Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
215.1.1
) τὸ δὲ αἴ κέ ποθι θεὸς δῴη τόνδε ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι, καιροῦ ἐπικινδύνου δηλωτικόν. (ῃερς. 219.) τὸ δὲ τούτου μὲν καπνοῦ καὶ κύματος καὶ ἑξῆς δύναται παρῳδηθῆναι, ὅτε ἐστὶ συμβουλὴ περὶ τοῦ ἔλαττόν τι κακὸν ἀνθελέσθαι μείζονος. ἔνθα σημείωσαι, ὅτι τε καπνὸς οὗτος οὐχ' ἡδὺς τῷ Ὀδυσσεῖ κατὰ τὸν ἐν τῇ ˉα ῥαψῳδίᾳ, ὃν ἐκθρώσκοντα ἧς γαίης ἰδεῖν ἵετο, καὶ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ τοῦδε τόπου παρείλκυσται καὶ τὸ, ἐκ καπνοῦ καταθεῖναι ὅπλα ἢ ἄλλο τι, ἀλλοῖον ὂν αὐτὸ παρὰ τὸ, ὑπὲρ καπνοῦ τὸ πηδάλιον. καὶ ὅτι πολλαχοῦ σημεῖον πραγμάτων ὑποκειμένων τινῶν ὁ καπνὸς εἴληπται παρὰ τῷ ποιητῇ, ὡς καὶ ἐν τοῖς κατὰ Κίρκην. καὶ ὅτι δὲ παραβολὴν ἐν Ἰλιάδι ἀπὸ νησιωτικοῦ λαμβάνει καπνοῦ. καὶ ὅτι οὐ πᾶς καπνὸς ἀηδὴς ἀλλ' εἰσὶν οἳ χαρὰν ὑποκινοῦσι. καὶ εἶεν ἂν τοιοῦτοι οὐ μόνον οἱ ἐξ ἀρωματικῶν ξύλων καί τινων τοιούτων, ἀλλὰ καὶ οἱ σημαίνοντες τὰ πρὸς ἡδονὴν, ὡς ὁ εἰρημένος τῆς ˉα ῥαψῳδίας καὶ ὁ τὸν παρὰ τῇ κωμῳδίᾳ καπνοσφράντην συντιθεὶς, ὁ μὴ κατὰ τὸν κωμικὸν ἐκπέμπων τῆς οἰκίας, ἀλλ' εἰσάγων τοὺς φιληδοῦντας βίῳ παρασιτικῷ, οἳ καὶ αὐτοὶ λέγοιεν ἂν ἐθέλειν καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι οἰκίας πλουσίου εἰλαπιναστοῦ. Ἡδὺς δὲ καπνὸς τοῖς πάλαι δεισιδαίμοσι καὶ ὁ θυτικὸς, ἀφ' οὗ ἐν Ἰλιάδι ἐῤῥέθη τὸ, κάπνισάν τε κατὰ κλισίας καὶ δόρπον ἕλοντο, καθὰ καὶ ἐκεῖ ἐξηγήθη. τοῖς δέ τε φευκτέοις καπνοῖς ἐναριθμητέον καὶ τὸν κωμικευόμενον ἀπὸ σύκων εἶναι καὶ αἰνιττόμενον τὸν συκοφάντην, ὃς οὐ βλέφαρα δάκνων λυπεῖ ἀλλὰ ψυχὴν αὐτήν. καὶ ὧδε μὲν ταῦτα. (ῃερς. 208.) Ὅρα δὲ καὶ ὅτι ἀρξάμενος καὶ νῦν ἀπὸ τοῦ γˉαρ μετὰ πέντε στίχους τὸ τῆς ἐννοίας ἀποδίδωσι κρέμασμα ἐν τῷ, (ῃερς. 213.) νῦν δ' ἄγετε, ὃ ταυτόν ἐστι τῷ, ἀλλ' ἄγετε, ὃ δὴ σύνηθες Ὁμήρῳ, καθὰ καὶ πρὸ ὀλίγων δεδήλωται. Ἐν δὲ τῷ, ὦ φίλοι, λείπει τὸ εἰπὼν, συνεπιτροχασθέντος τοῦ λόγου τῷ, τε καιρῷ καὶ τῇ τοῦ λαλοῦντος Ὀδυσσέως σπουδῇ. πάντως γὰρ τὸ ἐντελὲς οὕτως· ὤτρυνεν ἑταίρους εἰπὼν ὦ φίλοι. (ῃερς. 212.) οὕτω δὲ καὶ ἐν τῷ, τῶνδε μνήσεσθαι ὀΐω, λείπει τὸ ὑμᾶς. (ῃερς. 209.) Τὸ δὲ μεῖζον ἔπι κακὸν, τινὰ μὲν ἀντίγραφα κατὰ ῥῆμα προσφέρουσιν, ἵνα λέγῃ, ὡς μεῖζον ἀμφέπει κακόν· τινὰ δὲ πρόθεσιν ἔχει ἔπι ἀντὶ τοῦ ἔπεστι. (ῃερς. 210.) Τὸ δὲ κρατερῇφι βίῃφι, σύγκρισιν ὑπολαλεῖ βίας καὶ φρονήσεως, οἱονεὶ λέγοντος Ὀδυσσέως, ὅτι Κύκλωψ μὲν βίαν εἶχε καθ' ἡμῶν, ἐγὼ δὲ νόῳ περιεγενόμην. (ῃερς. 211.) Ἀρετὴν δὲ καὶ νῦν τὴν ἀνδρίαν εἶπεν Ὀδυσσεὺς, ἐπιμαρτυρούμενος ἑαυτῷ καὶ ἀνδρείῳ εἶναι καὶ συνετῷ. Ἰστέον δὲ ὅτι ἔχει τι ὅμοιον τὸ κατὰ τὴν Σκύλλαν πρὸς τὸ τοῦ Κύκλωπος, ἐπεὶ καὶ ἐκεῖ καὶ ὧδε ἀπὸ σπηλαίου τὸ κακόν. καὶ φίλοι δὲ ὥς περ ἐκεῖ, οὕτω καὶ ἐνταῦθα ἓξ ἀπόλλυνται. (ῃερς. 214.) Ῥηγμῖνα δὲ βαθεῖαν ἁλὸς τὴν ἐπιφάνειαν τῆς θαλάσσης νῦν λέγει, ἤ τοι τὸ ἐπιπολάζον, παρὰ τὸ ῥήγνυσθαι κώπαις, ἢ ἐπεὶ κύματα ῥήγνυνται καὶ ἐκεῖ. διαστέλλεται δὲ αὕτη τῆς κατὰ τοὺς αἰγιαλοὺς κατὰ τὸ βαθύ. αὕτη μὲν γὰρ βαθεῖα, ἐκείνη δὲ ἢ ἀβαθὴς ἢ ἀγχιβαθής. (ῃερς. 217.) Τὸ δὲ ἐν θυμῷ βάλλευ, περιφραστικῶς ἀντὶ τοῦ, ἐνθυμοῦ. παθητικῶς δὲ εἶπε βάλλεο, οὐχὶ βάλλε. Οἰήϊα δὲ τίνα εἰσὶν, ἤδη προδεδήλωται. (ῃερς. 225.) Ὅτι τὸ, ἐντὸς πυκάζοιεν σφέας αὐτοὺς, ἀντὶ τοῦ κρύπτοιεν, σκέπτοιεν. (ῃερς. 227.) Ὅτι ὥς περ ἐν Ἰλιάδι ἐν τῷ, ἢ λάθετ' ἢ οὐκ ἐνόησε, λήθην λέγει τὴν ἑκούσιον ἀμέλειαν, οὕτω καὶ νῦν φησὶν Ὀδυσσεὺς τὸ, (ῃερς. 226.) Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς λανθανόμην, ἤγουν ἑκὼν ἠμέλουν. ἔστι δὲ ἐφημοσύνη ἡ ἐντολὴ, ὥς περ αὖ μεγηθοσύνη ἡ ἀμέλεια. (ῃερς.
