Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
234.1.1
) Ὅτι εἰπὼν, ἡμεῖς δὲ στεινωπὸν ἀνεπλέομεν γοόωντες, καὶ θέλων ἑρμηνεῦσαι τί λέγει στεινωπὸν, ἐπάγει· ἔνθεν μὲν γὰρ Σκύλλα, ἑτέρωθι δὲ δῖα Χάρυβδις, δεινὸν ἀνεῤῥοίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ, ἵνα εἴη στεινωπὸς ὁ στενὸς πορθμὸς ὁ μεταξὺ Σκύλλης καὶ Χαρύβδεως, οὗ τὴν στενότητα καὶ πρὸ ὀλίγων ἐδήλωσεν ὁ ποιητὴς ἐν τῷ πλησίον ἀλλήλων τοὺς σκοπέλους εἰπεῖν. καὶ νῦν μὲν οὕτως. οἱ δὲ
234.2.1
Ὅμηρον καὶ ἐπὶ ῥυμοτομιῶν καὶ ἀγυιῶν τὴν λέξιν τιθέασιν, ἔνθα δηλαδὴ ἀποστενοῦνται ὦπες οἱ τῶν βλεπόντων, διὰ τὰ ἔνθεν καὶ ἐκεῖθεν οἰκοδομήματα ἢ ἄλλως ἐξαναστήματα. ὥς περ οὖν πάλιν ἐν τοῖς μὴ τοιούτοις πλατύνεται τὸ βλέπειν, ὅθεν καὶ εὐρωπὸν σπήλαιόν τις ἔφη τὸ πλατὺ ἀπεναντίας τῷ στενωπῷ. (ῃερς. 236) Τὸ δὲ ἀνεῤῥοίβδησεν ἀνηκόντισεν ἑρμηνεύουσί τινες τῶν παλαιῶν. ἴσως δὲ οὐ καλῶς διὰ τὰ προῤῥηθέντα, ἐν οἷς ὁ ποιητὴς τὸ μὲν ἐξακοντίζεσθαι τὸ τοιοῦτον ὕδωρ ἀνιέναι εἶπεν, ἀναροιβδεῖν δὲ τὸ καταπίνεσθαι. εἰς τοῦτο δὲ χρήσιμον καὶ Μνησιμάχου τοῦ κωμικοῦ τὸ, κρατὴρ δ' ἐξεῤῥοίβδητ' οἴνου, ἶσον ὂν τῷ, ἐξηντλήθη καὶ ἔξω πίθου ἐφάνη. (ῃερς. 237.) Ὅτι τὸ, ὡς ἐῤῥέθη, ἀναπωτικὸν τῆς Χαρύβδεως ἑρμηνεύων ὁ ποιητής φησιν οὕτως· ἤτοι ὅτ' ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ πᾶσ' ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ' ἄχνη ἄκροισι σκοπέλοισιν ἐπ' ἀμφοτέροισιν ἔπιπτεν. ἀλλ' ὅτ' ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, πᾶσ' ἐντὸς φάνεσκε κυκωμένη. ἀμφὶ δὲ πέτρη δεινὸν ἐβεβρύχει. ὑπένερθε δὲ γαῖα φάνεσκε ψάμμῳ κυανέῃ. τοὺς δὲ χλωρὸν δέος ᾕρει. (ῃερς. 236.) Ὅ περ καὶ αὐτὸ καθὰ καὶ τὸ, δεινὸν ἀνεῤῥοίβδησεν, αἰνίττεται φοβερὸν εἶναι τὸ χωρίον τοῦτο γραφῆς, ὥς περ τότε γινόμενον, οὕτω καὶ ὑπὸ τοῦ ποιητοῦ φραζόμενον. ἐν ᾧ καὶ ἡ ἐξ ὀνοματοποιϊῶν τραχυφωνία σεμνῶς καὶ δεινῶς ἐπιτετήδευται διὰ τοῦ ἀναῤῥοιβδεῖν, καὶ μορμύρειν, καὶ ἀναβρόχειν, καὶ βεβρυχέναι, καὶ τῶν λοιπῶν. (ῃερς. 237.) Ὅρα δὲ τὸ ἐξεμέσειεν, ὃ πρὸ τούτων ἀνιέναι εἶπεν ἐν τῷ, τρὶς μὲν γάρ τ' ἀνίησιν. ἔστι δὲ τὸ ἐξεμεῖν ὑψηλότερον καὶ πρέπον χωρίῳ δεινῷ. καὶ ἦν μὲν προσφυὲς ἐν τούτοις προσθεῖναί που καὶ τὸ ἐρεύγεσθαι, ἀκολούθως τῷ ἐξεμεῖν, οὐχ' εἵλετο δὲ ὁ ποιητής. Ἡ δὲ ἀπὸ τοῦ λέβητος παραβολὴ μικροπρεπὴς μὲν, πάνυ δὲ διασαφητικὴ τοῦ πράγματος. καὶ αὐτὸς γὰρ πνεύματι κυκώμενος ἀναζέει καὶ βράζεται. καὶ τὸ ὕδωρ δὲ τοῦτο πνεύματι ἀνωθούμενον βιαιοτάτῳ, καθὰ καὶ προδεδήλωται, ἀναμορμύρει αἰρόμενον ὑψοῦ, ὡς τὴν αὐτοῦ ἄχνην καὶ τοῦ ὑψηλοτάτου σκοπέλου καθικνεῖσθαι. (ῃερ. 238.) καίριον δὲ τὸ κυκᾶσθαι ἐν τούτοις, διὸ καὶ δὶς εἴρηται. Τοῦ δὲ μορμύρειν ἡ παραγωγὴ ὁμοία τῇ τοῦ μαρμαίρειν, ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. (ῃερς. 240.) Τὸ δὲ ἀναβρόξειε ταυτόν ἐστι τῷ ἀναῤῥοιβδεῖν. ἄμφω δὲ ἶσον δύναται τῷ ἀναῤῥοφεῖν, ὡς καὶ προδεδήλωται. τραχυφωνότερον δὲ τούτου τὸ ἀναμορμύρειν, ἐξ οὗ καὶ ἡ μυθικὴ Μορμὼ πλάττεται, δαιμόνιόν τι φοβερόν. Θέμα δὲ τοῦ ἀναβρόξειεν ἄχρηστον τὸ βρόχω, ἐξ οὗ καὶ ὁ βρόχθος ἐπὶ λαιμοῦ, (ῃερς. 239.) καὶ βροχθίζειν τὸ διὰ τοῦ τοιούτου βρόχθου προάγειν. (ῃερς. 238.) Τὸ δὲ ἄκροισι, καὶ τὸ σκοπέλοισι, καὶ τὸ ἀμφοτέροισι, διαγελᾷ τῇ παρισώσει ὡς ἂν μὴ διόλου σκυθρωπὸν εἴη τὸ χωρίον. Ἔχει δέ τι κάλλους καὶ τὸ, ἀναμορμύρεσκε καὶ φάνεσκεν, εἰ καὶ μακρὰν ἀλλήλων κεῖνται. (ῃερς. 244.) Ὅτι τῶν περὶ Ὀδυσσέα πρὸς τὴν Χάρυβδιν ἀπιδόντων, ὅτε ἀνεῤῥοίβδησε δηλαδὴ ἐξεμοῦσαν γὰρ, ὕστερον μόνος ἰδὼν Ὀδυσσεὺς πεπείραται ὧν ἄρτι ἀφήγηται, (ῃερς. 245.) τόφρα Σκύλλη κοίλης ἐκ νηὸς ἑτάρους ἓξ ἕλετο, ὥς περ ἐπιλέγδην ἑλοῦσα ἐκείνους, καθὰ δηλοῖ καὶ τὸ ἕλετο τουτέστιν ἐξαιρέτους ἔλαβε. διὸ ἑρμηνεύων ἐπάγει· οἳ χερσί τε βίῃφί τε φέρτεροι ἦσαν. οἳ καὶ ὑψόσε ἀειρόμενοι ἐμέ, φησι, φθέγγοντο καλεῦντες ἐξονομακλήδην, τό τ' ὕστατον ἀχνύμενοι κῆρ. καὶ οὐ νῦν μόνον, ἀλλὰ καὶ ὅτε αὐτοῦ εἰνὶ θύρῃσι κατήσθιε κεκλήγοντας, χεῖρας ἐμοί, φησιν, ὤρεγον. (ῃερς. 258.) ἐφ' οἷς ἐλεεινολογίαν τῷ φρικτῷ διηγήματι ἐπιπλέκων φησίν· οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι πάντων ὅσσ' ἐμόγησα οὐχ' ἁπλῶς, ἀλλὰ πόρους ἁλὸς ἐξερεείνων. καὶ ἔστι τοῦτο θεωρία τις Ὁμηρικὴ, παρασημειωμένου τοῦ ποιητοῦ καὶ οἴκτου πολύ τι ἐνεῖναι τῷ παρόντι ἀφηγήματι, ὡς παρακεῖσθαι ἀλλήλοις ἄνω μὲν δεινὸν χωρίον, ἐνταῦθα δὲ ἐλεεινόν. (ῃερς. 245.) Ὅτι δὲ τὸ Σκύλλη κοίλης ἐκ νηὸς παρηχεῖν δοκεῖ, γέγραπται οὐ πρὸ πολλῶν. τοιοῦτον δέ τι καὶ ἐν τοῖς τοῦ Ἀθηναίου τὸ, κοίλη κύλιξ. (ῃερς. 256.) Ὅτι δὲ καὶ τὸ κεκλήγοντας, καθὰ τὸ πεπλήγοντας Συρακούσιοι λέγουσιν, ἐδηλώθη που καὶ αὐτό. (ῃερς. 251.) Ὅτι παραβολικῶς δηλῶν 2. 