Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
233.1.1
) ἐπεὶ δὲ τὸν οὐ σεμνὸν ἄνδρα ἐχρῆν μὴ ἐν λόγοις μόνοις ὕβριν ἔχειν, ἀλλὰ καὶ ἐν ἔργοις ἐνασχημονεῖν, ποιεῖ ὁ Μελανθεὺς οὕτω· καὶ ἅμα τῷ λόγῳ παριὼν ἔνθορεν ἀφραδίῃσιν ἰσχίῳ, οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν, (ῃερς. 235.) ἀλλ' ἔμεν' ἀσφαλέως, εἰ καὶ ἄλλως ἀρισφαλὴς ὡς εἴρηται ἡ ὁδός. καὶ μερμήριξε μὲν Ὀδυσσεὺς οἷα ὀρινθεὶς τὴν ψυχὴν, ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο, ἢ πρὸς γῆν ἐλάσειε κάρη ἀμˉφ' οὖδας ἀείρας, ἢ ἀμφουδεὶς ἀείρας, εἴτε ἐρείσας. ἀλλ' ἐπετόλμησε, φρεσὶ δ' ἔσχετο. καὶ ὁ ξεῖνος μὲν Ὀδυσσεὺς οὕτω ποιεῖ. (ῃερς. 239.) ὁ δὲ Εὔμαιος τὸν κακὸν ἀραῖς ἀμύνεται, ὡς εἰρήσεται. ἃ μέντοι πείσεται ὁ τὴν κορωνίδα τῆς ἀναιδίας ἐπιθεὶς Μελάνθιος, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται, ὅπου διὰ Εὐμαίου καὶ Τηλεμάχου ἀκρωτηριασθήσεται. (ῃερς. 218.) Σημείωσαι δὲ ὅπως καιροῦ λαβόμενος ὁ ποιητὴς, ὁποῖοι τινὲς αὐτῷ καὶ ἐν τοῖς ἑξῆς χορηγηθήσονται, κωμικεύεται διὰ μέσου τοῦ ἀναιδοῦς δούλου. καὶ ἀλλάξας ἑαυτὸν ποικιλίας χάριν οὐκέτι οὔτε σεμνὰ λαλεῖ οὔτε πρὸς σαφήνειαν, ἀλλ' ἐκτραχύνει θυμικῶς τὴν φράσιν. διὸ καὶ κατὰ κόμματα λαλεῖ, καὶ ἐννοίας ἐπινοεῖται δριμείας καὶ σκωπτικὰς, ἐπίτηδες κατά τινα διαστήματα καὶ τοιούτοις ἀρτύων τὴν ποίησιν αὐτοῦ. (ῃερς. 214.) Ἰστέον δὲ ὅτι ἀγλαΐα τις ἦν τῷ Μελανθίῳ καὶ τὸ μὴ αὐτὸν ἄγειν τὰς αἶγας, ἀλλὰ δύο ἕπεσθαι νομῆας αὐτῷ. Ὅτι δὲ ἔχαιρεν ἀγλαΐαις ὁ Μελάνθιος, ἐν τοῖς ἐφεξῆς φανεῖται. Ἰστέον δὲ ὅτι καὶ ἐν τοῖς ὕστερον Μελάνθιός τις ἱστόρηται ἀνὴρ ὀψοφάγος ἐπίῤῥητος, οὗ μέμνηται Ἀθήναιος, εἰπὼν ὅτι τὸν αὐτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισσότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου. ἔνθα ὅρα τὸ κνισσότερος δοκοῦν ἐκ τοῦ κνισσὸς παρῆχθαι, ὃν ἡ κοινὴ φράσις οἶδεν. εἰ δέ τις αἱροῖτο ἐκ τοῦ κνίσσος οὐδετέρου εἶναι αὐτὸ ἀναλογίας ἔξω, ἔστω οὕτω· δόξοι δ' ἂν καὶ ὡς προηγεῖται ὁ κάπρος τοῦ κάπριος, οὕτω καὶ ὁ μέλανθος τοῦ Μελάνθιος. ἐπίθετον δὲ Ποσειδῶνος ὁ μέλανθος· ὅ περ σύμβολον ἴσως ἦν τῶν κατὰ θάλατταν ἐπιθέτων ἀναπτυχθὲν, ἵνα ᾖ τὸ μὲν μέλανα διὰ τὸν μέλαντα πόντον, τὸ δὲ ἄνθος διὰ τὴν πολιὰν θάλασσαν. (ῃερς.