215.1.2
) Τὸ δὲ ἔκ τ' ὀνόμαζεν, ὅτι ταυτόν ἐστι τῷ ἔφατο, ἀριδηλότατα καὶ ἐνταῦθα δηλοῦται ἐν τῷ, ἔπος ἔφατ' ἔκ τ' ὀνόμαζεν, ἔκπαγλον. εἰ δὲ ἦν ἐξονομάζειν τὸ καλεῖν ἐξ ὀνόματος, ἐπήγετο ἂν εἰ καὶ μὴ κλητικὴ, ἀλλ' οὖν ἑτέρα τις πτῶσις ἐπὶ τῷ φαινομένῳ πτωχῷ. νῦν δὲ μετὰ τὸ ἔκ τ' ὀνόμαζε, κεῖται τὸ, κακὸς κακὸν ἠγηλάζει. (ῃερς. 217.) Τὸ δὲ μάλα πάγχυ, Ἀττικόν ἐστιν, ὡς καὶ τὸ λίαν πάνυ, καὶ τὸ τυχὸν ἴσως, καὶ παρ' Ἡσιόδῳ τὸ, νόσφιν ἄτερ κακῶν. Τὸ δὲ κακὸς γενικῶς ἐνταῦθα κεῖται, δηλοῦν καὶ τὸν ἀγεννῆ καὶ τὸν δειλὸν καὶ τὸν μὴ ἀρετῶντα καὶ ὅλως τὸν οὐδὲν ὑγιὲς ἔχοντα. ἐκ τούτου δὲ Κάκκος βαρυτόνως πρὸς διαστολὴν λῃστὴς παλαιὸς, ὃς Ἡρακλεῖ κατὰ τῶν Γηρυόνου βοῶν ἐπιβουλεύσας ἐκακώθη πρὸς θάνατον. Τὸ δὲ ἡγηλάζει δασυνόμενον μέν, καθά που καὶ πρὸ τούτων ἐγράφη, τὸ προηγεῖσθαι δηλοῖ· ψιλούμενον δὲ ἀντὶ τοῦ ἄγει κεῖται, ἵνα λέγῃ, ὅτι ὁ κακὸς Εὔμαιος τὸν κακὸν ξένον ἄγει· ὅ περ ἔοικε πρὸς τὸ, τὸν ὁμοῖον ἄγει θεὸς, καὶ τὸ, τόνδε τὸν μολοβρὸν ἄγεις. (ῃερς. 218.) ὁ δὲ ὁμοῖος ἀναλόγως προπερισπᾶται ἐκ τοῦὁμὸς, κατὰ τὸ, παντὸς παντοῖος, ἄλλος ἀλλοῖος καὶ τὰ ὅμοια· τὸ μέντοι ὅμοιος ὕστερον οἱ Ἀττικοὶ παρώξυναν. (ῃερς. 219.) Μολοβρὸς δὲ ὁ ἀγύρτης καὶ μολῶν αὐτὸς εἰς βοράν· ὁποῖος καὶ ὁ γαστέρι μάργῃ διαπρέπων ἐν τοῖς ἑξῆς, οὗ περ οὐκ ἀπέοικε κείμενον παρὰ τῷ δειπνοσοφιστῇ τὸ, Ἡρακλῆς καὶ τὰ κάλα καὶ τοὺς ἄνθρακας κατέπινεν. Ἰστέον δὲ ὅτι μολοβρὸς καὶ παράγωγον αὐτοῦ μολοβρίτης δοκεῖ καὶ ἐπὶ συὸς λέγεσθαι. Ἀριστοφάνης γοῦν ὁ γραμματικὸς ἐν τῷ περὶ ὀνομασίας ἡλικιῶν εἰπὼν ὅτι τῶν ἀγρίων ὑῶν τὰ νέα οἱ μὲν κολόβρια, οἱ δὲ μολόβρια καλοῦσιν, ἐπάγει ὡς καὶ Ἱππώναξ τὸν ἴδιον υἱὸν μολοβρίτην που λέγει ἐν τῷ, κρέας ἐκ μολοβρίτου συός. τάχα δ' ἄν, φησιν, ἐγγίζοι τούτῳ καὶ ὁ ἐν τῇ Ὀδυσσείᾳ εἴτε μολοβρὸς εἴτε μολαβρὸς, ὅν, φησι, Νεοπτόλεμος ἀναπτύσσων μολοβρὸν εἶπε τὸν ἐπὶ τὴν βορὰν ἐρχόμενον, ὃς εἴη ἂν πάντως καὶ ἀσυνθέτως βορὸς, ὁποίους πολλοὺς παραδιδοῦσα ἡ παλαιὰ ἱστορία συντάττει ἐκείνοις καὶ τοὺς κυνικοὺς, λέγουσα ὡς κακολόγοι εἰσὶ καὶ βοροὶ καὶ ἄνοικοι καὶ ἀνέστιοι. ἔνθα ὅρα τὸ ἄνοικοι ῥηθὲν σὺν τῷ ˉν καθ' ὁμοιότητα τοῦ ἀνέστιοι. εἶεν δ' ἂν βοροί τινες καὶ οἱ ὀψοφάγοι· ὧν προλάμπει Φιλόξενος ὁ κατ' εὐχὴν δουλιχόδειρος, οὐ γεράνου τράχηλον ἁπλῶς εὐξάμενος εὐτυχῆσαι, ἀλλὰ τριῶν λάρυγγα πήχεων, ὅπως φησὶ καταπίνω πλεῖστον ὅτι χρόνον. Ἰστέον δὲ καὶ ὅτι μολοβρὸς παρά τισιν ὁ μονοβρὸς, ὅ πέρ ἐστι μονοφάγος, τροπῇ συνήθει τοῦ ˉν εἰς ˉλ. ἡ βορὰ δὲ τοῦτον παράγει, οὐ μὴν τὸ βρῶ βρώσω κατὰ τὸ, θηγάνη σιδηροβρώς. Ἀμέγαρτος δὲ συβώτης ὁ εὐτελὴς καὶ ἄζηλος, ᾧ οὐκ ἄν τίς, φασι, φθονήσοι τοῦ συβωτεῖν. διὸ προϊὼν ἐρεῖ· ὦ ἀρίγνωτε συβῶτα, ἤγουν ὃν πάντες συβώτην οἴδασιν, ἢ, οὗ τὸ σεμνὸν γνώρισμα, τὸ συβώτην εἶναι, ἢ καὶ ἄλλως, ἀμέγαρτος συβώτης ὁ ἀχρεῖος καὶ διὰ τὴν ἀτεχνίαν ἀφθόνητος. (ῃερς. 220.) Τὸ δὲ ἀνιηρὸν ἐπίτασις κακίας, εἴ περ πτωχὸς ὢν μὴ ἐλεεῖται, ἀλλὰ καὶ ἀνιᾷ. Δαιτῶν δὲ ἀπολυμαντὴρ ὁ τὰς δαῖτας διὰ λαιμαργίαν λυμαινόμενος, ἢ τὰ τῶν δαιτῶν λύματα, ὅ ἐστι καθάρματα, οἷον ψιχία καὶ εἴ τι τοιοῦτον, ἀποφερόμενος· ὁποῖος καὶ ὁ ἀκόλους αἰτίζων, ὡς μετ' ὀλίγα ῥηθήσεται. καὶ ἄλλως δὲ εἰπεῖν, δαιτῶν ἀπολυμαντὴρ ὁ τὰ λύματα τῶν δαιτῶν διὰ σπόγγου αἴρων, ἢ δίκην σπόγγου. εἰς δὲ τὸν τοιοῦτον Ὁμηρικὸν τόπον παρασημαντέον εἰς ἔνδειξιν ἀπαραμίλλου Ὁμηρικῆς δεξιότητος τῶν Ἀθηναίου ταῦτα, ῥηθέντα κατά τινων πρὸς ὁμοιότητα τῶν ἐκ Μελανθίου πρὸς Ὀδυσσέα, οἷον, χωλὸς στιγματίας πολυγήραος ἶσος ἀλήτῃ ἦλθε κνισσοκόλαξ ἄκλητος, ζωμοῦ κεχρημένος. καὶ πάλιν· ἡδέως ἂν χόνδρου φάγοι τῶν ὀστρακίδων καὶ τῶν κοκάλων ἅλις ἔχοντας. ταῦτα καὶ ὅσα τοιαῦτα καλὰ μὲν κατὰ ὀψοφάγων, οὐ καλλίω δὲ τῶν Ὁμήρου, ὥς περ οὐδὲ τὸ, ὀψοφάγος εἶ καὶ κλισσολοιχός· ὃ πρὸς ὁμοιότητα εἴρηταί τινα τοῦ παρὰ τῷ Ἀριστοφάνει ματιολοιχοῦ. