Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
225.1.1
) σοὶ ἂν αἶσχος λώβη τε μετ' ἀνθρώποισι πέλοιτο, ὡς ἀχρείῳ δηλαδὴ ξεινοδόκῳ ἢ καὶ ἀδίκῳ. καὶ οὕτω μὲν ἡ μήτηρ. (ῃερς. 227.) ὁ δὲ παῖς ἐμφρόνως ἀντιλέγων καὶ ἐπιεικῶς λέγει, ὅσα δὴ συνετὸς νέος εἴπῃ ὁμολογῶν οἰκεῖον ἐλάττωμα, ὃ πταίει ἐξ αἰτίας ἐχθρῶν τινῶν. φησὶ γάρ· μῆτερ ἐμὴ, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι· αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα, ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δ' ἔτι νήπιος ἦα. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι· ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος οἵδε, κακὰ φρονέοντες, ἐμοὶ δ' οὐκ εἰσὶν ἀρωγοί. Καὶ ὅρα ὡς δεξιῶς ἀναστρέφει τὸ τῆς μητρὸς νόημα ὁ παῖς. ἡ μὲν γὰρ παῖδα ἔτι ἐόντα κέρδεα νωμᾶν αὐτὸν ἐν φρεσὶν ἔφη, νῦν δὲ μέγαν ὄντα μὴ τοιοῦτον εἶναι. ὁ δὲ νῦν μᾶλλον ἐπιστήμων ἔφη τῶν δεόντων εἶναι, πάρος δὲ νηπιάζειν. αἰτιᾶται δὲ τοὺς μνηστῆρας ὡς αἰτίους τοῦ δοκεῖν τοῦτον μὴ φρονεῖν, ἵνα τῶν τοῦ Τηλεμάχου τὸ μὲν πρῶτον εἴη ἐνστατικὸν, τὸ νῦν μᾶλλον εἰμὶ φρενήρης, τὸ δὲ ἑξῆς ἀντιπαραστατικὸν, τὸ ὑπὸ τῶν μνηστήρων ἐκκρούεσθαί ποτε τοῦ δέοντος. οἱονεὶ γάρ, φησιν, ὡς εἰ καί ποτε δοκῶ μὴ φρονεῖν, ἐξ αἰτίας τοῦτο τῶν μνηστήρων ἐστί. (ῃερς. 217.) Τὸ δὲ, μέγας ἐσσὶ, ἔχεται λόγου τοῦ παιδὸς, ἐν ᾧ φθάσας ἐκεῖνος ἔφη, νῦν δ' ὅτε δὴ μέγας εἰμὶ, πειράσομαι τόδε ποιῆσαι. (ῃερς. 219.) Ὅτι δέ ποτε ἀλλότριός τις φὼς εἰς μέγεθός τινος καὶ κάλλος ὁρώμενος, ἤτοι ὁρῶν, ὀλβίσοι ἂν τὸν βλεπόμενον, ἐδήλωσέ που καὶ Μενέλαος, οὕτω χαρακτηρίσας καὶ αὐτὸς ἐκεῖ Πεισίστρατον καὶ Τηλέμαχον, γένος εἶναι διοτρεφέων βασιλήων· ἐπεί, φησιν, οὐκ ἂν κακοὶ τοιούσδε τέκοιεν. καὶ ἄλλως δὲ φράσαι, τὸ ἀλλότριος φὼς ἀκριβῶς πρόσκειται, ὡς τοῦ ἀλλοτρίου φωτὸς ἀπὸ μεγέθους καὶ κάλλους ὡς ταπολλὰ ὀλβίζοντος τὸν ὁρώμενον, ὃς εἴ περ ἀστοχήσοι, ἀκούσοι ἂν, ὡς οὐκ εἰκότως ὄλβιον λέγει, ᾧ μὴ ἐπ' εἴδεϊ καὶ φρένες εἰσίν· ὁ μέντοι εὖ εἰδώς τινα ἑτέρωθεν χαρακτηρίσει τὸν ὄλβιον· ἐξ ὧν δηλαδὴ περὶ ἐκείνου οἶδεν ἀγαθῶν. (ῃερς. 223.) Τὸ δὲ, πῶς νῦν; πάνυ ἐλλιπῶς καὶ οὕτω γοργῶς ἠρώτηται. οὐ γὰρ ἀφῆκεν ὁ θυμὸς ἐντελῆ γενέσθαι τὴν πεῦσιν. λέγει δὲ, πῶς νῦν τὸ πρᾶγμα γέγονεν; ἢ πῶς οὐκ ἐπεξῆλθες καὶ ἐκώλυσας; ἢ ἄλλο τι ὅμοιον. Τὸ δὲ εἴ τι ξεῖνος ἢ εἴ τις ξεῖνος, ἀμφοτέρως γὰρ γράφεται, καὶ τὰ ἑξῆς, διδάσκει, τὰ εἰς τοὺς ξείνους κακὰ τοῖς ξεινοδόκοις ἐπιγράφεσθαι. (ῃερς. 224.) Ῥυστακτὺς δὲ ἡ αἰκία, ὁ βίαιος ἑλκυσμός· οὗ τὸ ῥῆμα ῥυστάζειν ἐλέχθη πρὸ τούτων. (ῃερς. 228.) Τὸ δὲ, θυμῷ νοέω, εὐφυῆ καὶ θυμόσοφον εἶναι δηλοῖ τὸν Τηλέμαχον. οἴκοθεν γὰρ καὶ οὐκ ἀπὸ διδασκάλου φρονεῖ. διὸ καὶ ἐῤῥέθη που πρὸς αὐτόν· Τηλέμαχε, ἦ μάλα σε διδάσκουσι θεοὶ αὐτοί. (ῃερς. 229.) Τὸ δὲ, οἶδα ἐσθλά τε καὶ τὰ χέρηα, σοφὸν τὸν παῖδα καθυποδείκνυσιν, εἰδότα μὲν αὐτόθεν καὶ τὰκαλὰ, εἰδότα δὲ καὶ τὰ μὴ τοιαῦτα, ἐν τῷ μαθεῖν αὐτὰ κανόνι τοῦ γ' ἐσθλοῦ κατὰ τὴν τραγῳδίαν. εἰ δὲ καὶ οὕτως οἶδεν ὁ παῖς, ἀλλ' εὐλαβῶς εἴκων, οἷς ἡ μήτηρ εἶπεν, (ῃερς. 230.) οὐ δύνασθαί φησι πεπνυμένα πάντα νοῆσαι, διότι ἐκπλήσσουσί με ἄλλοθεν ἄλλος· ὅ περ ἐκ μεταφορᾶς λέγει τῶν ἐπίτηδες διά τινος πληγῆς καὶ κρότου συγχεόντων τινά· οἳ καὶ οὕτω κατακρατηθέντες ἔμπληκτοι λέγονται καὶ ἔκπληκτοι. εἰ δὲ καὶ ὑπὸ βροντῆς αὐτὸ πάθοιεν, καὶ ἐμβρόντητοι καλοῦνται. ἀπὸ δὲ τοῦ ἐκπλήσσειν καὶ ἐκκρούεσθαί τις ἔργου λέγεται, καὶ ὁ κωλύων ἐκκρούει ἐκεῖνον. ὁ μέντοι παραπλὴξ ἄλλο τι δηλοῖ, ὡς προεδηλώθη. περὶ δὲ τοῦ ἐμπλήγδην ἐν τοῖς ἑξῆς δηλωθήσεται. (ῃερς.