233.1.2
) Ὅτι λαλήσας δεόντως τῇ Πηνελόπῃ ὁ Τηλέμαχος, ἐφ' οἷς ἐκείνη αὐτὸν αἰτιᾶται διὰ τὸ αἰκισθῆναι τὸν ξένον, ἐπιφέρει καί τι νόημα δηλοῦν, ὡς ψεύδεται ἡ μήτηρ τὴν τοῦ ξείνου αἰκίαν. φησὶ γάρ· οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη, μνηστήρων ἰότητι. (ῃερς. 234.) ἅμα δὲ καὶ ὑπεραπολογεῖται τῶν μνηστήρων. εἶτα καὶ τὸ γενναιότερον ἐπάγων φησί· βίῃ δ' ὅ γε φέρτερος ἦεν, τουτέστι προφερέστερος ἦν τοῦ Ἴρου ὁ ξεῖνος κατὰ ἰσχύν. ὁ δὴ τοιοῦτος πῶς ἂν ᾐκίσθαι λέγοιτο; Καὶ σημείωσαι τὴν τοῦ Τηλεμάχου δεινότητα. Πηνελόπη μὲν γὰρ αἰκισθῆναι ἀληθῶς τὸν ξένον ἔφη, ὅτε σφέλας ἀφεὶς ὁ Ἀντίνοος ἔβαλεν αὐτόν. Τηλέμαχος δὲ, προσποιησάμενος λαθέσθαι, νοεῖ τὸν τῆς μητρὸς λόγον ἐπὶ τοῖς κατὰ τὸν Ἶρον καὶ τὸν ξεῖνον, ἐφ' οἷς οὐκ ἔστιν αἰκία τοῦ ξένου. ποιεῖ δὲ τοῦτο ἐπίτηδες, ἵνα παύσῃ τὸν θόρυβον, ὑπεραπολογησάμενος μὴ αἰκισθῆναι τὸν ξεῖνον. (ῃερς. 235.) εἶτα ἠρέμα κατὰ τῶν μνηστήρων αὖθις λέγων ἐπάγει· αἲ γὰρ οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ κατὰ τὸν Ἶρον, οἱ δ' ἔντοσθε δόμοιο, λέλυτο δὲ γυῖα ἑκάστου, ὡς νῦν Ἶρος ἐκεῖνος ἐπ' αὐλείῃσι θύρῃσιν ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς· οὐδ' ὀρθὸς στῆναι δύναται ποσὶν, οὐδὲ νέεσθαι οἴκαδε ὅπῃ οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται. (ῃερς. 237.) νεύειν δὲ κεφαλὰς ταυτόν ἐστι τῷ νευστάζειν, ὁποῖόν τι καὶ ἐπὶ Ἀμφινόμου τὸ νευστάζων κεφαλῇ. Τὸ δὲ δεδμημένοι, ἐπίτηδες κεῖται, ἵνα δηλοῖ ὄλεθρον τὸ, νεύοιεν κεφαλάς. ἄλλως γὰρ νεύει τις κεφαλῇ καὶ προκαλούμενός τινα ἢ κατανεύων ἐν τῷ ἐρωτηθῆναι. παραβολικὸν δὲ γνώρισμα τοῦ οὕτω νεύειν κεφαλὰς ἤγουν νευστάζειν κεφαλῇ τὸ κατὰ μέθην. διὸ ἐπήγαγε τὸ, μεθύοντι ἐοικὼς, ὃς οὐδ' ὀρθοῦσθαι δύναται. (ῃερς. 238.) Τὸ δὲ, λέλυτο δὲ γυῖα ἑκάστου, ταυτόν ἐστι τῷ λυθεῖεν, ὁριστικὸν μὲν ὂν, τεθὲν δὲ ἀντὶ εὐκτικοῦ, ἴσως δὲ καὶ ἀπὸ τοῦ λελύοιτο συγκέκοπται. Τὸ δὲ, ὅπῃ οἱ νόστος, ἑρμηνεία ἐστὶ τοῦ νέεσθαι οἴκαδε. νόστος γὰρ ἡ εἰς οἶκον ὑποστροφή. διὸ καὶ ἅμα παραθεὶς ἔφη νέεσθαι οἴκαδε ὅπῃ οἱ νόστος. (ῃερς. 246.) Ὅτι Εὐρύμαχος κολακεύων, ὡς