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ κοκάλων, κοινὸν μὲν ὂν τῇ χρήσει, κείμενον δὲ ἰδοὺ καὶ παρὰ σοφοῖς παλαιοῖς. ζήτει δὲ πῶς ἡ τῆς λέξεως ταύτης ἄρχουσα οὐκ ἐκ τείνεται κατὰ τὴν τοῦ Κρητὸς Κωκάλου, οὗ περ αἱ θυγατέρες τὸν περιᾳδόμενον Δαίδαλον ὤλεσαν. (ῃερς. 221.) Τὸ δὲ φλιῇσι παραστὰς φλίψεται ὤμους ἢ θλίψεται, διχῶς γὰρ ἡ γραφὴ, περίφρασίς ἐστι τοῦ θλιβήσεται, ἐπεί περ οἱ πτωχοὶ προστριβόμενοι φλιαῖς καὶ προσκλινόμενοι ἢ καὶ ἐπ' αὐτῶν βιαίως ἑλκόμενοι θλίβονται τοὺς ὤμους· ὁποῖόν τι δηλοῖ καὶ τὸ θύρας ἐκτρίβειν. ἴσως δὲ καὶ παρετυμολογεῖ τὴν φλιὰν, εἰπὼν φλιαῖς φλίψεται. ἡ δὲ λέξις Αἰολικὴ, ὡς τὸ φηρσὶ, καὶ τὸ φλᾶν· αὐτὸ μέντοι καὶ Ἀττικόν ἐστιν. (ῃερς. 222.) Ἄκολοι δὲ οἱ σμικρότατοι καὶ ψιχιώδεις ψωμοὶ, εἴτουν πύρνα· ταυτὸν γὰρ πύρνον εἰπεῖν καὶ ψωμὸν κατὰ τὸν παραφράσαντα· οὓς οὐκ ἄν τις ἔχοι κολούειν ἤτοι κολοβοῦν, σμικροτάτους ὄντας. παλαιὸς δέ τις καὶ οὕτω φράζει· ἄκολος, μικρὸς ψωμὸς, μηκέτι κολούεσθαι δυνάμενος καὶ εἰς μικρὰ τέμνεσθαι. τοιαῦτα δέ τινα καὶ τὰ παρὰ τῷ Παυσανίᾳ ψώθια, ἅ περ ὑπερόπτων ἄρτων εἰσὶ θραύσματα ἢ τὰ ὑποκάτω τοῦ ἄρτου. τὰ δὲ τοιαῦτα ψώθια καὶ ἀτταράγους ἐκάλουν τινές. τούτων δὲ ἁδρότερον ὁ βλωμός. ἴσως δὲ ἀκολέῳ ἔοικε καὶ ὁ ἔγκαφος, ὃν ψωμὸν ἤγουν ἄρτου κόμματα οἱ παλαιοὶ ἑρμηνεύουσιν ἀπὸ τοῦ ἐγκάψαι, ὡς Εὔπολις· οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδ' ἔγκαφος. χρῆσις δὲ τοῦ ἐγκάψαι, ὅ ἐστι φαγεῖν, καὶ ἰδιωτικῶς εἰπεῖν, χάψαι, καὶ παρὰ τῷ κωμικῷ. ἡ δὲ λέξις, ἀφ' ἧς οἱ ἄκολοι γίνονται, παράγει καὶ τὸ κολόκυμα τὸ κωφὸν κῦμα, ὃ καὶ κόλον κῦμα διαλελυμένως λέγεται. ἐκεῖθεν δὲ καὶ κόλαφος παρὰ Ἐπιχάρμῳ. καὶ τὸ ἐκολάφισαν ἐντεῦθεν Παυσανίας φησίν. Ἀττικοὶ δὲ τὸν κόλαφον κόνδυλον φασὶ διὰ τοῦ ˉδ, κόντυλος μέντοι εἶδος ὀρνέου. εἰ δὲ καὶ κόλον τροφὴν οἱ παλαιοί φασιν, ὅθεν ὁ βουκόλος, καὶ κοιλίαν τὴν τῆς τροφῆς δεκτικὴν, εἴη ἂν ἐντεῦθενκαὶ ἄκολος ψωμὸς ὁ ὀλιγοτρόφος. Ἰστέον δὲ πρὸς τοῖς εἰρημένοις καὶ ὡς εἰ μὲν στερητικόν ἐστι τὸ ˉα ἐν τῷ ἀκόλους ἤγουν μὴ κολουομένους, ὡς προσεχῶς ἐγράφη, εἴη ἂν ἴσως μεῖζόν τι ὁ κόλλαβος, βλωμίδιόν τι κολούεσθαι δυνάμενον αὐτὸς ὢν, καθὰ δῆλον καὶ ἐκ τοῦ ἐνεκολάβισεν, ἤγουν δίκην κολλάβου κατέπιεν. εἰ δ' ἴσως πλεονασμῷ τοῦ ˉα γίνεται ἄκολοι, ἔχει τις εἰπεῖν, ὡς ταυτὸν δύνανται αὐτοῖς καὶ οἱ κόλλαβοι, περὶ ὧν ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεται, ὅτι δοκοῦσιν οἱ Κίλικες, ἴσως μὲν οἱ Ὁμηρικοὶ, ἴσως δὲ ἕτεροι, οὐκ ἀγαθοῖς ἄρτοις χρῆσθαι. διὸ καὶ οἱ Κιλίκιοι ἄρτοι οὐκ ἔπαινον εἶχον, οἱ αὐτοὶ τοῖς κολλάβοις ὄντες. Πλάτων γοῦν ὁ κωμικὸς τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς καὶ, ὡς Ἄλεξις λέγει, φαιοὺς, Κιλικίους ὀνομάζει, λέγων· ἄρτους ἧκε πριάμενος μὴ τῶν καθαρύλλων ἀλλὰ μεγάλους Κιλικίους. ἐν τούτοις δὲ ὅρα τὸ καθαρύλλων ὑποκορισθὲν καὶ ῥηθὲν ἀντὶ τοῦ καθαρῶν. ἔτι δὲ καὶ τὸ μεγάλους, ὃ κωλύει ψωμίσκους τοὺς κολλάβους νοεῖν. Ἔτι ἰστέον καὶ ὅτι ἐκ τοῦ, ὡς ἐῤῥέθη κόλον ἡ τροφὴ, βούλονταί τινες καὶ τὸν κόλακα εἶναι· οὗ σύνθετον ψωμοκόλαξ, ὡς καὶ ψωμοκόλαφος δραπέτης. ἐκεῖθεν δέ, φασι, καὶ δύσκολος ὁ δυσάρεστος καὶ σικχός. εὕρηται δὲ καὶ ἡ ἁπλῶς τροφὴ ἄκολος λεγομένη, ὡς δηλοῖ Ἀθήναιος, ἔνθα λέγει, ὅτι σκώπτοντες οἱ παλαιοὶ τοὺς ἀλλαχόθι δηλωθέντας δεικηλιστὰς ὡς τὰ πολλὰ ἰδίως ὀνομάζοντας, προφέρουσι λέξεις ἐκείνων τοιαύτας· τὴν σηπίαν ὀπισθοτίλαν λέγουσι, τὸν ἀλεκτρύονα ὀρτάλιχον, τὸν ἰατρὸν σάκταν, βλέφυραν τὴν γέφυραν, τῦκα τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δὲ ἄκολον· ἔστι δ' ἐν τούτοις ἔνθεσις μὲν ἡ τροφή· κωτιλὰς δὲ ἡ ὡς εἰπεῖν στωμύλη, καὶ καθ' Ἡσίοδον εἰπεῖν αἱμύλη κωτίλλειν, σάκτας δὲ ὁ ὡς οἷον φορτωτὴς παρὰ τὸ σάττω· καὶ ἔστι χρῆσις σάκτου καὶ παρὰ τῷ κωμικῷ· ὀπισθοτίλα δὲ ἡ ὀπίσω τιλῶσα τὸν παρ' αὐτῇ θολόν. ἄορας δὲ τὰς γυναῖκας λέγει παρὰ τὸ ἀείρω τὸ συζευγνύω, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ ἐν τῷ, ἀμυνέμεν ὤρεσι, τουτέστι ταῖς γυναιξίν. ἄορ γὰρ, ἐκ τοῦ ἀείρω τὸ συζευγνύω, γενικὴ, ἄορος, καὶ πληθυντικὴ αἰτιατικὴ ἄορας, μετατεθεῖσα δὲ ἡ ἄορ ἐποίησε τὸ, ὄαρ ὄαρος, ὅθεν ὀαρίζειν καὶ ὀαριστής. ἕτεροι δὲ ἄορα γράφουσι χωρὶς τοῦ σίγμα, ἤγουν ξίφη, ὡς ἂν λέγῃ κατὰ μὲν τὴν πρώτην γραφὴν, ὅτι αἰτῶν οὐ μεγάλα τινὰ, οἷον γυναῖκας δμωὰς ἢ λέβητας, ὁποῖα τοῖς μεγάλοις ἀξίοις δίδονται, ἀλλὰ ἀκόλους τοὺς ῥηθέντας. κατὰ δὲ τὴν δευτέραν γραφὴν αἰτῶν οὐ ξίφη καὶ τάδε τινὰ τιμῆς ἄξια, ψωμοὺς δὲ βραχεῖς τινάς. καὶ ἔστι κἀνταῦθα προσφυὲς Ἐρετριέως Ἀχαιοῦ τὸ, πινῶντι δ' ἀνδρὶ μάζα τιμιωτέρα χρυσοῦ τε καὶ ἐλέφαντος. (ῃερς. 224.) Σηκοκόρος δὲ, ὡς νεωκόρος. σηκὸς δὲ ἡ μάνδρα τὸ παλαιὸν, παρὰ τὸ στήκω στηκὸς καὶ σηκός· ὅθεν καὶ σταθμοὶ αἱ τῶν ζῴων ἐπαύλεις. οἱ δὲ ὕστερον καὶ ἐπὶ ναοῦ ἔθεντο τὴν λέξιν, μὴ ἀπαξιώσαντες τοὔνομα, διὰ τὸ ἐν βωμῷ τοιαῦτα ζῷα ἐπὶ θυσίᾳ ἵστασθαι. Θαλλὸς δὲ ἢ πᾶν, φασὶ, τὸ ἐκ γῆς φυόμενον, ἢ φυλλὰς, ἢ κλάδος δένδρου. Ἀττικοὶ δὲ, ὥς που καὶ προεγράφη, ἐπὶ μόνης ἐλαίας τὴν λέξιν ἰδιάζουσιν. ἐρίφοις δὲ μάλιστα δοκεῖ δρέπεσθαι ὁ θαλλὸς, φίλος ὢν καὶ ταῖς τελείαις αἰξίν· ἐξ οὗ θαλλοῦ ἡ παλαιὰ λογιότης ὡρμημένη ἔσκωψε τοιοῦτόν τι. ἑταίρα, φασὶν, ἐπιφανὴς Νικὼ ἐπεκαλεῖτο αἲξ, διότι τὸν μέγαν ἐραστήν ποτε κατέφαγε Θαλλὸν τὸν κάπηλον. ἐκείνης δὲ καὶ λόγος ἀστεῖος φέρεται οὗτος. Πύθωνός τινος αὐτὴν μὲν ἀπολιπόντος, ἑτέραν δὲ παχεῖαν ἀναλαβόντος, εἶτα μεταπεμπομένου αὐτὴν, ἔφη, ὡς ὁ Πύθων, ἐπεὶ ἤδη τῶν ὑῶν ἐγένετο διάμεστος, ἐπὶ τὴν αἶγ' οἷος ἐστὶν ἀνακάμπτειν πάλιν. Ὅτι δὲ ὁ Ἀττικὸς θαλλὸς ἐξαίρετος ἦν, ἀφ' οὗ στέφανος Ἀθήνῃσι τοῖς νικηταῖς ἦν, ἡ ἱστορία καὶ αὐτὸ δηλοῖ. ἐκ δὲ τοῦ θαλλοῦ καὶ θαλλοφόρος παροιμιακῶς ὁ μηδὲν χρήσιμος ἀλλ' ἢ βοσκήμασι θαλλὸν παραβάλλειν. Τοῦ δὲ φορῆναι, ὅ ἐστι φορεῖν ἤτοι φέρειν, φοραίνω τὸ θέμα, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ φόρημι, ὁμοίως τῷ κίχημι κιχῆναι, περὶ οὗ πρὸ ὀλίγων εἴρηται. (ῃερς. 225.) Ὀρὸς δὲ καὶ νῦν τὸ ὑπολειπόμενον ὑδατῶδες ἐν τῇ πήξει τοῦ γάλατος. καὶ ἄλλως δὲ εἰπεῖν κατὰ τοὺς παλαιοὺς, ὑδατώδης καὶ ἐφθαρμένη ὑποστάθμη γάλατος· δι' ἑνὸς δὲ ˉρ καὶ νῦν γράφεται. ὀροῦ δὲ ἀξιοῖ τὸν Ὀδυσσέα ὁ Μελάνθιος, ὡς μὴ δικαιῶν αὐτὸν πίνειν γάλατος. καὶ ἄλλως δὲ ἀγροτικὸν τὸ πόμα, ὡς καὶ ὁ Κύκλωψ ἐδήλωσεν. Ἐπιγουνὶς δὲ ὁ ἀνωτέρω τοῦ γόνατος τόπος, ὃν καὶ μύλην φασί τινες. χρῆσις δὲ ταύτης καὶ ἐν τῷ, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει, τουτέστιν εὐσαρκίαν, εὐεξίαν, ὡς ἐκ μέρους τὸ πᾶν δηλοῦσθαι. (ῃερς. 226.) Τὸ δὲ ἔργα κάκ' ἔμαθε, διπλάζει τὸ μῦ ἐν τῷ ἔμμαθε κατὰ τοὺς παλαιούς. δηλοῖ δὲ ἡ ἐνταῦθα ἔννοια, ὡς καθὰ ὁ ἀγαθὸς οὐ ῥᾷον ἀλλοιοῦται, ἐπεὶ μάθεν ἔμμεναι ἐσθλὸς, οὕτως οὐδὲ ὁ φαῦλος, ἐπεὶ ἔργα κάκ' ἔμαθε. δυσαπόβλητοι γὰρ, ἔστι δ' ὅτε καὶ ἀναπόβλητοι, ὥς περ αἱ ἀγαθαὶ ἕξεις, οὕτω δὴ καὶ αἱ φαῦλαι. (ῃερς. 227.) Ὅρα δὲ ὅτι ἔργον ἐποίχεσθαι λέγει ἁπλῶς, τὸ ἀγαθὸν δηλαδή. ὡς τό γε μὴ τοιοῦτον οὐκ ἂν δίχα προσθήκης ἔργον λέγοιτ' ἂν, ἀλλὰ δηλονότι κακὸν ἔργον. διὸ καὶ παρ' Ἡσιόδῳ τὸ, ἔργον δ' οὐδὲν ὄνειδος, ἐπ' ἀγαθοῦ νοητέον, ἀκολούθως τῷ σοφῷ Σωκράτῃ, ὃς ἔχαιρε τῇ τοιαύτῃ τοῦ Ἡσιόδου γνώμῃ καὶ θαμὰ ἐξελάλει αὐτήν· εἰ καὶ οἱ κατήγοροι πονηροδιδάσκαλον ἐντεῦθεν αὐτὸν ἔσκωψαν, ὡς μηδενὸς ἔργου ἀπείργοντα τοὺς μαθητὰς, μήτε ἀγαθοῦ, φασὶ, μήτε κακοῦ. Ἰστέον δὲ ὅτι καὶ δι' ἑνὸς μῦ γραφὲν τὸ ἔμαθεν ἐκτείνοι ἂν τὴν ἄρχουσαν διὰ τῆς ὀξείας κατὰ λόγον κοινῆς συλλαβῆς. Τὸ δὲ πτώσσων ἑρμηνεύων εὐθὺς αἰτίζων ἔφη. ἔστι δὲ πτώσσειν τὸ, ὡς πρὸ ὀλίγων ἔφη, πτωχεύειν. (ῃερς. 228.) Τὸ δὲ βώσκειν ὡς ἐπὶ ἀλόγου ζῴου ἔφη, σκώπτων καὶ οὕτως. Γαστὴρ δὲ ἄναλτος ἡ ἀπλήρωτος καὶ μηδέ ποτε ἅλις ἔχουσα, ἢ ἀεὶ ἐν ταπεινώσει οὖσα καὶ μὴ ἀλδαινομένη, ὅ ἐστιν αὐξομένη ἐν τῷ κορέννυσθαι. (ῃερς. 230.) Θεῖον δὲ τὸν Ὀδυσσέα ὁ Μελανθεὺς κατὰ συναρπαγὴν ἔοικε λέγειν. ἄλλως γὰρ σεμνὸν αὐτὸς οὐδὲν ὡς εἰς θεῖον ἄνδρα ἐκεῖνον ποιεῖ, μισῶν τοὺς τῷ υἱῷ Τηλεμάχῳ εὐνοοῦντας δούλους. ἴσως δὲ καὶ χρηστολογεῖ πρὸς δεῖξιν τοῦ μὴ λοίδορος εἰς τὸ πᾶν εἶναι. (ῃερς. 231.) Σφέλα δὲ ἢ βελῶν ἐντινάγματα δυνάμενα σφῆλαι, ὅ ἐστιν ἐμποδίσαι καὶ μετακινῆσαι, ἢ τὰ ἁπλῶς ὑποπόδια, παρὰ τὸ ἐσφηνῶσθαι, ὥς φασιν οἱ παλαιοί. καὶ τοῦτο οὕτω νοοῦντες φασὶ τὸ, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι βαλλόμενοι, δηλοῦν, ὅτι πολλὰ σφέλα κατὰ σκοπὸν μὲν ἀμφὶ τὸ τοῦ Ὀδυσσέως κάρη πεμπόμενα, τῇ δὲ τοῦ Ὀδυσσέως παρεκκλίσει ἐνσκήπτοντα ταῖς αὐτοῦ πλευραῖς, ἀποτρίψουσιν αἱ οὕτω πληττόμεναι πλευραί. ἀστείως δὲ ἔφρασεν ὡς τὰ σφέλα αἱ πλευραὶ ἀποτρίψουσι καὶ οὐχὶ αὐτὰ τὰς πλευρὰς, διὰ τὸ δῆθεν στερεωτέρας εἶναι τὰς πλευράς. ὡς εἴ τίς, φασιν, εἴπῃ, πολλὰς μάστιγας ὁ νῶτος κατέτριψεν. ἔτι δὲ καὶ ἄλλως ἑρμηνεύουσιν, ὅτι πολλὰ σφέλα, τουτέστιν ὑποπόδια ἢ καὶ ἁπλῶς βέλη τὰ δι' ὀστῶν ἢ ξύλων ἢ τοιούτων τινῶν, ἀμφὶ κάρη αἰρόμενα, τὸ τῶν βαλλόντων δηλαδὴ, ἀποτρίψουσιν αἱ τοῦ ξένου πλευραὶ, ὡς τῶν βαλλόντων ὑπὲρ κεφαλῆς αἴρειν εἰωθότων τὰς χεῖρας διὰ τὸ τῆς βολῆς ὑψόθεν γενναιότερον ὅτε πέμπειν εἰσβολὴν αὐτὰ μέλλοιεν. ἕτεροι δὲ ἀμφικαρῆ γράφουσιν ἐν ἑνὶ μέρει λόγου καὶ περισπωμένως, ἵνα ᾖ σφέλα, τουτέστιν ὑποπόδια ἀμφικαρῆ, τὰ ἀμφικέφαλα, ὡς οἷον κεφαλὰς ἀμφοτέρωθεν ἔχοντα τὰς ἐν αὐτοῖς ἐξοχὰς καὶ λαβάς. οἱ δ' αὐτοὶ γράφουσι καὶ (ῃερς. 232.) πλευρὰς ἀποτρίψουσι, σαφέστερον μὲν οὕτω ποιοῦντες κατὰ πᾶσαν σύνταξιν, πλὴν ταπεινότερον καὶ μὴ ἐμφαντικῶς, ἵνα νοῇ ἡ τοιαύτη γραφὴ, ὅτι πολλὰ σφέλα ἀμφικαρῆ τρίψουσι τὰς τοῦ πτωχοῦ πλευράς. Ἰστέον δὲ ὅτι σφέλας καὶ ἐπὶ νηὸς λέγεται. φησὶ γοῦν Παυσανίας, ὅτι ἐπισφελίτης ὁ θρανίτης. σφέλας γὰρ τὸ ὑποπόδιον. ἔχει δέ, φησιν οὗτος, τὴν ἄνω ἕδραν, τὴν δευτέραν ζύγιος, τὴν τρίτην θαλάμιος, ὃ καὶ θαλάμαξ παρὰ τῷ κωμικῷ. Τὸ δὲ βαλλομένοιο ἀντὶ δοτικῆς κεῖται, ὀρθότερον βαλλομένῳ εἶναι πρὸς τὸ, πολλά οἱ σφέλα πλευρὰς ἀποτρίψουσι. πέφρασται δὲ οὕτως διά τε τὴν τῆς γενικῆς καὶ δοτικῆς συγγένειαν, καὶ διότι, ὡς καὶ ἐν ἄλλοις φαίνεται, οὐκ οἶδε σολοικισμὸν ποιεῖν γενική. (ῃερς. 233.) Τὸ δὲ λὰξ ἔνθορεν ἰσχίῳ, ἀντὶ τοῦ τῷ λήγοντι τοῦ ποδὸς μέρει τῷ πρὸς τοῖς δακτύλοις ἔκρουσε τὸ ἰσχίον πρὸς τῷ γλουτῷ, ἵνα ἡ ποιητικὴ πλάσις ἄκραν ἀπαιδευσίαν οὕτω καὶ ὡς αὐτή φησιν ἀφραδίαν κατηγορήσῃ τοῦ Μελανθέως. τὸ δὲ τοιοῦτον καὶ ῥαθαπυγίζειν λέγεται παρὰ τῷ κωμικῷ. ἔστι γάρ, φασι, ῥαθαπυγίζειν τὸ πλατεῖ ποδὶ εἰς τὴν ἰσχία ῥαπίζειν, ἴσως δὲ καὶ τὸ, ποτὶ πυγὰν ἅλλεσθαι, τοιοῦτόν τι δηλοῖ, κείμενον παρὰ τῷ κωμικῷ· εἰ καὶ ἄλλως ὡς γυμνάσματος εἶδός τι ἐκεῖνο αὐτὸ παραλαλεῖ. (ῃερς. 236.) Τὸ δὲ ἐκ θυμὸν ἕλοιτο, περίφρασίς ἐστι τοῦ φονεύσοι. Τὸ δὲ ἀμφουδὶς, οὐδὲν διαφέρει τοῦ, ἄμφ' οὖδας, πλὴν ὡς αὐτὸ ἐπίῤῥημά ἐστιν ἐκεῖθεν παραχθέν. λέγει δὲ ἀμφουδὶς ἐρεῖσαι τὸ πρὸς τῇ γῇ ῥῖψαι, καὶ ἔστι ταυτὸν τῷ πρὸς γῆν ἐλάσαι. εἰ δὲ γράφεται ἀείρας, εἴη ἂν ὁ νοῦς τοιοῦτος, ὡς ἐβουλεύσατο Ὀδυσσεὺς ἢ ἀνέλοι τὸν κακὸν, ἢ ἀείρας ἀμφουδὶς, τουτέστιν ἐκ γῆς, πρὸς γῆν αὖθις ἐλάσειε τὴν ἐκείνου κεφαλὴν, ἢ καὶ ἄλλως· ἀείρας βάλῃ τὴν κεφαλὴν πρὸς γῆν ἀμφουδὶς, κατὰ μίαν ἀμφοῖν τῶν λέξεων ἐκ παραλλήλου ἔννοιαν. (ῃερς. 238.) Τοῦ δὲ ἐπετόλμησεν ἑρμηνεία τὸ, φρεσὶ δ' ἔσχετο. καὶ ἔστι ταυτὸν τῷ, ἔτλη καὶ ἔμεινεν. (ῃερς. 239.) Ὅτι Ὀδυσσεὺς μὲν καὶ παιχθεὶς καὶ λὰξ ἐμποδηθεὶς, ὡς ἐῤῥέθη, τὸ ἰσχίον ἔτλη, μηδὲν μηδὲ εἰπὼν, οἷα διόλου τλήμων, ὁ δὲ συβώτης ὑπερπαθῶν τοῦ ξένου νείκεσσεν ἐσάντα ἰδὼν, μέγα δ' εὔξατο χεῖρας ἀνασχών· νύμφαι κρηναῖαι, κοῦραι Διὸς, περὶ ὧν καὶ ἐν ἄλλοις λέλεκται, εἴ ποτ' Ὀδυσσεὺς ὑμῖν ἐπὶ μηρία ἔκηε καλύψας πίονι δημῷ, τουτέστι λίπει, ὅ περ ὅμοιον ἔχει νοῦν τῷ, κατά σε κνίσσῃ ἐκάλυψε, δημῷ δὲ ἀρνῶν ἠδ' ἐρίφων, τοιαῦτα γὰρ νύμφαις ἐθύοντο ὡς θαλεραῖς νεαρὰ, ἔλθοι μὲν κεῖνος ἀνὴρ, ὃ κατ' ἐξοχὴν ἄρτι τὸν Ὀδυσσέα δηλοῖ, ἀγάγοι δέ ἑ θεὸς, τῷ κέ τοι, τουτέστιν οὕτως ἄν σοι, ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, ἃς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ κατὰ ἄστυ. αὐτὰρ μῆλα, τουτέστι τὰ ὑπὸ σὲ θρέμματα, τὰς αἶγας δηλαδὴ, κακοὶ φθείρουσι νομῆες. (ῃερς. 244.) Καὶ ὅρα ὅπως ὁ εὔνους Εὔμαιος αἰτιᾶται Μελανθίου τὸ αἰπόλον ὄντα, ἀγλαΐας φέρειν καὶ θέλειν ἀστικὸν εἶναι ἀεὶ, ὥς περ ἄν τις ἐξ ἀντιστρόφου ποτὲ καὶ τὸν ἀστικὸν