Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1.1
) Ὅτι ἀστείως ἡ Κίρκη πρὸς τοὺς ἀμφὶ τὸν Ὀδυσσέα ἐξ Ἅιδου ἐλθόντας φησί· σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ' Ἀΐδαο, δισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνήσκουσ' ἄνθρωποι. (ῃερς. 23.) Καὶ ὅρα ὡς διὰ τὸ μὴ πρέπειν σεμνῷ προσώπῳ ἐν οὐ καιρῷ τοιαῦτα παίζειν δι' ὀλιγίστου ὁ ποιητὴς ἐξήνεγκε τὸ ἀστέϊσμα (ῃερς. 21.) καὶ ὅτι οὐδὲ νῦν τὸ σχέτλιος ἐπὶ ἀδίκου κεῖται, ἀλλὰ σχετλίους ἢ τοὺς τολμητίας εἶπεν ἢ τοὺς ἐπιπόνους καὶ πολλὰ ἀνασχομένους καὶ τλάντας. (ῃερς. 22.) Τὸ δὲ δισθανέες ἐν δυσὶ μέρεσι λόγου ἀναγινώσκει Ἀπολλόδωρος, λέγων ὅτι τὸ δὶς καὶ τρὶς ἀποβάλλει τὸ σίγμα ἐν ταῖς συνθέσεσι, οἷον δίπους, τρίπους. ὤφειλεν οὖν καὶ διθανέες. νοητέον δὲ τὸν Ἀπολλοδώρου λόγον χωρὶς τῶν ἀριθμητικῶν. δισχιλίους γὰρ μετὰ τοῦ σίγμα καὶ τρισχιλίους φαμέν. καὶ οὕτω μὲν αὐτός. ἕτεροι δὲ τοσοῦτον ἀποδέουσι προσέχειν αὐτῷ, ὥστε καὶ τὸ δὶς παῖδες οἱ γέροντες δίσπαιδες γράφουσι συνθέτως ἐν ἑνὶ μέρει λόγου, ἄλλως τοῦτο ποιοῦντες παρὰ τὸ δίπαις δίπαιδος, ὁ δύο κεκτημένος δηλαδὴ παῖδας. δοκεῖ δὲ πρὸς μίμησιν τῆς συνθέσεως τοῦ Ὁμηρικοῦ δισθανοῦς εἰρῆσθαι δυσθανὴς παρὰ τοῖς ὕστερον ὁ βιαιοθάνατος. (ῃερς. 32.) Ὅτι καθὰ στρατιωτικὸν τὸ ἐν ὅπλοις κατακοιμᾶσθαι, οὕτω καὶ ναυτικὸν τὸ, οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός. (ῃερς. 34.) Ὅτι ἐν τῷ, εἷσέ τε τὸν Ὀδυσσέα καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα, ὑπονοεῖται μὲν καί τι φιλοτήσιον ἐπὶ Κίρκης, μάλιστα δὲ ὁμιλίαν διὰ λόγων δηλοῖ τὸ προσέλεκτο, καθ' ὁμοιότητα τοῦ, ἐξερέεινεν ἕκαστα, ἤτοι τὰ ἐν Ἅιδου, ἃ δὴ πάντα κατὰ μοῖραν Ὀδυσσεὺς τῇ Κίρκῃ κατέλεξεν. (ῃερς. 35.) Ἔνθα ὅρα τὸ ἕκαστα καὶ τὸ πάντα πάνυ γοργῶς ῥηθὲν καὶ, ὡς εἰπεῖν, μυστηριωδῶς. οὐ γὰρ ἠθέλησε διττολογῆσαι ὁ ποιητὴς οὔτε ἀποτάδην οὔτε κεφαλαιωδῶς τὰ κατὰ τὸν Ἅιδην. (ῃερς. 37.) Ὅτι τῷ μετὰ πεῖραν δεινοῦ τινὸς εἶτα καὶ περὶ ἑτέρων δυσχερῶν ἀκούοντι ἁρμόττει λαληθῆναι τὸ, ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ' ἄκουσον ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός. Ἔστι δὲ τὸ πεπείρανται ἀντὶ τοῦ τετελείωνται, ἀπὸ τοῦ πειραίνω, ὡς ἐκ τοῦ φαίνω τὸ πέφανται. (ῃερς. 37.) Ὅτι τερατώδη τινὰ μέλλων φράζειν ὁ ποιητὴς, ἔτι δὲ καὶ δεινὰ ἐν τοῖς ἑξῆς, φθάνει προεκθετικῶς αὐτὰ λέγων διὰ τῆς Κίρκης. ἣν πλάττει προλέγουσαν τῷ Ὀδυσσεῖ ἃ ἐν τοῖς ἑξῆς πείσεται ὁπηνίκα εἴς τε τὰς Σειρῆνας ἔλθῃ καὶ τῇ Σκύλλῃ περικίχῃ καὶ εἰς τὴν Χάρυβδιν ἐμπέσῃ καὶ τὰς Ἡλίου βόας εὑρήσῃ ἐπὶ ἐσχάτῳ κακῷ, καὶ οὕτω πρῶτον ἐκθέμενος διὰ τῆς Κίρκης τὰ τέσσαρα ταῦτα δεινὰ εἶτα ἐπεξαγάγῃ ἐν τοῖς ἑξῆς τὸν Ὀδυσσέα ἑκάστῳ αὐτῶν. (ῃερς. 39.) καὶ τέως πρῶτα περὶ Σειρήνων ἡ Κίρκη φησὶν οὕτω· Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἳ ῥά τε πάντας ἀνθρώπους θέλγουσιν, ὅτε σφέας εἰσαφίκηται, ὅς τις ἀϊδρείῃ πελάσει καὶ φθόγγον ἀκούσει Σειρήνων, (ῃερς.

Intertext edge

Open linked passage

Note