22 ὁ ποιητὴς ὅπως ῥᾷον ἡ Σκύλλα τοὺς τοῦ Ὀδυσσέως ἑταίρους ἄνω ἤγαγε ταῖς περιμήκεσι δειραῖς, φησίν· (ῃερς. 252.) ὡς δ' ὅτε ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ ἰχθύσιν οὐ μεγάλοις τισὶν ἀλλὰ τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων, ἤγουν βρώματά τινα δέλεαρ καταβάλλων, ὅ ἐστι ῥίπτων, ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, ἀσπαίροντα δ' ἔπειτα λαβὼν ἔῤῥιψε θύραζε, ὣς οἵ γ' ἀσπαίροντες ἀείροντο ποτὶ πέτρας, ἤτοι ἀέριοι ἐκουφίζοντο φερόμενοι. καὶ ἔστιν ἡ παραβολὴ αὕτη ἔχουσά τι γλυκύτητος, οὐ μόνον ὡς παραβολὴ ἁπλῶς, ἀλλὰ καὶ ὡς τοιαύτη παραβολὴ, σκυθρωπὸν δηλαδὴ ἔχουσα οὐδὲν, ἀλλ' ἐξ ὕλης οὖσα γλυκείας. τοιαῦτα γὰρ καὶ τὰ θηρατικὰ διηγήματα. ἐχρῆν δὲ πάντως τὸν Ὀδυσσέα νῦν ἀδειάζοντα οὕτω φράζειν πρὸς τοὺς τρυφῶντας Φαίακας, ἵνα μὴ τὸ παθητικὸν τοῦ λόγου ἄκρατον ὂν ἀποκναίη ἐκείνους εἰς ἀκρόασιν. (ῃερς. 251.) Ὅρα δὲ ὡς πρόβολον τὸν προβλῆτα λίθον λέγει, ὅθεν λαβόντες οἱ μεθ' Ὅμηρον καὶ τὸν σύμμαχον πρόβολον τροπικῶς λέγουσι. Ῥάβδῳ δὲ ἁλιεύοντα παράγει, ὡς ἀσφαλέστερον ὂν τοῦτο τοῦ καλάμοις ἁλιεύειν, καὶ διατοῦτο προσφυέστερον ταῖς δειραῖς τῆς Σκύλλης. ὁ γὰρ κάλαμος εὐσύντριπτός ἐστι, καὶ μάλισθ' ὅταν μέγα τι ἀνέλκῃ. (ῃερς. 252.) Ὀλίγους δὲ ἰχθύας οὐ τῷ πλήθει κατὰ διωρισμένον ποσὸν, ἀλλὰ τοὺς μικρούς. καὶ ἔστι πολλαχοῦ χρῆσις τῆς τοιαύτης σημασίας παρὰ τῷ ποιητῇ. παλαιὸς δὲ ὁ γράψας, ὅτι ὅλος μὲν ἐπὶ πηλικότητος τάσσεται καὶ ἐφ' ἑνὸς ἀνθρώπου ἢ ἁπλῶς ζῴου, πᾶς δὲ ἐπὶ ποσότητος καὶ πολλῶν· ὁ λέγων οὖν ὅλος ἄνθρωπος ἓν λέγει σῶμα· ὁ δὲ λέγων πᾶς ἄνθρωπος πλείους δηλοῖ· ἔτι δὲ δηλώσας καὶ ὅτι μέγας μὲν ἐπὶ πηλικότητος, πολὺς δὲ ἐπὶ ποσότητος· διὸ τὸ, ποία ὥρα ἤτοι πόση, ἀκυρολογεῖται, λέγει καὶ ὅτι μικρὸς μὲν ἐπὶ πηλικότητος, ἤγουν μεγέθους, ὀλίγος δὲ ἐπὶ ποσότητος, καὶ τηλικοῦτος μὲν ἐπὶ πηλικότητος, τοσοῦτος δὲ ἐπὶ ποσότητος. Ὅμηρος δ' ἐναλλάσσει, καί σε τοσοῦτον ἔθηκά φησι ἀντὶ τοῦ τηλικοῦτον· καὶ, ἰχθύσιν ὀλίγοις ἤγουν μικροῖς· καὶ, ὀλίγος ἐὼν ἤγουν μικρός. Ἰστέον δὲ ὅτι ὁ παντελῶς ὀλίγος ἰχθὺς ἄπιχθυς ἐλέγετο παρὰ τοῖς παλαιοῖς καὶ ἐδήλου τὸν μὴ ἐσθιόμενον. καὶ φέρουσιν ἐκεῖνοι χρῆσιν εἰς τοῦτο ἐκ τοῦ κωμικοῦ. ἐν μέντοι τῷ περὶ ὀνομασίας ἡλικιῶν τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ὅτι ἀπίχθυες κατά τινας οἱ μὴ ἐσθίοντες ἰχθῦς, καὶ φέρει ἐκεῖνος καὶ Ἀριστοφάνους χρῆσιν ἐξ Ἐρεχθέως ταύτην· τοὐνθένδεν ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ. προάγει δὲ καὶ ἄλλας λέξεις, ἐν αἷς ὁμοία ἐμφαίνεται σημασία τῆς ἀπˉο προθέσεως, ἀποίνους γάρ φησι θυσίας καλεῖσθαι τὰς νηφαλίους, καὶ ἀποβώμια δέ τινα ἱερὰ ὧν οὐκ ἐπὶ βωμοῦ ὁ καθαγισμὸς ἀλλ' ἐπὶ ἐδάφους. Ὅρα δὲ κἀνταῦθα ἰχθυοφαγίαν παλαιὰν, ὡς καὶ πρὸ τούτων, ὅπου ἤσθιόν τινες ὅ, τι φίλας χεῖρας ἵκοιτο. εἰ καὶ Εὔβουλος κωμικώτερον παίζων φησίν· ἰχθὺν δὲ ποῦ Ὅμηρος ἐσθίοντα εἴρηκέ τινα τῶν Ἀχαιῶν; καὶ λέγει μὲν ἐκεῖνος ἀληθῶς. οὐδαμοῦ γὰρ προσώπῳ ἡρωϊκῷ τροφὴν ἐξ ἰχθύων διεσκεύασεν. ἄλλως μέντοι νοεῖται ὡς καὶ ἰχθυοφάγουν κατ' ἀνάγκην οἱ ἥρωες. εἰ δὲ μὴ ἰχθυοφάγουν οἱ Πυθαγορισταὶ ὕστερον, οὐδὲν αὐτὸ πρὸς τὰ πάλαι ἡρωϊκά. ἦν δὲ τοῖς Πυθαγορισταῖς ἀπειρημένον τὸ ἰχθυοφαγεῖν εἰς σύμβολον τοῦ ἐχεμυθεῖν. ἐπειδὴ θεῖον ἡγοῦντο τὴν σιωπήν. σιγηλὸν γὰρ ὁ ἰχθὺς διχά γε τοῦ σκάρου. διὸ καὶ ἔλλοψ ἐῤῥέθη διὰ τὸ ἴλλεσθαι ὅ πέρ ἐστιν ἐκβάλλεσθαι, ἐκκλείεσθαι, στερεῖσθαι ὀπός. καθολικὸν γὰρ ὁ ἔλλοψ ἐπὶ πάντων ἰχθύων, καθὰ καὶ ὁ μέροψ ἐπὶ ἀνθρώπων. εἰ καὶ ἰδίως ἰχθύς τις ἔλλοψ καλεῖται, καθὰ καὶ ἄνθρωπός τις Μέροψ, ὁ καὶ παρὰ τῷ ποιητῇ. ὅτι δὲ καὶ κύριον ὄνομα ἰχθὺς παρὰ τοῖς παλαιοῖς, ὁ Ἀθήναιος λέγει, προσιστορῶν καὶ μὴ μόνον τὸν σκάρον φθέγγεσθαι. γράφει γὰρ οὕτω· πολλαχοῦ εὑρίσκονται ὀρυκτοὶ ἰχθύες, ζῶντες κατὰ τόπους, οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντας, οὔτε θερμῶν ναμάτων, τὸ καινότατον, ξενίζει δὲ καὶ τὸ, τοὺς ἐν Κλείτορι ποταμῷ Ἀρκαδίας περὶ τὸν Λάδωνα ἰχθύας φθέγγεσθαι, καί τοι