αἰτιάσηται ἀεὶ πλανώμενον κατ' ἀγροὺς, πλάνης ἐνταῦθα νοουμένης τῆς ἔξω τῶν οἰκείων ἔργων διατριβῆς. ἡ δὲ ῥηθεῖσα τοῦ Εὐμαίου εὐχὴ ἔσται ποτὲ οἰκεία ῥηθῆναι ἐπὶ ὑπηρέτου, ὃς ἀφραίνει τοῦ δεσπότου ἀπόντος. καὶ οὕτω μὲν ὁ Εὔμαιος, πορισάμενος τὴν εὐχὴν εὐφυῶς ἀπὸ τοῦ ἱεροῦ ἄλσους, ἔνθα Μελάνθιος ἠφρονεύσατο. ὁ δὲ Μελάνθιος οὐκέτι ὡς μόνον ἀγλαὸς, ἀλλ' ὡς καὶ δεσπότης προσενεχθεὶς τῷ Εὐμαίῳ καὶ σκώψας πρῶτον, εἶτα καὶ ἀπειλησάμενος, εὔχεται καὶ αὐτὸς ὡς αὐτῷ ἐδόκει. φησὶ γοῦν· ὦ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδὼς, ὅν ποτ' ἐγὼν ἐπὶ νηὸς ἄξω τῆλε Ἰθάκης, ἵνα μοι, ὡς οἷα δοῦλος, ἀλλὰ μὴ σύνδουλος, βίοτον πολὺν ἄλφοι, τουτέστιν εὑρήσοι. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, ὡς Ὀδυσσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ. (ῃερς. 253.) Καὶ ὅρα ὡς ταχὺ ὁ κακὸς Μελάνθιος τοῦ θείου Ὀδυσσέως ἐπελάθετο. ἴσως γὰρ ὡς ἤδη τεθνεῶτι ἥρωϊ ἐκείνῳ ἐπιλέγει τὸ θεῖον. εἰ γὰρ ἐπίστατο ζῆν, ἠρᾶτο ἂν καὶ κατ' ἐκείνου. Ἰστέον δὲ ὅτι ἔστι τὸν σοφὸν Ὀδυσσέα ἐν τῇ τοῦ Μελανθίου εὐχῇ χαρῆναι, πορισάμενον μαντικῶς φήμην ὑπὲρ ἑαυτοῦ ἀγαθὴν ἐν τῷ, αἲ γὰρ Τηλέμαχον βάλοι Ἀπόλλων σήμερον, ὡς Ὀδυσσεὺς τηλοῦ ὤλετο. ἐρεῖ γὰρ ἀκούων δεξιῶς, ὡς ἀλλὰ μὴν οὐκ ὤλετο Ὀδυσσεὺς, οὐδ' ἄρα ἡ τοῦ Μελανθίου κατὰ τοῦ Τηλεμάχου εὐχὴ ἐντελὴς ἔσται. Κύνα δὲ τὸν Εὔμαιον καλεῖ ὁ Μελάνθιος, οἷα δυσανασχετῶν εἰ τολμᾷ τὸν οὕτως ἀγλαὸν ὑβρίζειν. (ῃερς. 250.) Τὸ δὲ βίοτον πολὺν ἄλφοι, ταυτόν ἐστι τῷ, ὦνον μυρίον ἄλφοι, ὃ πρὸ ὀλίγων ἐῤῥέθη διὰ τὸν μικρὸν Εὔμαιον. Ἡ δὲ τοῦ Ἀπόλλωνος βολὴ κατὰ τοῦ Τηλεμάχου αἰφνίδιον δηλοῖ θάνατον, ὡς δῆλον καὶ ἐκ τοῦ σήμερον. Ἰστέον δὲ ὅτι τὴν τοῦ Μελανθίου ἀγλαΐαν αὐτίκα δηλώσει εὐθὺς, καὶ τὸ μετὰ μνηστῆρσι καθίζειν αὐτὸν ἀντίον Εὐρυμάχου, τὸν γὰρ φιλέεσκε μάλιστα, καὶ μοῖραν δὲ αὐτῷ ἐξαίρετον τίθεσθαι. ὡς δὲ καὶ ὁρμητίας ἦν, δῆλον ἐκ τοῦ τὸν μὲν Εὔμαιον καὶ τὸν ξένον ἡσυχῇ προϊέναι, τὸν δὲ μάλα ὦκα βαίνοντα δόμους ἱκάνειν ἄνακτος. (ῃερς. 260.) Ὅτι ἐγγίσας Ὀδυσσεὺς τοῖς αὐτοῦ δώμασι γνωρίζει μὲν, ἄλλως αὐτὰ ὡς ἤδη πάλαι πεπειραμένος, πρὸς μέντοι τὸν Εὔμαιον γινώσκειν αὐτά φησιν ἐκ τοῦ πολλοὺς ἐκεῖ δαίνυσθαι, ὅ περ ἡ ἀναδιδομένη κνίσσα δηλοῖ, καὶ ἐκ τῆς τῶν δόμων δὲ καλλονῆς, καὶ ἐκ τῆς φόρμιγγος δέ. φησὶ γὰρ ὁ ποιητὴς οὕτω· (ῃερς. 261.) περὶ δὲ σφέας ἤλυθεν ἰωὴ φόρμιγγος γλαφυρῆς, τουτέστιν ἠκούσθη ἡ φόρμιγξ· τοῦτο γὰρ δηλοῖ τὸ περιελθεῖν αὐτοὺς τῆς φόρμιγγος βοήν. ἀνὰ δὲ σφίσι βάλλετ' ἀείδειν Φήμιος. (ῃερς. 262.) τί δέ ἐστι τὸ ἀναβάλλεσθαι, προγέγραπται. (ῃερς. 264.) Ὀδυσσεὺς δὲ χειρὸς ἑλὼν συβώτην προσέειπεν· Εὔμαιε, ἦ μάλα δὴ τάδε δώματα κάλ' Ὀδυσῆος, ῥεῖα δ' ἀρίγνωτ' ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι. ἐξ ἑτέρων ἕτερά ἐστιν· ὅ ἐστιν, οὐ μονόστεγα, ἀλλ' ὑπερῷα, ὁποῖοι καὶ οἱ πρὸ βραχέων ὑψηλοὶ δόμοι τοῦ Νέστορος· ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι. (ῃερς. 267.) θύραι δ' εὐεργέες ἢ εὐερκέες εἰσὶ, δικλίδες, ὅ ἐστι δύο. οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο, τουτέστιν οὐδεὶς τὸν τοῖχον ὑπερηφανήσῃ, ὡς οἱ παλαιοί φασιν, ἢ δι' ὑπεροπλίαν βλάψῃ. ἔπαινος δὲ ταῦτα οἴκου ὡς ἐν ἐκφράσει. Δύναται δὲ τὸ μˉιν ἐνταῦθα καὶ ἐπὶ τοῦ οἴκου συνήθως νοηθῆναι, καὶ ἐπὶ τῶν θυρῶν δὲ, εἰ καὶ μὴ πάνυ συνήθως. εἰσὶ γὰρ καὶ τοιαῦται πληθυντικαὶ χρήσεις, καὶ μάλιστα τῆς νˉιν ἀντωνυμίας. εἶτα ἐπάγει πιθανῶς Ὀδυσσεὺς, ὅτι γινώσκω δὲ, διότι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται ἄνδρες. (ῃερς. 270.) ἐπεὶ κνίσση μὲν ἀνήνοθεν ἢ ἐνήνοθε, τουτέστιν ἀναβαίνει, ἀνέρχεται. ἐν δέ τε φόρμιγξ ἠπύει, ἣν ἄρα δαιτὶ θεὸς ποίησεν ἑταίρην. καὶ τοῦτο μὲν ἐνταῦθα. ἐν δὲ ἑτέροις συνήορον λέγει αὐτὴν τῇ δαιτὶ, ὅ ἐστιν συνεζευγμένην. ἀλλαχοῦ δὲ τὴν μολπὴν καὶ τὴν φόρμιγγα δαιτὸς ἀναθήματα φησίν. Ὁ δὲ τοῖχος καὶ ἕρκος λέγεται. Περὶ δὲ θριγκῶν προείρηται, οὓς ἐνταῦθα πληθύνει διὰ τὸ τοῦ τοίχου μέγεθος. Περὶδὲ δικλίδων δηλοῖ σαφῶς ἡ Ἰλιάς. Ἡ δὲ κνίσσα κοινότερον μὲν διὰ δύο σίγμα γράφεται· Ἡρῳδιανὸςδὲ ἐθέλει ἀπὸ μέλλοντος αὐτὴν γενομένην τοῦ κνίζω κνίσω, δι' ἑνός τε γράφεσθαι ˉσ καὶ ἔκτασιν λαβεῖν τοῦ ˉι. δηλοῖ δέ, φησιν, ἡ κνῖσα τὴν κατ' ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, προσίζουσαν. προσηγόρευται δὲ καὶ ἐπίπλους, εὖ μάλα, φησὶ, καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Τοῦ δὲ ἀνενήνοθεν ἡ παραγωγὴ ἐν τῇ Ἰλιάδι κεῖται ἐν τῷ, ψεδνὴ δ' ἐπενήνοθε λάχνη. (ῃερς. 273.) Ὅτι φρονίμῳ ἀνδρὶ ἐπιλεχθήσεται καὶ ἀγχίνῳ τὸ, ῥεῖ ἔγνως, ἐπεὶ οὐδὲ τά τ' ἄλλα πέρ ἐσσι ἀνοήμων. (ῃερς. 274.) βουλῆς δὲ ἴδιον τὸ, ἀλλ' ἄγε δὴ φραζώμεθα, ὅπως ἔσται τάδε ἔργα. Εὐμαίου δὲ τοῦτο λόγος, ἐθέλοντος βουλὴν θέσθαι τοῦ ποιητοῦ ὡς ἐν λόγῳ προκατασκευῆς, ἢ πρῶτος Ὀδυσσεὺς εἰσελθὼν δύσεται μνηστῆρας κατὰ τὸ, ἀνδρῶν δυσμενέων δύσετο πόλιν, αὐτὸς δὲ ὑπολείψεται αὐτοῦ, ἢ Ὀδυσσεὺς μὲν ἐπιμενεῖ, αὐτὸς δὲ εἶσι προπάροιθεν, ὃ καὶ ποιήσει ὁ Εὔμαιος, εἰπὼν μὴ χρῆναι βραδύνειν μηδὲ τὸν Ὀδυσσέα. ἐρεῖ γάρ· (ῃερς. 278.) μηδὲ σὺ δηθύνειν, ὅ ἐστι βράδυνε, μή τίς σε ἔκτοσθε νοήσας ἢ βάλῃ ἢ ἐλάσῃ· τάδε σε φράζεσθαι ἄνωγα. (ῃερς. 281.) καὶ Ὀδυσσεὺς εἰπὼν, ὡς καὶ ἀλλαχοῦ κεῖται, γινώσκω, φρονέω, τάδε δὴ νοέοντι κελεύεις, καὶ ἐπικρίνας τὸν Εὔμαιον προεισελθεῖν, αὐτὸς ὑπολείψεσθαί φησιν αὐτοῦ. (ῃερς. 275.) Ἰστέον δὲ ὅτι τὸ, ἠὲ σὺ πρῶτος εἴσελθε δόμους εὖ ναιετάοντας, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ, εἰ δ' ἐθέλεις ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν, οἰκεῖον ὅτε τινὲς μὴ ὁμοῦ κρίνοιεν εἰσελθεῖν που, ὡς δέον ὂν καθ' ἕνα τοῦτο γενέσθαι. (ῃερς. 279.) Τὸ δὲ ἢ βάλῃ ἢ ἐλάσῃ, τουτέστιν ἐγγὺς τύψῃ, διαφορὰν συνήθη δηλοῦσι· δῆλον δὲ ὅτι τὸ βαλεῖν οὐ μόνον τοῦ ἐλάσαι διαφέρει, ἀλλὰ καὶ τοῦ τύψαι καὶ τρῶσαι καὶ οὐτάσαι καὶ πλῆξαι. (ῃερς. 283.) διὸ καὶ Ὀδυσσεὺς ὡς ἶσον τιθεὶς τὴν πληγὴν τῇ ἐλάσει ἐπάγει εὐθὺς, ὅ περ ἄν τις εἴπῃ ἀνὴρ πολυπαθὴς, εἰπών· οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων. τολμήεις μοι θυμὸς, ἐπεὶ κακὰ πολλὰ πέπονθα κύμασι καὶ πολέμῳ. μετὰ καὶ τόδε τοῖσι γενέσθω. διὸ καὶ τλήμων καὶ ταλασίφρων καὶ πολύτλας λέγεται. (ῃερς. 286.) εἶτα, ὡς πτωχῷ πρέπον, λαλεῖ γνωμικῶς περὶ γαστρὸς οὕτω· γαστέρα δ' οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν, τουτέστιν, οὐκ ἔστιν ἀνεξέλεγκτον σχεῖν, ἐκφαίνει γὰρ ἑαυτὴν, (ῃερς. 287.) οὐλομένην, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσιν, ὁποία δή τις καὶ ἐν Ἰλιάδι ἑρμηνεία τοῦ, μῆνιν οὐλομένην, ἣ μυρία ἔθηκεν ἄλγεα. (ῃερς. 288.) εἶτα καὶ ὡρισμένον μέγα κακὸν τῆς γαστρὸς ἐπάγων φησί· τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται πόντον ἐπ' ἀτρύγετον κακὰ δυσμενέεσσι φέρουσαι, πειρατικαὶ δηλαδὴ αὗται, κακὸν μέγα γαστρὸς ἕνεκα ἐπινοηθέν. τὸ γὰρ ἑτέρως ναυτίλλεσθαι οὐκ ἂν εἴη ψεκτέον κατὰ κοινωνίαν ἀνθρωπίνην ἐπινοηθέν. δυσμενεῖς δὲ οὐ μόνον τοὺς πολεμουμένους δηλοῖ, ἀλλὰ καὶ τοὺς πειρατὰς, οἳ τὰς ψυχὰς, ὡς ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον φάγοιεν. λέγει δὲ καὶ μετ' ὀλίγα· γαστρὸς ἕνεκα λυγρῆς, οὐλομένης, ἣ πολλὰ κακὰ ἀνθρώποις δίδωσι. καὶ ἐν ἄλλοις· οὕνεκα οὐλομένης γαστρὸς ἄλγε' ἔχουσι. καί· ἀλλά με γαστὴρ ὀτρύνει κακοεργός. καὶ ἐν τῇ ˉη ῥαψῳδίᾳ· οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον καὶ τὰ ἑξῆς. (ῃερς. 290.) Ὅτι ποικιλίαν τινὰ γλαφυρὰν Ὅμηρος ἐνταῦθα καὶ διὰ τοῦ Ἄργου κυνὸς ἐπινοεῖται. ἀνομοειδής τε γὰρτοῖς φθάσασιν ἡ περὶ αὐτοῦ γραφὴ, καί τινα ζωϊκὴν ἱστορίαν ἔχει, καὶ κυνὸς ἔπαινον, καὶ σημείου δὲ ἀγαθοῦ τῷ Ὀδυσσεῖ ἔμφασιν. εἰ δέ τι καὶ πάθους ἔχει πρὸς τῇ γλυκύτητι, αὐτὸ δηλώσει, ἔνθα Ὀδυσσεὺς εἰς δάκρυον προκληθήσεται διὰ τὸν κύνα· οὗ περ καθά τι κύριον τὸ Ἄργος, ὁμωνύμως τῷ παλαιῷ ἥρωϊ, λεχθὲν παρὰ τὸ ἀργὸν ἐν διαφορᾷ τόνου διὰ τὴν διάφορον σημασίαν, ἵνα ἢ κατ' εὐφημισμὸν Ἄργος κληθείη ὁ ἄλλως ταχὺς, ἢ διὰ χρῶμα λευκὸν, ἐφ' ὧν τὸ ὀξύτονον ὁ ἀργὸς λαμβάνεται. φράζει δὲ ὁ ποιητὴς οὕτως· ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, ἤγουν ἀνέσχεν, ἀνήγειρεν, ὤρθωσεν, Ἄργος Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ' αὐτὸς θρέψε μὲν οὐδ' ἀπόνητο, πάρος δ' εἰς Ἴλιον ἱρὴν ᾤχετο. (ῃερς. 294.) τὸν δὲ πάροιθεν ἀγίνεσκον, τουτέστιν ἦγον, νέοι ἄνδρες, αἶγας ἐπ' ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς. δὴ τότε κεῖτ' ἀπόθεστος ἀποιχομένοιο ἄνακτος ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ', ὄφρ' ἂν ἄγοιεν δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες. ἔνθα κύων κεῖτ' Ἄργος, ἐνίπλειος κυνοραϊστέων. δὴ τότε γ' ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, οὐκ ἐκ τῆς θέας ὡς εἰκὸς, ἠλλοίωτο γὰρ τὴν μορφὴν, ἀλλ' ὡς ἰχνευτὴς ὀξύτητι ὀσφρήσεως, ᾗ, φασὶ, καὶ ἐν νυκτὶ διακρίνει τὸ οἰκεῖον τοῦ ἀλλοτρίου· ἢ καὶἄλλως, ἐπεὶ ἀνθρώποις Ἀθηνᾶ τὸν Ὀδυσσέα ἐπέκρυψεν, ἀλλοιώσασα οὐ μὴν καὶ ἀλόγοις ζῴοις· ἄγε γάρ, φησιν, ἄγνωστόν σε τεύξω πᾶσι βροτοῖς· οὕτω δὲ ἡ αὐτὴ Ἀθηνᾶ Τηλεμάχῳ μὲν ἐπικρύπτει ἐν τοῖς ἀγροῖς αὐτὴν, οἱ δὲ κύνες εἶδον. (ῃερς. 302.) ὡς τοίνυν ὁ κύων ἔγνω τὸν Ὀδυσσέα, οὐρῇ μὲν ἔσῃνε καὶ οὔατα κάββαλεν ἄμφω· ὃ δὴ χαρακτὴρ τοῖς τοιούτοις φιλίας ἐστίν· ἆσσον δ' οὐκέτ' ἔπειτα δυνήσατο οἷο ἄνακτος ἐλθέμεν, αὐτὰρ ὃ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, ῥεῖα λαθὼν Εὔμαιον· ἄφαρ δ' ἐρεείνετο μῦθον, ἢ μύθῳ, ὡς οἷον δῆθεν ἀγνοῶν· (ῃερς. 305.) Εὔμαιε, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτ' ἐνὶ κόπρῳ. καλὸς μὲν δέμας ἐστὶν, ἀτὰρ τόδε γ' οὐ σάφα οἶδα, εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, ἢ αὕτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν γίνονται, ἀγλαΐης δ' ἕνεκεν κομέουσιν ἄνακτες. (ῃερς. 313.) ὁ δὲ συβώτης, εἰ τοιόσδε, φησὶν, εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεὺς, αἶψά κεν θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης κνώδαλον, ὅ, ττι ἴδοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη· νῦν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης ὤλετο· τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι, διὸ καὶ ἀπόθεστος ἐῤῥέθη. (ῃερς. 320.) εἶτα ἐπιπλέκων γνωμικὸν περὶ δούλων φησί· δμῶες δ', εὖτ' ἂν μηκέτι ἐπικρατέωσιν ἄνακτες, οὐκέτ' ἔπειτα ἐθέλουσιν αἰνέσιμα ἐργάζεσθαι· ἥμισυ γάρ τ' ἀρετῆς ἀποαίνυται θεὸς ἀνέρος, εὖτ' ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν, ἀρετὴν λέγων ἄρτι τὴν εἰς τὰ ἔργα σπουδὴν μετὰ προαιρέσεως, ἧς δοῦλοι στέρονται ἀφαιρουμένου αὐτὴν θεοῦ τοῦ δουλώσαντος, οἵ τε ἄλλοι κοινῶς καὶ μάλιστα ὧν οὐκ ἐπικρατέουσιν ἄνακτες· ὃ καὶ ἐπὶ Τηλεμάχου γίνεται, ὃς οὔτε ἀνδρῶν ἐπικρατεῖ διὰ νεότητα, οὔτε γυναικῶν ἄρχει, ἐπεί περ ἡ μήτηρ οὐκ εἴα σημαίνειν αὐτὸν γυναιξίν. ἐν οἷς συλλογιστέον, ὅση καὶ οἵα ἡ τῶν δούλων ἀμέλεια, ὅτε μὴ καλῶς ἐπικρατοῦνται. εἰ γὰρ τῷ ἁπλῶς δούλῳ τὸ ἥμισυ τῆς ἀρετῆς ἀφαιρεῖται, πολὺ πλέον ἀφαιρεῖται τοῦ μὴ ἔχοντος ἄρχοντα καλῶς ἐπιστατοῦντα. καὶ οὕτω μὲν ὁ Εὔμαιος εἰπὼν εἰσῆλθεν. Ἄργον δ' αὖ κατὰ μοῖρα ἔλαβε μέλανος θανάτοιο αὐτίκ' ἰδόντ' Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ. (ῃερς. 327.) Καὶ ὅρα τὴν ἱστορίαν ἐπὶ πόσον ὁ Ἄργος ἐξήρκεσε ζῶν. ὑπὲρ εἴκοσι γὰρ ἔτη, ὡς ὁ ποιητὴς ἐπίτηδες παρεσημῄνατο. Ὅτι δὲ καὶ εἰκοσιτέσσαρα ζῶσιν ἔτη κύνες, ἱστόρησαν οἱ μεθ' Ὅμηρον. φασὶ δὲ οἱ παλαιοὶ ὡς τέθνηκεν οὕτω ταχὺ ὁ Ἄργος ὑφ' ἡδονῆς τῆς ἐπὶ τῷ ἀναγνωρισμῷ, σμικρὰ γάρ τοι ῥοπὴ εὐνάζει κατὰ Σοφοκλῆν τὰ παλαιὰ σώματα, ὅπου γε καὶ τῶν ἰσχυρῶν πολλάκις περιγίνονται ὥς περ σφοδραὶ λῦπαι, οὕτω καὶ ἡδοναί. τὸ δὲ πρᾶγμα καὶ σύμβολον ἦν, ὡς ἐῤῥέθη, αἴσιον τῷ Ὀδυσσεῖ. λευκὸς μὲν γὰρ ἴσως ἦν ὁ κύων, ὡς καὶ προεγράφη. πᾶν δὲ λευκὸν χρηστὸν σύμβολον. ὡς δὲ καὶ κύων καὶ ἀσθενὴς διὰ γῆρας καὶ ἅμα τῇ τοῦ Ὀδυσσέως θέᾳ θανὼν, τὸ τῶν μνηστήρων ἐδήλου ἀναιδὲς καὶ ἀσθενὲς καὶ ὠκύμορον, εἰ καὶ ἄλλως χρησταῖς ἐλπίσιν ἔσαινον ἑαυτούς. τρεῖς δέ ποτε ἀρεταὶ κυνὸς εἶναι δηλοῦνται τῷ Ἄργῳ, ταχυτὴς καὶ ἀλκὴ καὶ τὸ ἴχνεσι περιειδέναι. (ῃερς.

Intertext edge

Open linked passage

Note