εἰκὸς, τὴν Πηνελόπην φησίν· εἰ πάντες σε ἴδοιεν ἀν' Ἴασον Ἄργος Ἀχαιοὶ, πλείονές κεν μνηστῆρες ἐν δόμοις ἠῶθεν δαινύατο· ἐπεὶ περίεσσι γυναικῶν εἶδός τε μέγεθός τε, ἰδὲ φρένας ἔνδον ἐΐσας· ὥστε οὐδέν τι καινὸν ἐρᾶν σου ἡμᾶς τοὺς ἐγγὺς, εἴ γε καὶ οἱ ποῤῥωτέρω ἰδόντες σε τὸ αὐτὸ πάθοιεν ἂν ἡμῖν. Λέγει δὲ Ἴασον Ἄργος τὴν Πελοπόννησον ἀπὸ Ἰάσου βασιλέως, τοῦ τῆςἸοῦς, ὥς περ τὸ αὐτὸ καὶ Ἄργος διὰ τὸν πολλαχοῦ δηλούμενον πανόπτην Ἄργον. δῆλον δὲ καὶ ὅτι κατὰπολυωνυμίας λόγον καὶ ἵππιον ἐκλήθη τὸ αὐτὸ καὶ ἱππόβοτον καὶ Ἄργος Ἀχαιϊκόν· ἰδίως μέντοι καὶ ἡ Λακωνικὴ Ἀχαιϊκὸν Ἄργος ἐκλήθη, ὡς τὸ, ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ, τουτέστιν οὐκ ἦν ἐν τῆ Λακωνικῇ. ὡς δὲ οὐχ' ἓν Ἄργος, ἀλλὰ πολλὰ, καὶ ὡς νεώτεροι Μακεδόνες καὶ Θετταλοὶ Ἄργος καὶτὸ ἁπλῶς πεδίον φασὶ, καὶ ἐν ἄλλοις δεδήλωται. ὡς δὲ καὶ Ἀπία γῆ ἐκλήθη ποτὲ ἡ Πελοπόννησος ἀπὸ Ἄπιδός τινος ἢ Ἄπεως, ἐδηλώθη που καὶ αὐτό. ἐνταῦθα δὲ θετέον καὶ ὅτι Ἀπία ἐκείνη λεχθῆναι ἱστόρηται καὶ διὰ τὸ ἐπιδαψιλεύειν, φασὶν, ἐν αὐτῇ τὸ φυτὸν, ὃ δηλαδὴ τοὺς ἀπίους φέρει. τινὲς δὲ Ἴασον Ἄργος ἐνταῦθα ὡς ἀπὸ μέρους τὴν ὅλην Ἑλλάδα νοοῦσιν. ἀπολογία δέ τις κολακικὴ τῷ Εὐρυμάχῳ τὸ λεχθὲν ὑπὲρ τῶν ὅλων μνηστήρων, ὡς μηδέν τι ποιούντων παρά γε τὸ εἰκὸς, εἰ γυναῖκα τοιαύτην εὑρόντες παραμένοιεν, ἣν καὶ ἄλλοι ἰδόντες ποιήσαιεν ἂν τὸ ὅμοιον. χαρίεις δὲ ὁ λόγος τῷ Εὐρυμάχῳ καὶ διὰ τὸ ἐν ὀλιγίστῳ εἰρῆσθαι καὶ ἔχειν οὕτω τὸ εὐμνημόνευτον. Ἐν δὲ τῷ, ἀν' Ἴασον, λείπει ἄρθρον πληθυντικὸν, ἵνα λέγῃ, ὡς εἰ καὶ πάντες σε ἴδοιεν οἱ ἀνὰ τὸ Ἴασον Ἄργος. (ῃερς. 251.) Ὅτι Πηνελόπη ἐπαινεθεῖσα παρὰ τοῦ Εὐρυμάχου φησίν· ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσε θεὸς, ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ἦεν Ὀδυσσεύς. εἰ κεῖνός γ' ἐλθὼν τὸν ἐμὸν βίονἀμφιπολεύοι, μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω. ἐνταῦθα δὲ νοητέον, οἷος ἂν εἰς τὸν ἀγῶναγενήσεται Ὀδυσσεὺς τοιαύτης πειρώμενος τῆς γυναικός· ἢ πάντως αἱρήσεται θανεῖν αὐτὸς, εἰ μὴ ταχὺ τοῦτο οἱ μνηστῆρες πάθοιεν. καὶ ἄλλως δὲ θεωρῆσαι ταῦτά τε καὶ τὰ εὐθὺς ἐφεξῆς· (ῃερς. 255.) ἐπαινεῖ ἑαυτὴν ἡ γυνὴ φιλοκάλως εἰς ἐπίτασιν κάλλους ὑπερβαίνουσα τὰ τοῦ Εὐρυμάχου. εἰ γὰρ νῦν πασῶν περίεστιν, οἵα ἦν ἄρα τὸν ἄνδρα ἔχουσα; καὶ τὸν Ὀδυσσέα δὲ ἐπαινέσασα καὶ ἐρωτικῶς ἐκείνου ἔχειν φαμένη ἀντερᾶται εἰς πλέον· καὶ οὕτω πάλιν προσερεθίζεται Ὀδυσσεὺς ταχὺ ἐπεισπεσεῖν τοῖς μνηστῆρσι. προκαταβάλλεται δ' ἐν τούτοις ὁ ποιητὴς καὶ ἀρχὰς τῶν εἰσαύριον. εἰ γὰρ ἤδη τετύπωκεν ἡ γυνὴ γήμασθαι, πιθανῶς ἄρα τὰ τῆς αὔριον προβήσεται. πιθανολογεῖται δὲ καὶ ἡ τῶν δώρων ζήτησις καὶ ἡ τῶν μνηστήρων εἰς τὸ δοῦναι προθυμία, εἴ περ ἤδη ἐθέλει αὐτὴ ἄνδρα λαβεῖν. (ῃερς. 251.) Ἀρετὴν δ' ἐνταῦθα οὐ μίαν τινὰ λέγει, ἀλλὰ τὸ εὔδαιμον τῆς ζωῆς καὶ μακαριστὸν ἢ καὶ πᾶσαν γυναικὸς δεξιότητα, οὐ μόνον τὴν κατὰ φρένας, ὡς Εὐρύμαχος εἶπεν, ἀλλὰ καὶ τὴν κατὰ ἔργα καὶ οἰκονομίαν καὶ ὅσα τοιαῦτα. (ῃερς. 256.) Ὅτι πένθιμον τὸ, νῦν δ' ἄχομαι, τόσα γάρ μοι ἐπέσσευε κακὰ δαίμων. Ὅτι ἐπισπεύδων ἤδη τὴν μνηστηροκτονίαν ὁ ποιητὴς πλάττει τὴν Πηνελόπην λέγουσαν οὕτως· ἦ μὲν δὴ, ὅτε ἀπέπλεεν Ὀδυσσεὺς, δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα, προσηύδα· ὦ γύναι, οὐ γὰρ ὀΐομαι Ἀχαιοὺς ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι. (ῃερς. 261.) καὶ γὰρ Τρῶας φασὶ μαχητὰς ἔμμεναι ἄνδρας, ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν, ἤγουν ὀϊστευτὰς, ἵππων τ' ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο. τῷ οὐκ οἶδ' εἴ κέν μ' ἀνέσει θεὸς ἤ κεν ἁλώω αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δ' ἐνθάδε πάντα μελόντων, μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν, ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος. αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι, οὗ περ αὐτὴν πρὸ βραχέων καὶ ἡ Εὐρυνόμη ἀνέμνησε, γήμασθ', ᾧ κ' ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα. κεῖνός θ' ὣς ἀγόρευε. τὰ δὴ νῦν πάντα τελεῖται. νὺξ δ' ἔσται, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, τῆς τε θεὸς ὄλβον ἀπηύρα. (ῃερς.

Intertext edge

Open linked passage

Note