς. 301.) ἐν δὲ τούτοις κεῖται καὶ τὸ ἐνέποντες δι' ἑνὸς φυσικῶς ˉν κατὰ στίχου ἄρχουσαν. (ῃερς. 300.) Ὅρα δὲ καὶ ὅτι τὸ ταρπῆναι γενικῇ πρὸ ὀλίγων συνταχθὲν ἐνταῦθα καὶ ἄλλως φράζεται ἐν τῷ, (ῃερς. 255.) ταρπώμεθα ὕπνῳ ὑπὸ γλυκερῷ. καὶ ὅτι ἁπλοϊκῶς καὶ κοινότερον κεῖται τὸ ἐποίησεν ἐν τῷ, (ῃερς. 258.) ἐπεὶ ἄρ σε θεὸς ποίησεν ἱκέσθαι. (ῃερς. 261.) Ὅτι φίλος ζητῶν μαθεῖν ἔκ τινος ἃ μέλλει κακοπαθεῖν ἐρωτήσοι ἂν οὕτω κατὰ τὴν Πηνελόπην· εἰπὲ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν ὀΐω πεύσομαι, αὐτίκα δ' ἐστὶ δαήμεναι οὔ τι χέρειον. ὁ δὲ ἐρωτηθεὶς ἐρεῖ ἂν τὸ τοῦ Ὀδυσσέως· (ῃερς. 264.) δαιμονίη, τί δή με μάλ' ὀτρύνουσα κελεύεις εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι, οὐδ' ἐπικεύσω. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς χαίρω, ἐπεὶ μάλα πολλὰ καὶ ἑξῆς τὰ χρησιμεύοντα. (ῃερς. 266.) Ὅρα δ' ἐνταῦθα τὸ κεχαρήσεται παραχθὲν ἐκ τοῦ χαίρω, οὗ ὁ μέλλων χαρῶ κοινότερον. ὃς δὴ μέλλων ἀναδραμὼν εἰς περισπώμενον ἐνεστῶτα τὸν, χαρῶ χαρήσω, ποιεῖ τὸ κεχαρήσομαι, ὃ χρόνου ἐστὶ μετ' ὀλίγον μέλλοντος. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ τὸ, κεχαρηότα νίκῃ, καὶ ὅσα τοιαῦτα. (ῃερς. 260.) ἔτι ὅρα ὅτι τε φιλομαθὴς κἀνταῦθα ἡ Πηνελόπη φαίνεται καθότι καὶ φιλοπευθὴς, καὶ ὅτι οὐκ ἂν ὤχλησε τὸν ἄνδρα πολυλογεῖν λυπηρῶς, εἰ μὴ ἐκεῖνος φθάσας ἐμνήσθη ἀέθλου μέλλοντος. διὸ καὶ παρασημειοῦται ὅτι, ἐπεὶ ἐφράσθης τουτέστιν ἐνεθυμήθης καί τοι θεὸς ἔμβαλε θυμῷ, ζητῶ μαθεῖν τὸν ἄεθλον ὡς οἷα ὑπερπαθοῦσά σου. λέγει δὲ ἄεθλον ἐνταῦθα τὴν ἐπὶ τιμῇ τοῦ Ποσειδῶνος περιπλάνησιν κατὰ τὴν τοῦ Τειρεσίου παραγγελίαν, ὡς εὐθὺς δηλωθήσεται. Ὅτι Ὀδυσσέως αὐτὰ δὴ ἐκεῖνα εἰπόντος τῇ γυναικὶξηρὰ καὶ ἀμεταποίητα, ὅσα ἐκ τοῦ Τειρεσίου ἔμαθεν, ἤγουν τὴν ἀνὰ φαιδίμῳ ὤμῳ θέσιν τοῦ ἐρετμοῦ καὶ τὴν ἐς ἀνθρώπους