Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
221.1.1
) ἄμμε βάλῃσθα, τουτέστι πρὸς τῷ ἑτέρωθεν ἔσω σκοπέλῳ, μή ποτε ἐξορμήσας, ἤγουν ἔξω αὐτοῦ πλεύσας, ἀπολέσῃς ἡμᾶς, ὡς τοῦ σκοπέλου δηλαδὴ ἀκινδύνου ὄντος περὶ ὃν ἦν ἡ Σκύλλα. Καὶ σημείωσαι ὡς κἀνταῦθα ἐπικρύπτει τὸ ἀληθὲς ὁ Ὀδυσσεὺς, ἐμφαίνων μὲν ἀγαθὸν εἶναι τὸ διὰ τοῦ ῥηθέντος σκοπέλου πλεῦσαι, οὐχ' οὕτω δὲ εἰδὼς ἔχειν τὸ πρᾶγμα. οὐ γὰρ ἀκίνδυνος οὗτος ὁ σκόπελος, ἀλλὰ ὀλιγοκίνδυνος καὶ διατοῦτο αἱρετὸς μᾶλλον καὶ τῶν Πλαγκτῶν καὶ τῆς Χαρύβδεως. (ῃερς. 223.) διὸ καὶ Ὀδυσσεὺς ἐπισημαίνεται, εἰπών· Σκύλλην δ' οὐκέτ' ἐμυθεόμην, ἄπρηκτον ἀνίην, τουτέστι καθ' ἧς 2. 20 οὐκ ἦν τι πρᾶξαι καὶ μηχανήσασθαι, ὡς εἶναι δῆλον κἀντεῦθεν, ὅτι οὐκ ἐκκαλυπτέον τὰς ἀπράκτους ἀνίας τοῖς φίλοις οὐδὲ ἡμᾶς. (ῃερς. 208.) Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰρημένοις τὸ μὲν, ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονες ἐσμὲν, τλήμοσιν ἀνθρώποις ἁρμόττει. (ῃερς. 211.) τὸ δὲ ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐξεφύγομεν ἔπαινος ἀνδρὸς περισωσαμένου τινάς. (ῃερς.
221.1.2
) Τὸ δὲ, καθήμενον ἄλγεα πάσχειν, βαρέως εἴρηται, ὡς τοῦ Φιλοιτίου ἀκινήτου δοκοῦντος εἶναι, εἰ οὕτω ζῇ ἐπαχθῶς. οὕτω καί τις ἐν Ἰλιάδι κεῖσθαι εἴρηται διὰ τὸ ἀπρακτεῖν. (ῃερς. 223.) Τὸ δὲ, ἐξικόμην φεύγων, δουλικὸν μὲν ἴσως, ἐπαινετὸν δὲ ἄλλως καὶ εὔγνωμον διὰ τὸ ὑπὲρ δεσπότου ἂν γενέσθαι. (ῃερς. 219.) Τοῦ δὲ, ἄλλων δῆμον ἱκέσθαι, ἑρμηνεία τὸ, ἄνδρας ἐς ἀλλοδαπούς· αὐτοῦ δὲ πάλιν τὸ, ἄλλον ὑπερμενέων βασιλήων. τοῦτο δὲ πρὸς διαστολὴν ἐῤῥέθη τοῦ Τηλεμάχου, βασιλέως μὲν ὄντος, μὴ οἵου δὲ βοηθεῖν ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ. δῆλον δὲ ὡς οὐκ ἀπίθανος ὁ τοῦ Φιλοιτίου λόγος. εἶχε γὰρ, εἴ περ ἱκέτης ἑτέρῳ βασιλεῖ προσῆλθεν αὐτοῖς οἷς ἔνεμε ζῴοις, ἐπικουρεῖσθαι πρὸς ἐκείνου ὡς μὴ ἂν ἀποκαταστήσεσθαι εἰσαῦθις τοῖς κατὰ τὴν Ἰθάκην δεσπόταις αὐτοῦ. ἔχει δὲ τὸ, ἄλλων δῆμον, διφόρησιν γραφῆς κατὰ τὸ ἄλλων· καὶ γὰρ καὶ αἰτιατικῇ γράφεται καὶ κατὰ γενικὴν πληθυντικήν. (ῃερς.