Ἀριστοτέλους εἰπόντος μόνον σκάρον φθέγγεσθαι καὶ τὸν ποτάμιον χοῖρον. καὶ ἐν Ἀόρνῳ δὲ ποταμῷ ἰχθύες οἳ καλοῦνται ποικιλίαι φθέγγονται οἷα κίχλαι. δοκεῖ δὲ ὁ εἰρημένος σκάρος ὡς ἡ σκαρὶς ἐκ τοῦ σκαίρειν γίνεσθαι, ὡς καὶ ἀπὸ τοῦ σπαίρειν ὁ σπάρος. οὓς ὑπερφιλῶν τις ἔγραψεν· ἁλιεύομεν σπάρους καὶ σκάρους, τῶν, ἤγουν ὧν τινῶν, οὐδὲ τὸ σκῶρ θεμιτὸν ἐκβαλεῖν θεοί. Ἐτυμολογία δὲ ἰχθύος ἐκ τοῦ ἷγμαι ἷξαι ἷκται, τραπέντων τῶν δύο ψιλῶν συμφώνων εἰς τὰ σφῶν ἀντίστοιχα, καὶ ἀκολούθως ψιλωθέντος καὶ τοῦ κατάρχοντος ἰῶτα διὰ τὸ ἐπαγόμενον δασὺ ˉχ, οὗ περ οὐ δύναται προκεῖσθαι δασεῖα, δίχα γε τοῦ ᾗχι ὅ πέρ ἐστιν ὅπου. Ὅτι δὲ τοὺς ἰχθῦς ἅπαντας Ἐμπεδοκλῆς καμασήνας λέγει, καὶ διατί, καὶ ὅτι φιλόκρεως ἀνὴρ εἴποι ἂν τὸ, μηδέ ποτ' ἰχθὺν ὦ 2. 23 Δευκαλίων μήδ' ἂν αἰτῶ παραθῇς, καὶ ὅτι ἐν Λυκίᾳ καὶ ἰχθυομάντεις ἦσαν τινὲς, παρ' οἷς ὁ ἱερεὺς χρησμοὺς ἐδίδου, ὀρφῶν φαινομένων ἢ φαλλαινῶν ἢ πρηστίδων μεγάλων τε καὶ πολλῶν, καὶ ὅτι τῶν εἰρημένων ὀρφῶν ἡ εὐθεῖα ἡ κατὰ τὰ ἑνικὰ διφορεῖται, καθὰ καὶ ὁ λαγὸς, κατὰ δέ τινας καὶ ὁ ταὸς, ἔτι δὲ καὶ ὁ κάλος, καὶ ὅτι τοῦ ὀρφὸς, ὃ γράφεται διὰ τοῦ ˉο μικροῦ, χρῆσις ἐν τῷ, ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βορὰν, καὶ ὅτι ὁ νέος ὀρφὸς ὑπ' ἐνίων ὀρφακίνης ὑποκοριστικῷ τύπῳ καλεῖται, ὡς ἀπὸ τοῦ ὄρφαξ ὄρφακος ὡς μείρακος, καὶ ὅτι τοὺς μὴ κατὰ τὸν Ὅμηρον εἰπεῖν ὀλίγους ἰχθύας, ἀλλὰ δηλαδὴ μεγάλους, νενομηκέναι τις εἶπεν ἀνθρωποφάγους ἰχθῦς διὰ τὸ πολυδάπανον τῶν ἐξωνουμένων αὐτοὺς, ἕτερος δέ τις, θεοὺς τοὺς τοιούτους ὠνόμασε διὰ τὸ πολύτιμον, οἷον, ἀνθίαν, λάβρακα, καὶ τοὺς λοιποὺς, καὶ ὅτι βόες περί που τὴν Θρᾴκην ἰχθύας ἤσθιον παραβαλλομένους αὐτοῖς ἐς τὰς φάτνας, καὶ ὅτι Ἐφίππου τοῦ ποιητοῦ τὸ, φράζε ἰχθῦς φρονοῦντας μή μοι βρέφη, ἀνδρός ἐστι λόγος φιλοῦντος μὲν τοὺς μείζονας, ἐκφαυλίζοντος δὲ τὰ ἰχθύδια, καὶ ὅτι πολλοὶ ἱστοροῦνται φιλίχθυες ἐν τοῖς τοῦ Ἀθηναίου ἔστιν εὑρεῖν, παρ' ᾧ κεῖται καὶ ὅτι αἱ Δηλιάδες, ἤγουν αἱ κατὰ τὴν Δῆλον νῆσον γυναῖκες, θύουσαι τῇ Βριζοῖ, αὕτη δ' ἐστὶν ἡ ἐν ὕπνῳ μάντις, προσφέρουσιν αὐτῇ σκάφας πλήρεις ἁπάντων ἀγαθῶν, διὰ τὸ εὔχεσθαι αὐτήν, φησι, καὶ ὑπὲρ πλοίων σωτηρίας. Ἔνθα ὅρα τὸ Βριζὼ ὡς ἡ Σαπφὼ κύριον δῆθεν ὄνομα. ὃ χρήσιμον εἰς τὸ βρίζειν ἤγουν μετὰ βορὰν κοιμᾶσθαι, οὗ χρῆσις καὶ
234.3.1
Ὁμήρῳ. ὁ αὐτὸς δὲ ῥήτωρ καὶ ἄλλως ἰχθύας ἀποσεμνύνων ὡς θεοῖς φίλους φησὶ πένητες, οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος, οὐδὲ κρανίον λάβρακος, οὐδὲ γόγγρον, οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς. Ἐν οἷς ὅρα τὸ θύννακος ὑποκορισθὲν ὁμοίως τῷ ὄρφακος. ἔτι ἐκεῖνος παρῳδίαν ποιῶν ἐπὶ ὁμοίᾳ ἐννοίᾳ φησί· θυννίδα κἂν ξηρὰν ἐθέλῃς ἐσθίειν, γενναῖαι πέλονται, ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὁμοῖαι. ἂν δ' ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη. δῆλον δ' ὅτι παρὰ τὸ θύνω τὸ ὁρμῶ, διπλωθέντος τοῦ ἀμεταβόλου, γίνεται ὁ θύννος. καὶ ὅτι ῥῆμα ὁ Λουκιανὸς ἐξ αὐτοῦ παίζων παρήγαγε τὸ ἀποθυννίζεσθαι ἤγουν περιφρονεῖσθαι, ὡς τοῦ θύννου μὴ σπουδαστοῦ ἰχθύος ὄντος, εἰ καὶ ἄλλοι πάνυ σεμνύνουσιν αὐτόν. Δόλος δὲ παρὰ τὸ δέλω γίνεται, ἀφ' οὗ καὶ τὸ δέλεαρ καὶ τὸ ὡς λεβήτιον, οὕτω καὶ δελήτιον. (ῃερς. 253.) Κέρας δὲ βοὸς κεράτινόν, φασι, λέγει συρίγγιον προτιθέμενον τοῦ ἀγκίστρου εἰς ἀσφάλειαν τῆς ὁρμιᾶς. καὶ ἄλλως δὲ φράσαι τὸ αὐτὸ κατὰ τοὺς παλαιοὺς, εἰώθασιν οἱ ἁλιεῖς μεταξὺ τοῦ ἀγκίστρου καὶ τῆς σπάρτου, κέρας βόεον προσάπτειν, ἵνα καταπιόντες τὸ ἄγκιστρον οἱ ἰχθύες μὴ ἀποτρώγωσι τὴν σπάρτον. ἕτεροι δὲ κέρας τὴν τρίχα εἶπον. γέγραπται δὲ περὶ τοῦ τοιούτου κέρατος ἐν τῇ Ἰλιάδι πλατύτερον. (ῃερς. 254.) Τὸ δὲ ἀσπαίροντα ἐλλειπτικῶς ἔχει· λείπει γὰρ τὸ ἰχθὺν, νοούμενον δηλαδὴ ἀπὸ κοινοῦ. ἔστι δὲ συνήθως ἀσπαίρειν τὸ σπᾶσθαι καὶ ἐπωδύνως κινεῖσθαι. Ἐν δὲ τῷ, ποτὶ πέτρας, ἢ συνήθης τῷ ποιητῇ ἐστὶ πλεονασμὸς τῆς μιᾶς εἰς πολλὰς, ἢ πρὸς ἀλήθειαν τὴν τοῦ σκοπέλου φύσιν λέγει, ὡς τῇ ῥωχμώδει διαθέσει διαιρουμένου εἰς πέτρας πολλάς. (ῃερς. 246.) Ἰστέον δὲ ὅτι οἱ παλαιοὶ καὶ ὀνόματα τῶν ἁρπασθέντων ἀφῆκαν τοῖς μετ' αὐτοὺς ταῦτα· Στήσιον, Ὁρμένιον, Ἀμφίνομον, Ἄγχιμον, Ὄρνυτον, καὶ Σίνωπον, οὗ πρὸς ὁμοιότητἡρωῒς Σινώπη, ἀφ' ἧς ὁμωνύμως ἡ κατὰ Σινώπην χερόννησος. (ῃερς. 260.) Ὅτι ἐν τῷ, ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν, Σκύλλην τε, αὐτίκ' ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον ἱκόμεθα, τὴν τοῦ Ἡλίου δηλαδὴ, συνεχεῖς ἀλλήλοις τόπους ἱστορεῖ, ὡς εἶναι ταῦτα πάντα περὶ τοὺς κατὰ Σικελίαν τόπους. (ῃερς. 261.) ἔπαινος δὲ τῆς νήσου ταύτης οὐ μόνον τὸ ἀμύμονα εἶναι, ἀλλὰ καὶ τὸ Ἡλίου νῆσον λέγεσθαι. οὕτω δὲ καὶ ἡ Ῥόδος Ἡλίῳ ἀνεῖται κατὰ Πίνδαρον. καλὴ δὲ ὡς εἰκὸς οὖσα Ἡλίουεἶναι λέγεται, ὃς χαίρει τοῖς καλοῖς· οὗ καὶ αἱ βόες τοιαῦται, ὡς δηλοῖ τὸ, καλαὶ βόες εὐρυμέτωποι. (ῃερς. 265.) Ὅτι κυριολεκτῶν λέγει μυκηθμὸν ἀκοῦσαι βοῶν αὐλιζομενάων οἰῶν τε βληχήν. μυκῶνται μὲν γὰρ αἱ βόες, βληχᾶται δὲ ὄϊς. εἰ δέ που ἐν Ἰλιάδι ἐπὶ προβάτου καὶ αἰγῶν κεῖται κοινῶς ὁμοῦ τὸ μηκᾶσθαι, συλληπτικὸς ὁ τρόπος ἐκεῖ. αἶγες γὰρ κυρίως μηκῶνται, προβάτων δὲ οὐκ ἔστι τοῦτο, ἀλλ' ἡ βληχή. Ἰστέον δὲ ὅτι μάλιστα τὸ βὴ φωνῆς προβάτων ἐστὶ σημαντικόν. καὶ φέρεται παρὰ Αἰλίω Διονυσίῳ καὶ χρῆσις Κρατίνου τοιαύτη· ὅδ' ἠλίθιος ὥς περ πρόβατον βὴ βὴ λέγων βαδίζει. καὶ εἰκὸς καὶ τὴν βληχὴν ἐκ τοῦ τοιούτου βὴ παρῆχθαι κατὰ πλεονασμὸν τοῦ ˉλ, ἵνα ᾖ βληχὴ ὁ τοῦ βὴ ἦχος. αὐλιζόμεναι δὲ βόες αἱ μὴ ἄγριαι, ἀλλὰ αἱ κατὰ ἔπαυλιν. διὸ καὶ οὐ τῆλε νηὸς τῆς κατὰ τὸν 2. 24 Ὀδυσσέα ἐβόσκοντο, ἡμέρως ὡς εἰκὸς ἔχουσαι καὶ διατοῦτο καὶ ῥᾷον κατασχεθεῖσαι καὶ ἀθορύβως ὡς μηδέν τι γνῶναι τὸν Ὀδυσσέα. Ὅτι τὸ ἐνθυμηθῆναι ἐμπεσεῖν θυμῷ λέγει ἐν τῷ, καί μοι ἔπος ἔμπεσε θυμῷ μάντιος ἀλαοῦ. (ῃερς. 269.) Ὅτι δὶς ἐνταῦθα τερψίμβροτον λέγει τὸν Ἥλιον ὁ Ὀδυσσεὺς, αἰνιττόμενος ὡς οὐκ ἐχρῆν αὐτὸν λύπην πρὸς βροτῶν πάσχειν οὓς αὐτὸς τέρπει. ὅθεν οἱ τοῦ Ὀδυσσέως ἑταῖροι λυπήσαντες αὐτὸν εἰκότως ὤλοντο. (ῃερς. 275.) Ὅτι πρόῤῥησιν κακοῦ ἔχει τὸ, ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. (ῃερς. 277.) Ὅτι καὶ ἐνταῦθα τὸ κατεκλάσθη φίλον ἦτορ ἀντὶ τοῦ κατέπεσε διὰ ῥᾳθυμίαν, ὡς ἐκ μεταφορᾶς τῶν κλωμένων σωμάτων. (ῃερς. 279.) Ὅτι σχέτλιος καὶ ὧδε ὁ καρτερικὸς καὶ ἀνένδοτος ἐν τῷ, σχέτλιος εἶς Ὀδυσσεῦ. διὸ ἑρμηνεύων ἐπάγει· περί τοι μένος, ἀντὶ τοῦ, περιττόν σοί ἐστι μένος. καὶ πάλιν· οὐδέ τι γυῖα κάμνεις. καὶ πάλιν· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται. καὶ ὅρα ὡς τετράκις ἐνταῦθα εἶπε κομματικῶς τὸ αὐτὸ νόημα κατὰ γοργότητα. ταυτὸν γὰρ τῷ, σχέτλιος εἶς, καὶ περί τοι μένος, καὶ οὔ τι γυῖα κάμνεις, καὶ σιδήρεά σοι πάντα. (ῃερς. 280.) ἔπαινοι δὲ ταῦτα καρτερικοῦ καὶ φερεπόνου ἀνδρός. σεμνότερον δὲ πέφρασται τὸ τέταρτον κόμμα καὶ ποιητικώτερον, ὁποῖόν τι καὶ τὸ, σιδήρεόν νύ τοι ἦτορ. πλὴν ἐκεῖ μὲν ἦτορ μόνον σιδήρεον, ἐνταῦθα δὲ πάντα σιδήρεα. (ῃερς. 281.) Ὅτι ἐν τῷ, ἑτάρους καμάτῳ ἀδηκότας ἠδὲ ὕπνῳ, κάματον μὲν λέγει τὸν ἤδη γενόμενον, ὕπνον δὲ τὸν μὴ γεγονότα, ἤγουν οὗ ἐστέρηνται οἱ τοῦ Ὀδυσσέως φίλοι. διὸ καὶ ἀδηκότες εἰσὶν ἤγουν ἀηδῶς ἔχοντες διά τε τὸν κάματον καὶ διὰ τὸ ἐστερῆσθαι ὕπνου. εἰπεῖν γὰρ ὕπνον κατά τινας τὴν ἀγρυπνίαν ἀντιφραστικῶς ὀκνήσῃ ἄν τις. Ἰστέον δὲ ὅτι τε πολλὴ χρῆσις παρὰ ποιηταῖς τοῦ ἀδηκὼς ἀδηκότος, καὶ ὅτι ἐκ τοῦ κατὰ τὸν τοιοῦτον παρακείμενον ἐνεστῶτος ἤγουν τοῦ ἀδῶ ἀδήσω καὶ τοῦ ἐκεῖθεν παθητικοῦ παρακειμένου ἄῤῥητον γίνεται ὄνομα ἀδήμων ἀδήμονος, ὅθεν τὸ ἀδημονεῖν, καὶ ὅτι καὶ ἆδος ὁ κόρος τῷ εἰρημένῳ ῥήματι γειτνιάζει, καὶ ὅτι ἀδεῖν λέγεται ἄλλως τὸ ἀρέσκειν ὡς ἀπὸ δευτέρου μέλλοντος οὗ ἐνεστὼς θεματικὸς τὸ ἥδω ἤτοι εὐφραίνω, δασυνομένου αὐτοῦ εἰ καὶ τὸ ἀδεῖν ψιλοῦται Αἰολικῶς, οὗ χρῆσις ἐν Ἰλιάδι. ὅτι δὲ τὸ ἀδῶ ἀδήσω καὶ αὐτόχρημα τὸ ἥδεσθαι δηλοῖ ποτὲ, δῆλον ἀπὸ χρήσεως Ἱππώνακτος ἣν Ἡρακλείδης προφέρει, εἰπόντος, ἄδηκε βουλὴ, ἤγουν ἤρεσκε τὸ βούλευμα, καὶ εἴη ἂν τοῦ τοιούτου παρακειμένου μετοχὴ, ἀδηκὼς ὁ ἡδυνθεὶς ἀπεναντίας τῷ Ὁμηρικῷ. εἰ δὲ ἐκ τοῦ τοιοῦδε ἄδηκα καὶ τοῦ ἀδηκὼς γίνεται Ἀττικῶς μὲν καὶ Αἰολικῶς τὸ εὔαδεν ἀντὶ τοῦ, ἡδὺς ἔδοξε, κοινότερον δὲ τὸ, ἑαοδότα μῦθον ἔειπε, ζητητέον ἐς ἀκριβές. (ῃερς. 283.) Ὅτι κεῖται τὸ ἀμφιρύτη καὶ ἐνταῦθα μετὰ ἑνὸς ἀμεταβόλου. καὶ λαρὸς δόρπος ὁ γλυκὺς μετὰ ἐκτάσεως τοῦ διχρόνου, καὶ νὺξ θοὴ ἡ ταχεῖα, ἢ καταθετικὴ, ἢ ὀξεῖα, ὡς δεδήλωται ἀλλαχοῦ. (ῃερς. 279.) Ὅτι ὁ τοῦ Ὀδυσσέως κηδεστὴς Εὐρύλοχος ἐπιτηδείως προσεπαινέσας τὸν Ὀδυσσέα ὡς τλησίπονον, εἶτα καὶ μεμψάμενος εἰ μὴ τοὺς φίλους ἐᾷ γῆς ἐπιβῆναι κατὰ τὴν Ἡλίου νῆσον δόρπου χάριν, ἀλλ' αὔτως διὰ νύκτα ἐθέλει αὐτοὺς πλανᾶσθαι νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέϊ πόντῳ, ἐπάγει· (ῃερς. 286.) ἐκ νυκτῶν δ' ἄνεμοι χαλεποὶ δηλήματα νεῶν γίνονται, ὅ ἐστι βλάβαι, ὄλεθροι. πῇ κέν τις ὑπεκφύγῃ αἰπὺν ὄλεθρον ἤν πως ἐξαπίνης ἔλθοι ἀνέμοιο θύελλα, (ῃερς. 289.) ἢ Νότου ὃς καὶ πνευσεῖται μετὰ μικρὸν, ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα (ῃερς. 290.) νῆα διαῤῥαίουσι θεῶν ἀέκητι ἀνάκτων, ἐν τῷ ἐκεῖ δηλαδὴ κλίματι. ἐν ἑτέροις γὰρ τόποις ἕτεροι ἄνεμοι χείριστοι καὶ ὀλέθριοι. (ῃερς. 286.) Τὸ δὲ ἐκ νυκτῶν ἀντὶ τοῦ ἐν αὐταῖς νυξί. μετ' ὀλίγα οὖν ὅτε τρίχα νυκτὸς ἦν ἐγείρεται ζαὴς ἄνεμος, ἢ καὶ μετὰ νύκτας, ὁμοίως τῷ, πρόβατα πιόμενα ἐκ βοτάνης, ἤγουν μετὰ τὸ βοσκηθῆναι. Δηλήματα δὲ ἀπὸ τοῦ δηλῶ δηλήσω, ἐξ οὗ καὶ τὸ δηλητήριον. τὸ δὲ θεῶν ἀέκητι ὑπερβολικῶς ἐῤῥέθη, καθὰ καὶ προδεδήλωται. (ῃερς. 293.) Ὅτι τὸ ἐκ γῆς ἀποπλεύσειν ἐνήσειν πόντῳ λέγει ἐν τῷ, ἠῶθεν δ' ἀναβάντες ἐνήσομεν εὐρέϊ πόντῳ τουτέστιν ἐμβαλοῦμεν, τὴν νῆα δηλαδή. ἀναβῆναι δὲ καὶ νῦν τὸ ἀναπλεῦσαι. (ῃερς. 294.) Ὅτι πειθοῦς παραστατικὸν τὸ, ὣς ἔφατο ὁ δεῖνα, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι. (ῃερς. 295.) Ὅτι ἐν τῷ, καὶ τότε δὴ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, ὅ περ οἰκεῖον λέγειν ἐν προγνώσει κακοῦ, ἔστιν ἐνθυμηθῆναι καὶ τὸ Σοφόκλειον γνωμάτευμα, τὸ λέγον· δεινὸν τὸ φρονεῖν ἔνθα μὴ τέλη λύει φρονοῦντι, τουτέστι, δεινόν ἐστι προειδέναι τὸ μέλλον, ἔνθα μὴ λυσιτελεῖ τῷ προειδότι. τοῦτο γὰρ πραγματικῶς ἐνταῦθα διδάσκων ὁ ποιητὴς προειδέναι μέν φησι τὸν Ὀδυσσέα ὡς κακὰ ἔσται τοῖς περὶ αὐτὸν προσορμισθεῖσι τῇ τοῦ Ἡλίου νήσῳ, ἀνῦσαι δὲ ὅμως αὐτὸν 2. 25 μηδὲν, μήδ' ἀπόνασθαί τι τῆς προγνώσεως τοῦ μέλλοντος διὰ τὴν τῶν ἑταίρων βίαν καὶ τὸν λιμόν. ὧν ἡ μὲν βία κατέσχεν αὐτὸν παραμεῖναι τῇ τοῦ Ἡλίου νήσῳ, ὁ δὲ λιμὸς ἠνάγκασε τοὺς ἑταίρους ἅψασθαι τῶν τοῦ Ἡλίου βοῶν. καὶ μὴν ὤμοσαν οἱ ἑταῖροι κρατερὸν ὅρκον, μὴ κτεῖναι βοῦν ἢ μῆλον τῶν τοῦ Ἡλίου, ἦν δὲ ὁ λιμὸς ἐπικρατέστερος, οὗ περ ὕστερον ἐπικειμένου ἐπὶ ὅρκον ἢ ἐπίορκον ὤμοσαν καὶ διατοῦτο ἐβλάβησαν. Ἔνθα καὶ ὅρα τὴν ἐξ ἐπιορκίας βλάβην, εἰ καὶ ἄλλως οὐχ' ἑκουσία ἦν πάντῃ ἀλλ' εἶχεν ἀφορμὴν τὸν λιμόν. (ῃερς. 295.) Ἐν δὲ τοῖς εἰρημένοις πρῶτα μὲν ἰστέον ὅτι τὸ γίνωσκον ἡμαρτῆσθαι δοκεῖ μὴ γραφόμενον γίγνωσκον ἐν δυσὶ ˉγ ὡς Ἡρακλείδης βούλεται. λέγει γὰρ ἐκεῖνος ὅτι ὥς περ τελῶ τελίσκω Ἰωνικῶς διὰ τοῦ κάππα παραληγομένου τῷ σίγμα καὶ τῷ ἰῶτα, ὁμοίως καὶ θορῶ θορίσκω, καὶ μολῶ μολίσκω, οὕτω καὶ νοῶ νοΐσκω. ἐκ τούτων δὲ κατὰ κρᾶσιν θρώσκω, βλώσκω, νώσκω, καὶ Αἰολικῶς γνώσκω. Αἰολεῖς γάρ, φησι, τὸ νοῶ γνῶ φασίν. ὅθεν καὶ τὸ ἀμφιγνοεῖν ἤγουν διχονοεῖν, καὶ ἡ ξύγγνοια, καὶ τὸ ἀγνοεῖν, καὶ ἡ ἄγνοια. ἐφ' οἷς παραδοὺς ὁ Ἡρακλείδης, ὡς προστιθέασι τὸ ˉγ ταῖς λέξεσι καὶ οἱ Ἠπειρῶται, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸν δοῦπον γδοῦπον λέγοντες, ὅθεν καὶ ἐρίγδουπος πόσις Ἥρης. ἔνθα μνηστέον καὶ τοῦ, ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη. προςθεὶς δ' εἰπεῖν καὶ ὅτι ἀπὸ τοῦ νέφος νόφος καὶ γνόφος Αἰολικὸν ὁ ἄλλως δνόφος, καὶ ὅτι καὶ τὸ ἐν Ἰλιάδι γέντο ἤγουν εἵλετο ἔξωθεν ἔχει τὸ γάμμα, καὶ ὡς ἡ γνώμη πλεονάζει καὶ αὐτὴ τῷ γάμμα, γενομένη δηλαδὴ ἐκ τοῦ νοῶ νοήσω, Δωρικῶς μὲν νώμη, Αἰολικῶς δὲ γνώμη, διδάσκει ὡς Ἴωνες, ὅτ' ἂν ἀναδιπλῶσι ῥήματα, τὸ αὐτὸ ἀρκτικὸν ποιοῦνται πρώτης καὶ δευτέρας συλλαβῆς· λαβέσθαι λελαβέσθαι, κάμω κεκάμω, πιθέσθαι πεπιθέσθαι, δάσκω διδάσκω, τύσκω τιτύσκω, χωρὶς εἰ μὴ μέλλοι δύο δασέα κείσεσθαι παράλληλα. τοίνυν φησὶ τοῦ νοΐσκω συνῃρημένου, ὡς εἴρηται εἰς τὸ νώσκω, εἴη ἂν ἐπ' αὐτοῦ Ἰωνικὴ ἀναδίπλωσις, νιννώσκω διὰ τῶν δύο ˉν, τοῦ δὲ νώσκω Ἠπειρωτικὴ, γιγνώσκω διὰ τῶν δύο γάμμα. ὡς εἶναι τῷ λόγῳ τούτῳ ἡμαρτημένον τὸ γινώσκω διὰ μόνου τοῦ κατ' ἀρχὴν γάμμα. εἰ δὲ τοῦτο τοιοῦτον καθ' Ἡρακλείδην, πταίοιτο ἂν ὁμοίως καὶ τὸ γίνεσθαι καὶ τὰ κατ' αὐτὸ πάντα. οἷς οἱ μὲν παλαιοὶ ἐν δυσὶ γάμμα ἐχρῶντο, γίγνομαι λέγοντες καὶ γιγνόμενος. οὕτω δὲ καὶ τὰ ἄλλα. οἱ δὲ ὕστερον, ὡσεὶ καὶ φειδόμενοι γραφικοῦ μέλανος, τὸ δεύτερον γάμμα παρέλειψαν. ἔστι γὰρ κἀνταῦθα ὡς Ἡρακλείδης βούλεται, καθὰ μένω μέμνω κατὰ διπλασιασμὸν, καὶ μεταθέσει τοῦ ˉε εἰς ˉι μίμνω κατὰ Ἴωνας, οὕτω καὶ γένω γέγνω, καὶ ἐξ αὐτοῦ, γίγνω γίγνομαι καὶ τὰ ἀπ' αὐτῶν. ἐν τούτοις δὲ περὶ ἀναδιπλώσεως ἀκριβολογούμενος Ἡρακλείδης λέγει ὅτι ὁπηνίκα μὲν συλλαβῆς ἀναδίπλωσις ᾖ, ὑστερεῖται τὸ ὁλόκληρον μιᾷ συλλαβῇ, ἤγουν λείπεται τὸ τέλειον καὶ κοινὸν μιᾶς συλλαβῆς πρὸς τὸ διπλασιαζόμενον. τὸ γὰρ λάβω μιᾷ συλλαβῇ οὕτως ὑστερεῖ τοῦ κατὰ ἀναδιπλασιασμὸν λελάβω. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων. ὅτε δὲ γράμματι ἐνθεωρεῖται ἑνὶ ἡ ἀναδίπλωσις, τότε ἰσοσυλλαβεῖ τῷ ἀναδεδιπλωμένῳ τὸ ὁλόκληρον, οἷον, μένω μίμνω, γένω γίγνω. οὕτω δὲ καὶ μέλω μέμλω, καὶ πλεονασμῷ ἤγουν παρενθέσει τοῦ βῆτα, μέμβλω, παρεντιθέντος τοῦ βῆτα διὰ τὸ μηδέ ποτε κατὰ μίαν συλλαβὴν τῷ λάμβδα ἕπεσθαι τὸ ˉμ. ὡς δῆλον καὶ ἐκ τοῦ, ὡς ἐῤῥέθη, μολίσκω βλώσκω, καὶ ἐκ τοῦ, παραμεμέληκε παραμέμβλωκε. καὶ πρῶτον μὲν ταῦτα ἰστέον ὡς ἀναγέγραπται, εἶτα καὶ ὅτι τὸ ὀμῶ ἤγουν ὀμνύω ἔστι μὲν καὶ πρώτης συζυγίας τῶν περισπωμένων, ὡς δῆλον ἐκ τοῦ ὀμεῖν ἀπαρεμφάτου, ἴσως δὲ καὶ ἐκ τοῦ ὀμοῦμαι ὀμῇ ὀμεῖται. συνηθεστέρα δέ ἐστιν ἡ κατὰ τρίτην συζυγίαν τῶν περισπωμένων προφορὰ τοῦ τοιούτου ῥήματος. ὡς γὰρ ὁμῶ ὁμώσω τὸ ἑνώσω, οὗ χρῆσις ἐν Ἰλιάδι, οὕτω καὶ ὀμῶ ὀμόσω κατὰ μόνην ἐκφώνησιν, τὸ, ὅρκον δώσω. εἰ δὲ μὴ παραλήγεται ὁ τοιοῦτος μέλλων τῷ ˉω μεγάλῳ κατὰ τὸ χρυσῶ χρυσώσω καὶ τὰ ὅμοια καὶ τὰ ἐξ αὐτῶν, καινὸν οὐδὲν τοῖς ἐπισκεπτομένοις τὴν καὶ ἐν τοιούτοις ἀνάλογον ὁμοιότητα. ἔστι γὰρ φάναι, ὅτι ὥς περ ἡ πρώτη συζυγία τῶν περισπωμένων ποτὲ μὲν ἐν τῷ μέλλοντι τῷ ˉε παραλήγεται οἷα τοῦ ἐντελοῦς ἐνεστῶτος προσλαμβανομένου τὸ σίγμα πρὸ τοῦ λήγοντος ˉω, οἷον, καλέω καλέσω, ἐμέω ἐμέσω, αἰνέω αἰνέσω, νεικέω νεικέσω, καὶ τῶν ὁμοίων, ποτὲ δὲ τρέπει ἐκτατικῶς τὴν ἐν τῷ μέλλοντι βραχεῖαν παράληξιν εἰς μακρὰν, ὃ γίνεται ἐν τῷ καλήσω, ἀφ' οὗ ὁ ἐν τῇ Ἰλιάδι Καλήτωρ, καὶ ἐν τῷ ἐπαινήσω καὶ νεικήσω καὶ τοῖς λοιποῖς ὧν δαψιλὴς ἡ χρῆσις, ἔτι δὲ καὶ ἐν τῇ τῶν περισπωμένων δευτέρᾳ συζυγίᾳ πῇ μὲν ὁ μέλλων τὸ τοῦ θέματος παραλῆγον ˉα τηρεῖ, ὡς ἐν τῷ γελάω γελάσω, πῇ δὲ εἰς τέλειον μακρὸν τρέπει ὡς ἐν τῷ βοάω βοήσω, οὕτω καὶ ἐπὶ τῆς περισπωμένης τρίτης γίνεται συζυ 2. 26 γίας. καὶ τὸ μὲν ὀμόω τὸ ὀμνύω καὶ ἀρόω τὸ ἀροτριῶ καὶ ὀνόω τὸ μέμφομαι καὶ βόω τὸ τρέφω προσλήψει τοῦ σίγμα φυλάσσουσι τὸ παραλῆγον ˉο ἐν τῷ ὀμόσω ἀρόσω ὀνόσω βόσω, ἐξ οὗ καὶ τὸ βόσκω καὶ ἡ βόσις καὶ ἡ βότειρα, τὴν παραλήγουσαν τοῦ ἐντελοῦς ἐνεστῶτος φυλάσσουσι. τὸ μέντοι χρυσόω χρυσώσω καὶ τὰ λοιπὰ ὅλα τὰ πρὸς αὐτὸ ἐξέτειναν τὸ ἀνάλογον ˉο εἰς ˉω μέγα. καὶ κατεκράτησεν ἡ τοιαύτη γραφὴ ἐν τῇ συνηθείᾳ, ὥς περ καὶ τῶν εἰς ˉως μετοχῶν ὀξυτόνων ἀπαλλαττομένων τοῦ ˉω μεγάλου ἐν ταῖς πλαγίαις, οἷον ἐν τῷ ἑστηκὼς ἑστηκότος, τεθνηκὼς τεθνηκότος καὶ τοῖς ἄλλοις ὅλοις. μόνα κοινότερον τὸ ἑστῶτος βεβῶτος γεγῶτος τεθνεῶτος ἐφύλαξαν τὸ ˉω τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ πρὸς ἐνθύμιον ἀναλογίαν τοῦ γέλως γέλωτος, ἱδρὼς ἱδρῶτος καὶ τῶν ὁμοίων. οὕτω καὶ τὰ δεύτερα παθητικὰ πρόσωπα τῶν εἰς μαˉι ληγόντων ῥημάτων, ὁποῖον τὸ τύπτομαι τύπτῃ καὶ τὰ λοιπὰ ὅλα, κατὰ τὴν παλαιὰν Ἀτθίδα διὰ τῆς εˉι διφθόγγου γραφόμενα, ὡς καὶ ἐν τοῖς τοῦ κωμικοῦ πέφῃνεν, οἱ ὕστερον Ἀττικοὶ γράψαντες διὰ τοῦ ˉη σὺν τῷ ἰῶτα προσγεγραμμένῳ ἀφῆκαν σώζεσθαι ἐν γραφῇ τῇ διὰ τῆς εˉι διφθόγγου χάριν παλαιᾶς ἐνθυμήσεως τὸ βούλομαι βούλει, οἴομαι οἴει, ὄψομαι ὄψει, καὶ ἔομαι ἔει καὶ κατὰ κρᾶσιν εἶ. εἰ δὲ ὁ βώτωρ καὶ ἡ βωτιάνειρα, χρὴ γὰρ ἀνακάμψαι τι βραχὺ ἐς τὰ πρὸ ὀλίγων, διὰ τοῦ ˉω μεγάλου γράφεται, λογιστέον ὅτι ταῦτα ὑπομιμνήσκουσιν ἐγχωρεῖν καὶ τὸ βῶ βώσω ἐκταθῆναι εἰς ˉω μέγα καὶ τὰ ἄλλα. οὐ μὴν τὸ αὐτὸ βούλεται καὶ ὁ βοτήρ. (ῃερς. 297.) Ὅτι βίαν δηλοῖ τὸ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα. (ῃερς. 298.) Πληροφορίας δὲ τῆς ἐπ' ἀγαθῷ ἀπαιτητικὸν τὸ, ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, μή πού τις ἀτασθαλίῃσι κακῇσι ποιήσῃ τόδε τι. (ῃερς. 305.) Ἐλλιμένισιν δὲ φράζει τὸ, στήσαμεν ἐν λιμένι γλαφυρῷ εὐεργέα νῆα ἄγχ' ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι νηός. Καὶ ὅρα ὡς οὐ μόνον ναῦς γλαφυρὰ, ἀλλὰ καὶ λιμὴν ἐνταῦθα γλαφυρός. (ῃερς. 309.) Πένθους δὲ φράσις τὸ, μνησάμενοι δ' ἤπειτα, φίλους ἔκλαιον ἑταίρους. (ῃερς. 311.) κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος. ὃ δή που πρὸ τούτων καὶ ἡ Πηνελόπη ἔπαθε καὶ μεταταῦτα πείσεται κλαίουσα ἐπὶ τῷ ἀνδρί. (ῃερς. 310.) μέσον δὲ τούτων κεῖται καὶ ἀφελὴς στίχος καὶ εὐτελὴς τὸ, οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα. (ῃερς. 312.) Ὅτι ἐν μὲν Ἰλιάδι τὸ τὰς δύο μοίρας τῆς νυκτὸς παρελθεῖν, περιλειφθῆναι δὲ τὴν τρίτην, ἄλλως ἔφρασεν ὁ ποιητής. ἐνταῦθα δὲ οὕτω συντομώτερόν φησιν· ἦμος δὲ τρίχα νυκτὸς ἔην μετὰ δ' ἄστρα βεβήκει, μεταλλάξει χρησάμενος. ἐκεῖ μὲν γὰρ ἤρξατο ἐκ τοῦ, ἄστρα δὲ δὴ προβέβηκε, κατέληξε δὲ εἰς τὸ, τριτάτη δ' ἔτι μοῖρα λέλειπται. ἐνταῦθα δὲ τὸ ἀνάπαλιν πεποίηκεν. Ὅρα δὲ τὸ, τρίχα νυκτὸς ἦν, ἤγουν τριχῇ, ὅμοιον ὂν τῷ, τόφρα δὲ κουρήτεσσι κακῶς ἦν, ὥστε μηδὲ τὸ, Ἀθηναίη ἀκέων ἦν, παρὰ τὸ εἰκὸς εἶναι λέγεσθαι πρός τινων ἀντὶ τοῦ ἡσύχως ἦν. Τὸ δὲ μετὰ δ' ἄστρα βεβήκει, ἀντὶ τοῦ, μετέβη τὰ ἄστρα, ἤτοι μετεκινήθη, ὡς εἰκὸς πρὸς δύσιν. (ῃερς. 313.) Ὅτι ἐν τῷ, ὦρσεν ἐπιζαῆν ἄνεμον Ζεὺς, περισπᾷ τὸ ζαῆν Ἀρίσταρχος, ὡς τὸ Ἑρμῆν καὶ Ποδῆν. καὶ τοῦτο μὲν οἱ παλαιοί φασιν. εἰκὸς δὲ αὐτὸν καὶ τὴν εὐθεῖαν ἴσως περισπᾶν κατὰ τὸ Ἑρμῆς καὶ Ποδῆς. καὶ μὴν ἐκεῖνα συνῄρηνται, ἄδηλον δὲ εἴ περ οὕτω καὶ ὁ ζαῆς, ὃς δηλοῖ τὸν ἄγαν πνέοντα. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς ζαῆς ἄνεμος νυκτὸς μὲν ἀρξάμενος πνέειν, παραμείνας δὲ ὅλον μῆνα, ὡς καὶ μετ' ὀλίγα εἰρήσεται, τὴν ἐσχάτην βλάβην τοῖς τοῦ Ὀδυσσέως ἐπήγαγε. Κεῖται δ' ἐνταῦθα καὶ διασκευὴ ῥηθεῖσα καὶ ἀλλαχοῦ τῆς θεσπεσίας τηνικαῦτα λαίλαπος καὶ τῆς τῶν νεφῶν πυκνώσεως. (ῃερς. 315.) δι' ἧς ὀρώρει οὐρανόθεν νὺξ, ἄλλη τις αὕτη παρὰ τὴν εἰρημένην νύκτα καθ' ἣν ὁ ἄνεμος ἔπνευσεν, ἵνα ᾖ νὺξ αὕτη ἐπὶ νυκτὶ ἐκείνῃ ζοφοῦσα τὸν ἀέρα εἰς πλέον. (ῃερς. 317.) Ὅτι ὅρμος φαίνεται καὶ ἐνταῦθα σαφῶς τόπος λιμένος ἔνθα ἡ ναῦς ὁρμεῖ· εἰπὼν γοῦν Ὀδυσσεὺς ἐν λιμένι γλαφυρῷ στῆσαι τὴν νῆα ἐπάγει μετ' ὀλίγα· νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες, τουτέστιν ἐν ὅρμῳ ἐστήσαμεν. (ῃερς. 318.) Ὅτι δὲ πολλὰ σπήλαια καὶ πολλαχοῦ αὐτοφυῆ, παράλια δεκτικὰ τοιούτων νηῶν, καὶ ἡ πεῖρα δηλοῖ. Ἐν δὲ τῷ τοιούτῳ σπηλαίῳ πλάττει καὶ νύμφας διατρίβειν, εἰπών· ἔνθα δ' ἔσαν νυμφέων καλοὶ χοροὶ, ἤγουν τόποι τοῦ χορεύειν, ἠδὲ θόωκοι. καὶ τοῦτο μὲν οὕτω πεφεισμένως ἐν βραχυλογίᾳ ἔφη, ἀρχὴν ἐνδιδοὺς τοῦ ἐοικέναι καὶ ἄλλα τοιαῦτα εἶναι. προϊὼν δὲ ἐν τοῖς περὶ τοῦ ἐν Ἰθάκῃ τῶν νυμφῶν ἄντρου, πλατυνεῖ τὴν ἔκφρασιν ἐφ' ὁμοίοις, ἣν καὶ ὁ σοφὸς Πορφύριος ἱκανοῦ λόγου ἠξίωσε. Δοκεῖ δὲ Νηϊάδων καὶ ἐνταῦθα μεμνῆσθαι νυμφῶν, αἳ τῷ γλυκερῷ ἔχαιρον ὕδατι τῷ περὶ τὸν ῥηθέντα γλαφυρὸν λιμένα. (ῃερς. 320.) Ὅτι καὶ ἐνταῦθα, ὡς 2. 27 καὶ πρὸ ὀλίγων, ἔννοιαν θεὶς ἀρχομένην ἐκ τοῦ γὰρ, ἀποδίδωσιν εἰς τὸν δˉε σύνδεσμον πάνυ γοργῶς, εἰπών· ὦ φίλοι, ἐν γὰρ νηῒ θοῇ βρῶσίς τε πόσις τε, τῶν δὲ βοῶν ἀπεχώμεθα μή τι πάθοιμεν. καὶ ἔστι καὶ τοῦτο ὅμοιον, ὡς εἰ καὶ συνήθως εἶπεν, ἀλλὰ τῶν βοῶν ἀπεχώμεθα· ἢ καὶ ἄλλως ἀντὶ τοῦ δˉη ἐγράφη ὁ δˉε σύνδεσμος, ἵνα λέγῃ, ὅτι ἐπεὶ ἔχομεν βρῶσιν, ἀπεχώμεθα δὴ τῶν βοῶν. τὸ δὲ γράψαι (ῃερς. 321.) τῶνδε βοῶν ἀπεχώμεθα, ἤγουν τούτων, οὐ δοκεῖ τοῖς παλαιοῖς (ῃερς. 322.) Λέγει δ' ἐνταῦθα καὶ δεινὸν θεὸν τὸν Ἥλιον, ἐκφοβῶν τοὺς ἑταίρους κατὰ τὸ, ἤϊε νυκτὶ ἐοικώς. ἄλλως γὰρ ἥμερός ἐστιν, εἴ γε καὶ τὸ κατάστημα, ὃ ὑπὲρ γῆς ποιεῖ, ἡμέρα λέγεται διὰ τὴν τηνικαῦτα ἐν τῷ παντὶ ἡμερότητα τὴν ἀπεναντίαν τῇ νυκτί. ἣν μάλιστα διὰ τὸ δεινὸν δειδίαν φαμέν. (ῃερς. 323.) λέγει δὲ καὶ ὡς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει ὁ Ἥλιος, πλὴν εἰ καὶ τοιοῦτος ἐστὶν ἀλλ' ὅμως ἡ Λαμπετία μετ' ὀλίγα τῆς τῶν βοῶν ἀπωλείας ἄγγελος ἥκει αὐτῷ εὖ εἰδότι, ποιοῦσα τὸ καθῆκον αὐτὴ παιδευτικῶς. ἔδει γὰρ ὡς ποιμαίνουσαν ἀγγεῖλαι τὸ ὀφειλόμενον. (ῃερς. 325.) Ὅτι διασκευάζων ὁ ποιητὴς τὴν τοῦ λιμοῦ βίαν, δι' ἣν εἰς ἐπιορκίαν κατώλισθον οἱ περὶ τὸν Ὀδυσσέα παριδόντες τὰ ὀμωμοσμένα, φησί· μῆνα δὲ πάντα ἄληκτος ἄη Νότος, οὐδέ τις ἄλλος γίνετ' ἔπειτ' ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε. οἱ δ' ἕως μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρὸν, τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο. (ῃερς. 329.) ἀλλ' ὅτε δὴ νηὸς ἐξέφθιτο ἤϊα πάντα, τουτέστι τὰ εἰς ὁδὸν βρώματα, καὶ δὴ (ῃερς. 330.) ἄγρην ἐφέπεσκον, τουτέστι θήραν ἐνήργουν ἀλητεύοντες ἀνάγκῃ, ἰχθῦς ὄρνιθάς τε φίλας ὅ, τι χεῖρας ἵκοιτο, γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός· (ῃερς. 333.) ἐπὶ τούτοις οὖν Ὀδυσσεὺς βαλόμενος ἐπὶ νοῦν τὸ τῆς ἀμηχανίας φάρμακον τὴν εὐχὴν ἀνὰ νῆσον ἀπέστιχεν εὐξόμενος εἴ που ὁδὸν θεὸς φήνειε νέεσθαι. τοῦτο δὲ (ῃερς. 338.) δεινότης ἐστὶ ποιητικὴ, οἰκονομοῦντος Ὁμήρου πιθανῶς οὕτω φονευθῆναι τοὺς βόας διὰ τὸ ἄγαν πολὺ καὶ ἀπαραίτητον τῆς τοῦ λιμοῦ βίας, καὶ μάλιστα εἰ καὶ κοιμηθῇ Ὀδυσσεύς. παρόντος γὰρ καὶ ἐγρηγορότος οὐκ ἂν δεόντως ἐπιθανολογήθη τὰ τοῦ πλάσματος. εἰς ὃ συμβάλλεται πιθανῶς καὶ τὸ ἐγγὺς νηῶν τὰς βόας νέμεσθαι καὶ μηδὲ ἀπηγριῶσθαι. καὶ διατοῦτο μὲν Ὀδυσσεὺς ἄπεισι κατὰ λόγον εὐχῆς. ἀλλ' ὅτε δή, φησι, διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, χεῖρας νιψάμενος ὅθ' ἐπὶ σκέπας ἦν ἀνέμοιο, ἠρώμην θεοῖς, οἱ δ' ἄραμοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν. καὶ τότε δὴ ἐγένετο τὸ εἰς τοὺς βόας κακὸν κατὰ πᾶσαν ἄδειαν. (ῃερς. 325.) Τὸ δὲ μῆνα πάντα ἀντὶ τοῦ ὅλον. καὶ ἔστιν ἔθος Ὁμήρῳ οὕτω γράφειν μυριαχοῦ, ἤγουν τιθέναι τὸ πᾶν ἐπὶ ὁλότητος. Τὸ δὲ ἄη Νότος, ἤτοι ἔπνεε, πολλὰ μὲν τῶν ἀντιγράφων ἐν τῷ ˉη ἔχει ἀκολούθως τῷ πρώτῳ προσώπῳ τῷ ἄην, οὐκ ὀλίγα δὲ καὶ διὰ διφθόγγου ὁμοίως τῷ· ἀνέμων διάει μένος, ὡς ἐν τῇ ˉε ῥαψῳδίᾳ ἐγράφη. δόξοι δ' ἂν μαρτυρεῖν τῇ διὰ τοῦ ˉη γραφῇ καὶ τὸ Θρῄκηθεν ἄητον, ἤγουν ἐκ Θρᾴκης πνέουσι. καὶ ὁ βαθὺς δὲ Ἡρακλείδης οὕτω βούλεται, ἵνα ὥς περ ἐκ τοῦ φιλῶ φίλημι Αἰολικῶς, οὕτως εἴη καὶ ἀπὸ τοῦ ἀῶ ἄημι, καὶ ἀκολούθως ὡς φίλη τρίτον ἑνικὸν καὶ δυϊκὸν ἐξ αὐτοῦ φίλητον, οὕτω καὶ ἄη ἄητον. συλλαλεῖ δὲ τῇ εἰρημένῃ διὰ τοῦ ˉη γραφῇ καὶ ὁ ἀήτης, ὃς δηλοῖ ἄνεμον. περὶ οὗ λέγει ὁ Ἡρακλείδης τοιαῦτα· πεποίηται ὁ ἀήτης ὡς ἀπὸ περισπωμένου τοῦ ἀῶ ἀήσω. διὸ ἡμάρτηται κατὰ τόνον. τὰ γὰρ τοῖς εἰς ˉω περισπωμένοις ῥήμασι παρασχηματιζόμενα εἰς τˉης ἀρσενικὰ τῷ ˉη παραληγόμενα ὀξύνεται, οἷον, ποιῶ ποιήσω ποιητής. ὁμοίως ἠχητής, μιμητής. οὐκοῦν καὶ τὸ ἀῶ ἀήσω τοιοῦτον γεννᾷ. ὁ δὲ ἀήτης οὐχ' οὕτως ἀλλὰ βαρύνεται. λέγει δὲ τοιοῦτον ἁμάρτημα εἶναι καὶ ἐν τῷ χηρῶσται. τοῦ γὰρ ῥήματος ὄντος περισπωμένως χηρῶ, τοὔνομα οὐκ ὀξυτονεῖται. ἅμα δὲ τοῦτο καὶ περισσὸν ἔχει τὸ ˉσ. καὶ σημαίνει τὸ τοιοῦτον καινῶς παραδοθὲν ὑπὸ τοῦ Ἡρακλείδου. ἡ γὰρ Ἰλιὰς, διορθωθεῖσα ὡς ἔοικεν ὕστερον, οὐ γράφει χηρῶσται προπερισπωμένως, ἀλλ' ὀξύνει, οἷον, χηρωσταὶ δὲ διὰ κτῆσιν δατέονται. περὶ δὲ τοῦ· εἴτε βαρυτόνως ἄω εἴτε περισπωμένως ἀῶ, προδεδήλωται ἐν τῷ, νᾶον δ' ὀρῷ ἄγγεα πάντα. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 326.) Τὸ δὲ, οὐδέ τις ἄλλος ἐγίνετο ἀνέμων, ἄριστα ἐῤῥέθη. οὐ γὰρ σταθεροὶ καὶ ὄντες οἱ ἄνεμοι κατὰ τὰ στοιχεῖα καὶ τὰ ἐν οὐρανῷ, ἀλλ' ἐν τῷ γίνεσθαι τὸ εἶναι αὐτοῖς, καθὰ καὶ τοῖς ὑετοῖς καὶ ὅσα τοιαῦτα. (ῃερς. 326.) Τὸ δὲ εἰ μὴ Εὖρός τε Νότος τε ταυτόν ἐστι τῷ, ἀλλ' Εὖρός τε Νότος τε, καὶ τῷ, ὅτι μὴ Εὖρός τε Νότος τε. οὕτω γὰρ φράζουσιν οἱ ῥήτορες. ἔχει δέ τι καὶ ἐπιδιορθώσεως ὁ λόγος. ἀνωτέρω γὰρ Νότου μόνου μνησθεὶς νῦν καὶ Εὖρον συμπνέειν φησί. (ῃερς. 327.) Τὸ δὲ σῖτον καὶ οἶνον τὰ ἀναγκαιότατα τῶν βρωμάτων δηλοῖ, ὧν ἐπιλι 2. 28 πόντων παῤῥησιάζεται λιμός. (ῃερς. 328.) Τὸ δὲ λιλαιόμενοι βιότοιο ἀνθρωπίνως ἐῤῥέθη, ὡς τῶν λιμωττόντων καὶ τὸ ζῆν περιφρονούντων, εἰ μόνον εὑρόντες τι φάγοιεν, ὡς μετ' ὀλίγα δηλώσει Εὐρύλοχος. (ῃερς. 330.) Ἐν δὲ τῷ, καὶ δὴ ἄγραν ἐφεῖπον, περιττεύει ὡς καὶ ἐν ἄλλοις ὁ καˉι σύνδεσμος. Τοῦ δὲ ἀνάγκῃ ἐφερμηνευτικόν ἐστι τὸ, ἔτειρε δὲ γαστέρα λιμός. δῆλον δὲ ὡς εἰ μὴ ἀνάγκη ἦν τοιαύτη, οὔτε ἰχθυοφάγουν οἱ παλαιοὶ οὔτε ὀρνίθων ἐτεχνῶντο θήραν, ἣν ὡς αἱμύλον ὁ Πλάτων οὐ φιλεῖ. Ἐν τούτοις δὲ μνηστέον καὶ τῶν τοῦ Ἀθηναίου, εἰπόντος, ὡς εἰ καὶ ἁπλῆ πανταχοῦ παρ' Ὁμήρῳ τοῖς ἥρωσιν ἡ δίαιτα θεωρουμένη ἐν παραθέσει κρεῶν ὡς ἐπὶ πολὺ βοείων, καὶ αὐτῶν ὠπτημένων, καὶ αὐτῷ δὲ Ἀλκινόῳ τῷ τρυφερῷ, καὶ τοῖς ὑβρισταῖς μνηστῆρσι, καὶ οὔτε ἰχθυοφαγοῦντας τοὺς τοιούτους ποιεῖ, οὔτε ὄρνιθας προσιεμένους, οὔτε μελίπηκτα φιλοῦντας, οὔτε μαγειρικὰς μαγγανείας, καὶ ὑποβινητιῶντα ὥς φησι Μένανδρος βρώματα, καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκκαβον καλούμενον ἔδεσμα, ὅμως ἐποιοῦντο ποτὲ καὶ ἰχθύων καὶ ὀρνίθων ἄγραν οἱ ἀμφὶ τοὺς ἥρωας. ἐν γοῦν Θρινακίᾳ θηρεύουσιν οἱ τοῦ Ὀδυσσέως ἰχθῦς ὄρνιθάς τε γναμπτοῖς ἀγκίστροισιν, ἅ περ οὐκ ἐν τῇ Θρινακίᾳ πάντως ἐχάλκευσαν, ἀλλ' ἐπεφέροντό φασιν, ἐν τῷ πλῷ δηλονότι, ὥστε ἦν αὐτοῖς τοιαύτης θήρας τέχνη. ἧς ