Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
227.1.1
) ἦν δὲ Κίρκης ἐντολὴ μὴ θωρήσσεσθαι κατὰ Σκύλλης, ὃ περιφρονήσας Ὀδυσσεὺς κατέδυ κλυτὰ τεύχεα. (ῃερς. 228.) καὶ δύο δοῦρε μακρὰ ἐν χερσὶ λαβὼν δίκην ἀμφοτεροδεξίου εἰς ἴκρια νηὸς ἔβαινε πρώρης. ἔνθεν γάρ, φησιν, ἐδέγμην πρῶτα φανεῖσθαι Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμ' ἑτάροισιν, οὐδέ πῃ ἀθρῆσαι δυνάμην. (ῃερς. 232.) ἔκαμον δέ μοι ὄσσε πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην. ἃ δὴ χρήσιμα παρῳδηθῆναι, ὅτε σκοπευσάμενός τις ἐπὶ μακρὸν μὴ βλέπει τὸ ζητούμενον. (ῃερς. 230.) Ὅρα δὲ τὸ, ἴκρια πρώρης. οὐ γὰρ μόνον πρύμνης ἴκρια, ὡς καὶ προεγράφη, ἀλλ' ἰδοὺ καὶ πρώρης· ἑτέρωθι δὲ καὶ μέσον τῆς νηὸς ἔνθα οἱ ναῦται κοιμῶνται, ὡς δηλοῖ καὶ τὸ, νηὸς ἐπ' ἰκριόφιν καταλέξεται. (ῃερς. 226.) Ἀλεγεινὴν δὲ λέγει τὴν 2. 21 ῥηθεῖσαν ἐντολὴν τῆς Κίρκης, ὡς αὐτῷ τοιαύτην κριθεῖσαν. ἦν γὰρ ἀφόρητον αὐτῷ παριδεῖν τοὺς ἑταίρους ὀλλυμένους. (ῃερς. 231.) Πετραίην δὲ Σκύλλην ἔφη ὡς προσπεφυκυῖαν τῷ σκοπέλῳ, καθὰ πρὸ βραχέων γέγραπται. (ῃερς.

Intertext edge

Open linked passage

Note