Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
224.1.1
) Τὸ δὲ ἐπήρετμοι καὶ τὰ ἑξῆς πρὸς διαστολὴν κεῖται τῶν ἄλλως μετὰ φόρτου 2. 76 ναυτιλλομένων. εἰ γὰρ καὶ ἐκεῖνο εἶδεν οἶκον ὀφέλλειν, ἀλλ' Ὀδυσσεὺς προτιμήσασθαι λέγει τὸ κινδυνωδέστερον. (ῃερς. 226.) Τὸ δὲ λυγρὰ καὶ τὸ ῥιγηλὰ, ὅ ἐστι φρικτὰ καὶ θανατηρὰ, οὐδετέρως προῆκται, ὡς πρὸς πράγματα. πάντως γὰρ πρᾶγμα καὶ οἱ λυγροὶ καὶ ῥιγηλοὶ πόλεμοι καὶ τὰ ἑξῆς. (ῃερς. 236.) Τὸ δὲ ἄλλ' ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν θεὸς ἐφράσατο ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσεν ὁποία καὶ ἡ περὶ Τροίαν, ἐπὶ μεγάλου πολέμου ἢ καὶ ἄλλως ὁδοῦ ἐπικινδύνου ῥηθήσεται. (ῃερς. 239.) Φόβον δὲ δήμου ἐμφαίνει τὸ, οὐδέ τι μῆχος ἦεν ἀνήνασθαι, χαλεπὴ δ' ἔχε δήμου φῆμις, ἤγουν ὠργίζονται οἱ δημόται. Καὶ ὅρα τὸ φῆμις διὰ τοῦ ἰῶτα καὶ νῦν ἔχον τὴν παραλήγουσαν. (ῃερς. 244.) Σπουδὴν δὲ ἐμπορικὴν φράζει τὸ, ὀλίγον ἔμεινα τεταρπόμενος τεκέεσσι κουριδίῃ τ' ἀλόχῳ καὶ κτήμασιν. αὐτὰρ ἔπειτα θυμὸς ἀνώγει ναυτίλλεσθαι, (ῃερς. 247.) νῆας εὖ στείλαντα. ἐξ οὗ ῥήματος καὶ ὁ στόλος γίνεται. (ῃερς. 248.) Ἐννέα δὲ αἱ τοιαῦται πλάττονται νῆες διὰ τὸ φιλεῖσθαι τὸν τοιοῦτον ἀριθμὸν τῷ ποιητῇ φανερῶς. (ῃερς. 249.) Εἰλαπίνην δὲ λαμπρὰν δηλοῖ τὸ, ἐξῆμαρ μὲν ἔπειτα οἱ δεῖνα δαίνυντο, αὐτὰρ ἔγωγε ἱερήϊα πολλὰ παρεῖχον δαῖτα πένεσθαι. (ῃερς. 250.) λέγει δὲ καὶ νῦν ἱερεῖα τὰ σφάγια. (ῃερς. 253.) Πλοῦν δὲ εὐτυχῆ φράζει τὸ, ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως, ὡσεὶ καταῤῥόον, περὶ οὗ προείρηται. οὐ δέ τις οὖν μοι νηῶν πημάνθη, ἀλλ' ἀσκεθέες καὶ ἄνουσοι ἥμεθα. τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον. (ῃερς. 255.) Καὶ ὅρα τὸ ἀσκεθέες. ὅ περ εἰ μὲν ἀπὸ τοῦ ἀσκῶ ἀσκήσω γίνεται, συστολὴν ἔπαθε τοῦ τῆς προπαραληγούσης ˉη εἰς ˉε, ὁμοίως τῷ, ξηρὸν ξερόν· οἷον, ποτὶ ξερὸν ἠπείροιο· εἰ δὲ ἀπὸ τοῦ σχέθω ἐτυμολογεῖται, φυσικῶς ἔχει τὸ ˉε. δύναται δὲ καὶ ἐκ τοῦ ἀσκῶ ἀσκέσω γενέσθαι ἀσκεθὴς, καθ' ὁμοιότητα τοῦ, ποθῶ ποθέσω καὶ στερῶ στερέσω, ὡς τὸ, οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελεν, ὃ ἐν τοῖς πρὸ τούτων ἔφη ὁ ποιητής. (ῃερς. 261.) Στρατηγικὸν δὲ τὸ, ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. κεῖται δὲ ἡ τοῦ ὀπτῆρος ἤτοι κατασκόπου χρῆσις καὶ παρὰ Σοφοκλεῖ. (ῃερς. 262.) Εἰ δὲ τυχόν τινες θρασυνάμενοι στρατιωτικώτερον κακόν τί που μέγα δράσουσι, ῥηθείη ἂν περὶ τῶν τοιούτων τὸ, οἱ δ' ὕβρει εἴξαντες ἐπισπόμενοι μένεϊ σφῶν, αἶψα μάλα τῶν δεῖνα ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, αὐτούς τ' ἔκτεινον. τάχα δ' ἐς πόλιν ἵκετο ἀϋτή. ταῦτα δὲ καὶ ληΐδος ἔχουσιν ὑπογραμμόν. (ῃερς. 266.) ὥς περ πολέμου φανεροῦ τὰ ἐφεξῆς· οἱ δὲ βοῆς ἀΐοντες ἦλθον. πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων, χαλκοῦ τε στεροπῆς. ἐν δὲ θεὸς φύζαν τοῖς δεῖνα κακὴν βάλεν. οὐδέ τις ἔτλη μεῖναι ἐναντίβιον, ὃ δὴ ἑρμηνεία φύζης ἐστί. περὶ γὰρ κακὰ πάντοθεν ἔστη, τουτέστι περιεστάθη καὶ κύκλῳ ἔστη τὰ κακά. ἐπιφωνηματικῶς δὲ τοῦτο κεῖται καθ' ὁμοιότητα τοῦ, πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. (ῃερς. 273.) Αὐτομόλου δέ τινος οὐ πάνυ εὐτυχοῦς χαρακτὴρ τὸ, αὐτὰρ ἐμοὶ θεὸς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα ποίησεν, ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν, ἔτι γὰρ δή με πῆμα ὑπέδεκτο. αὐτίκ' ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα καὶ σάκος ὤμοιϊν, δόρυ δ' ἔκβαλον ἔκτοσε χειρός. αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων, καὶ κύσα γούναθ' ἑλὼν, (ῃερς. 279.) ὁ δ' ἐρύσατο, τουτέστιν ἐφύλαξε, καί μ' ἐσάωσεν. ἄγε δ' οἴκαδε δακρυχέοντα. ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, ἱέμενοι κτεῖναι. (ῃερς. 282.) δὴ γὰρ κεχολώατο λίην· διὰ τὸ πολλὰ κακὰ δηλαδὴ ἐκ τοῦ αὐτομόλου παθεῖν. ἀλλ' ἀπὸ κεῖνος ἔρυκε. (ῃερς. 283.) θεοῦ δ' ὠπίζετο μῆνιν, ὡς καὶ προεῤῥέθη, ξεινίου, τοῦ νεμεσῶντος κακὰ ἔργα, τουτέστιν ἐπὶ κακοῖς ἔργοις κατὰ ἀντίπτωσιν, ἢ διὰ τὰ κακὰ ἔργα κατὰ προθέσεως ἔλλειψιν. (ῃερς.

Intertext edge

Open linked passage

Note