πλάνην, οἳ οὐκ ἴσασι θάλασσαν, καὶ τὴν τοῦ ἐρετμοῦ εἰς ἀθηρηλοιγὸν εἰκασίαν καὶ τὴν θυτικὴν τριττύαν καὶ τὸν ἀβληχρὸν ἔξαλον ἢ ἐξ ἁλὸς θάνατον ὑπὸ γήρᾳ λιπαρῷ, ἐντεῦθεν ἀρχὴν λαλιᾶς τινὸς ἡ σοφὴ λαβοῦσα γυνὴ ἀσκεῖν ἐθέλει τὸν ἄνδρα εἰς φερεπονίαν, εἰποῦσα ὃ δὴ παντὶ ἁρμόζει παραμυθουμένῳ ἑαυτὸν εἰς τὰ μετέπειτα. φησὶ γάρ· (ῃερς. 286.) εἰ μὲν δὴ γῆράς γε θεὸς τελέῃσιν ἄρειον, ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι. καὶ οὕτω περιγίνεταί πως ἡ γυνὴ τῆς τοῦ Ὀδυσσέως συννοίας. ὁ μὲν γὰρ φιλοπευστοῦσαν πολυμαθείας χάριν καὶ ἀναβαλλομένην μὲν τέως τὴν εὐνὴν καὶ ταῦτα τοῦ Ὀδυσσέως εἰς λέκτρον ἐλθεῖν προκαλουμένου αὐτὴν, ἐθέλουσαν δὲ μαθεῖν ὃν ἐκεῖνος ἔφη ὄπισθε τελέσαι ἀμέτρητον πόνον μὴ ἂν κεχαρήσεσθαι αὐτὴν ἔφη· ἡ δὲ χαρῆναι μὲν οὐκ ἂν δύναιτο ἐπὶ τῇ ἐσαῦθις ἀποδημίᾳ τοῦ ἀνδρὸς, οὐ μὴν οὐδὲ κλαυθμὸν πάσχει, παραμυθεῖται δὲ τὸν ἄνδρα ἐπὶ ὑπαλύξει κακῶν ἐξ αὐτοῦ ἐκείνου λαβοῦσα, ὡς ἐῤῥέθη, τὴν τῆς ἐννοίας ταύτης ἀρχὴν, φιλοσόφως μεταχειρισαμένη τὸ νόημα· εἰ γὰρ λιπαρόν, φησιν, ἔσται γῆρας, οὐκ ἄρα προηγήσεται καὶ εἰσέτι χρονία κάκωσις· ποῦ γὰρ λιπαρὸν γῆρας, οὗ προηγεῖται ἡ ἐκθλίψεως πολλὴ τηκεδών; σημείωσαι δὲ ὡς ἡρμήνευσεν ὁ ποιητὴς ἐν τούτοις ταυτὸν εἶναι γῆρας εἰπεῖν λιπαρὸν καὶ ἄρειον, καὶ ὅτι καταμόνας καὶ τὰ τοιαῦτα ἡ γυνὴ αὕτη καὶ ὁ ἀνὴρ διομιλοῦνται ἀλλήλοις τῶν σπουδαιοτέρων αὐτοῖς γινόμενοι. Τηλέμαχος μέντοι καὶ οἱ λοιποὶ περὶ μολπὴν ἔτι καὶ ὄρχησιν ἔχουσιν· ὅτε δὲ (ῃερς. 296.) ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκωνται οἱ δεσπόται, τότε δὴ παύσαντες ὀρχηθμοῖο πόδας εὐνάζοντο καὶ αὐτοί. Ἰστέον δὲ ὅτι κατὰ τὴν τῶν παλαιῶν ἱστορίαν Ἀρίσταρχος καὶ Ἀριστοφάνης, οἱ κορυφαῖοιτῶν τότε γραμματικῶν, εἰς τὸ, ὡς ἐῤῥέθη, ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο, περατοῦσι τὴν Ὀδύσσειαν, τὰ ἐφεξῆς ἕως τέλους τοῦ βιβλίου νοθεύοντες. οἱ δὲ τοιοῦτοι πολλὰ τῶν καιριωτάτων περικόπτουσιν, ὥς φασιν οἱ αὐτοῖς ἀντιπίπτοντες, οἷον τὴν εὐθὺς ἐφεξῆς τῶν φθασάντων ῥητορικὴν ἀνακεφαλαίωσιν καὶ τὴν τῆς ὅλης ὡς εἰπεῖν Ὀδυσσείας ἐπιτομὴν, εἶτα καὶ τὸν ὕστερον ἀναγνωρισμὸν Ὀδυσσέως τὸν πρὸς τὸν Λαέρτην καὶ τὰ ἐκεῖ θαυμασίως πλαττόμενα καὶ ἄλλα οὐκ ὀλίγα. εἰ δὲ διότι πολλὰ εὐανασκεύαστα ἐν τῇ ἀρχῇ τῆς ἐφεξῆς ῥαψῳδίας πεποίηνται, διατοῦτο ἐνταῦθα τὴν Ὀδύσσειαν ἀποτερματίζουσιν, ἔστιν αὐτοῖς στενῶσαι καὶ συσφίγξαι καὶ οἷον σφηκῶσαι τὴν ὅλην ποίησιν ταύτην ἀφελομένους ἐκ μέσου τοῦ βιβλίου καὶ ὅσα ὁμοίως μυθικὰ καὶ οὐ πιθανὰ ἐν Φαιακίᾳ ἐλαλήθησαν. εἴποι ἂν οὖν τις, ὅτι Ἀρίσταρχος καὶ Ἀριστοφάνης οἱ ῥηθέντες οὐ τὸ βιβλίον τῆς Ὀδυςσείας, ἀλλὰ ἴσως τὰ καίρια ταύτης ἐνταῦθα συντετελέσθαι φασίν. (ῃερς. 302. σθθ.) Ὅτι ἀνακεφαλαιώσεως ἐν τῇ εὐνῇ γινομένης τῶν τε κατὰ τὸν Ὀδυσσέα καὶ τῶν κατὰ τὴν γυναῖκα, εἰς αὐτὴν μὲν τρεῖς μόνους δαπανᾷ στίχους ὁ ποιητὴς εἰπὼν, ὡς εἶπεν ἡ γυνὴ ὅσα ἐν μεγάροις ἀνέσχετο ἀνδρῶν μνηστήρων ἐσορῶσα ἀΐδηλον ὅμιλον, οἳ αὐτῆς εἵνεκα πολλὰ βόας καὶ ἴφια μῆλα ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος. ἅ περ φραστικὰ δαπάνης ἀκαίρου εἰσίν. εἰς μέντοι τὸν πολυπαθῆ Ὀδυσσέα πλείους προφέρει στίχους· ὁ μὲν γὰρ ἔλεγεν ὅσα κήδεα ἔθηκεν ἀνθρώποις, ὅσα τε αὐτὸς ἐμόγησε μετὰ τὸν ἐκ Τροίας ἀπόπλουν· τῶν γὰρ περὶ Τροίαν οὐδεὶς οὐδόλως αὐτῷ λόγος. ἡ γυνὴ δὲ ἄρα τέρπετ' ἀκούσασα, οὐδέ οἱ ὕπνος πίπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα. ἐξέκρουε γὰρ ἡ ἐν λόγοις μελιχρότης τὸ τοῦ ὕπνου γλυκύ. ἀρξάμενος οὖν ἐκ τῶν Κικόνων, ἀφ' ὧν καὶ ἡ κατὰ φύσιν τῆς Ὀδυσσείας ἀρχὴ, ἀνακεφαλαιοῦται τὴν ὅλην πλάνην ἐν ἔπεσιν ἑνὶ πρὸς τοῖς τριάκοντα (ῃερς. 310–

Intertext edge

Open linked passage

Note