Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
222.1.1
) πλεονάζει δὲ ἐν τῷ ἐπιβώτορι συνήθως ἡ πρόθεσις ὡς καὶ ἐν τῷ ἐπίουρος. ἐκτείνεται δὲ ὁ βώτωρ, καθὰ καὶ ὁ δώτωρ. οὐ μέντοι καὶ ὁ βοτὴρ, ὥς περ οὐδὲ ὁ δοτὴρ παρά γε τοῖς ὕστερον, Ὅμηρος γὰρ ἐκτείνει καὶ αὐτό. (ῃερς. 223.) Ἰστέον δὲ ὅτι προσφυῶς νῦν παναπάλῳ νέῳ εἰκάζεται ἡ κατὰ νοῦν Ἀθηνᾶ, ὡς οἷα Παλλὰς πάλλακι, ὅ ἐστι νέῳ, ἀφ' ἧς λέξεως καὶ ἡ παλλακὶς γίνεται. ἔτι δὲ καὶ διὰ τὸ νεάζον τῆς ἐν τῷ ὠμογέροντι Ὀδυσσεῖ φρονήσεως, ἴσως δὲ καὶ διὰ τὴν ἐν τοῖς ἄρτι ἁπλότητα καὶ ἀφέλειαν αὐτοῦ. (ῃερς. 224.) ἡ δὲ δίπτυχος ἀμφ' ὤμοις λώπη, περίβλημα δοκεῖ μανδυοειδὲς εἶναι. λώπη δὲ κυρίως λεπτὸν ὕφασμα κατὰ τὸν τοῦ κρομύου λοπὸν, ὡς ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ ποιητής· ἀλλ' ἐκεῖνο μὲν διὰ τοῦ ˉο μικροῦ γράφεται, ὡς γεγονὸς ἐκ τοῦ λέπω τὸ λεπίζω, τοῦτο δὲ μεγεθύνεται κατὰ ἔκτασιν. ἐκ τούτου δὲ καὶ τὸ ἐξελώπισας ἐν ῥητορικῷ κεῖται λεξικῷ ἀντὶ τοῦ ἐξέδυσας, ἔξω τοῦ λοποῦ ἐποίησας. φέρεται δὲ καὶ δίχα προθέσεως λωπίζειν τὸ γυμνοῦν. καὶ λῶπος δὲ προπερισπωμένως τὸ ἱμάτιον. ὅθεν καὶ λωποδύτης ὁ τὰ ἱμάτια ἀποδύων. (ῃερς. 225.) Τὰ δὲ πέδιλα οὐκ ἠθέλησεν εἰπεῖν ὁποῖα ἦσαν, διὰ τὸ περιττὸν τοῦ λόγου. (ῃερς. 228.) Ὅτι τὸ, ὦ φίλε ἐπεὶ σὲ πρῶτα κιχάνω τῷδ' ἐνὶ χώρῳ, χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις, ἀλλὰ σάω μὲν ταῦτα, σάω δ' ἐμέ. σοὶ γὰρ εὔχομαι ὥστε θεῷ, καί σευ φίλα γούναθ' ἱκάνω. ταῦτα τοίνυν Ὀδυσσεὺς λέγει κολακικῶς καὶ ἀφελῶς καὶ πάνυ γλυκέως πρὸς τὴν φαινομένην Ἀθηνᾶν. ἁρμόσει δέ ποτε καὶ ὅτε τις ἐντυχών τινι παρ' ἐλπίδα ἑαυτόν τε καὶ τὰ περὶ αὐτὸν πιστεύσει ἐκείνῳ. (ῃερς. 228.) Ὅρα δὲ ὅτι τὸ κιχάνω καὶ τὸ ἱκάνω, δι' ὧν τὸ ἱκετεύειν δηλοῦται, ἐκτείνουσι κἀνταῦθα τὸ ἐν τῇ παραληγούσῃ δίχρονον. τοῦτο δὲ καὶ νῦν παρασημειούμεθα διὰ τὴν ἀμφιβολίαν τῆς προπαραληγούσης τοῦ ἱκανότατος. Τὸ δὲ σάω κατὰ ἀποκοπὴν ἐκ τοῦ σάωζε γέγονεν. (ῃερς. 233.) Ὅτι γοργὴ περὶ τόπου ἐρώτησις τὸ, τίς γῆ; τίς δῆμος; τίνες ἀνέρες ἐγγεγάασιν; ἤγουν ὁποία ἡ γῆ, Ἀσία ἢ Εὐρώπη; ποῖος δῆμος, Λάκων ἢ Πύλιος; οἱ ἄνδρες οἷοι, δίκαιοι ἢ ἄδικοι; εἰκὸς δὲ χρησιμεῦσαι τινὶ καὶ ἑξῆς τὸ, (ῃερς. 234.) ἦ πού τις νήσων εὐδείελος ἠέ τις ἀκτὴ κεῖται ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο. εὔλογος δὲ ἡ τοιαύτη τῷ Ὀδυσσεῖ ἀπορία. ἐν αἰγιαλῷ γὰρ ὢν οὐκ οἶδεν εἴτε νήσου ἐστὶν ἀκτὴ ὁ τόπος, εἴτε καὶ ἄλλως πέρας ἠπείρου. (ῃερς. 238.) Ὅτι ἔπαινον ὁ ποιητὴς φράζων τῆς Ἰθάκης διὰ τῆς μυθικῆς Ἀθηνᾶς ὑπὸ ἀκροατῇ τῷ Ὀδυσσεῖ, φησίν· οὐδέ τι λίην οὕτω νώνυμός ἐστιν, ἴσασι δέ μιν μάλα πολλοί, ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ' ἠέλιόν τε, ἠδ' ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα. ἤτοι μὲν τρηχεῖα καὶ οὐχ' ἱππήλατός ἐστιν οὐδὲ λίην λυπρὴ, αὐτὰρ οὐδ' εὐρεῖα τέτυκται. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος γίνεται, αἰεὶ δ' ὄμβρος ἔχει τεθαλυῖά τε ἕρση. αἰγίβοτος δ' ἀγαθὴ καὶ βούβοτος. ἔστι μὲν ὕλη παντοίη. ἐν δ' ἀρδμοὶ ἐπηετανοὶ παρέασι. (ῃερς. 248.) τῷ τοι ξεῖνε Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ' ἵκει, διὰ τὸν Ὀδυσσέα δηλαδὴ, ὃς ἐπ' αὐτῇ πτολίπορθος ἐπονομάζεται. τήν περ τηλοῦ, φασὶν, Ἀχαιΐδος ἔμμεναι αἴης. (ῃερς.
222.1.2
) Ἔργον δέ τινες τὴν γεωργίαν μόνην ἐνόησαν κατ' ἐξοχὴν ἐν τῷ· ἔργον δέ μοι οὐ φίλον ἔσκε, παρὰ τὴν ἔραν λέγοντες τοῦτο καὶ τὴν γῆν ταυτοδυνάμους λέξεις. (ῃερς. 223.) οἰκωφελίαν δὲ, οὐ μόνον τὴν οἰκουρικὴν οἰκονομίαν, ἀλλὰ καὶ τὴν ἐμπορίαν. τὴν οἰκοδομίαν γὰρ, ὡς καὶ προεῤῥέθη, νοῆσαι ἀποδεδοκίμασται. (ῃερς.