Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
220.1.1
σθθ.) ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος προμάχου δίκην, καὶ διὰ τὸ ποδώκης δὲ, ὡς εἰκὸς, εἶναι, ἔγχει ἕλεσκον ἀνδρῶν δυσμενέων, ὃς ἄν μοι εἴξειε πόδεσσιν, ὑποχωρήσας δηλαδή. τοῖος ἔον ἐν πολέμῳ, τῷ κατὰ γῆν δηλονότι. ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδ' οἰκωφελίη ἥτε τρέφει ἀγλαὰ τέκνα. (ῃερς. 224.) εἰ δὲ καὶ ναύμαχος ἀγαθὸς ὁ τοιοῦτος, ἐπιπρέπει καὶ τὰ ἐφεξῆς τούτοις· ἀλλά μοι νῆες ἐπήρετμοι φίλαι ἦσαν καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοὶ, λυγρὰ, τά τ' ἄλλοισί γε καταριγηλὰ πέλονται. αὐτὰρ ἐμοὶ τὰ φίλ' ἔσκε, τά που θεὸς ἐν φρεσὶ θῆκεν. ἐπειδὴ, ὡς ἐῤῥέθη, ἄλλος ἄλλοις τέρπεται ἔργοις. (ῃερς. 216.) ἔστι δ' ἐν τοῖς ἄρτι ῥηθεῖσι θάρσος μὲν, θερμότης ἔμφρων ἐναντία τῷ θράσει, ἣν καὶ λαβεῖν ἐξ Ἀθηνᾶς φησὶν Ὀδυσσεύς. (ῃερς. 217.) ῥηξηνορία δὲ ἡ ἐκ ῥωμαλεότητος ἀνδρία καὶ ῥῆξις ἀνέρων ἀνθισταμένων, ἣν ὁ Ἄρης αὐτῷ δοῦναι λέγεται ἐν τῷ, θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη. ὃ δὴ καὶ αὐτὸἈλκμανικόν ἐστι σχῆμα κατὰ τὸ, Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε. (ῃερς. 219.) Τὸ δὲ οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς, ἐν πολέμῳ δηλαδή. ἄλλως γὰρ ἐν τοῖς ἑξῆς κατ' οἶκον εὕρηται Ὀδυσσεὺς ὀϊσάμενος θάνατον, ὃς ἐπετέλλετό ποτε τῇ γυναικὶ, ὡς εἰ τεθνήξομαι, ποίησον τὰ καὶ τά. Λόχου δὲ μέμνηται ὡς ἐν αὐτῷ μάλιστα, καθὰ καὶ ἡ Ἰλιὰς δηλοῖ, τῶν ἀνδρείων διαφαινομένων. (ῃερς.

Intertext edge

Open linked passage

Note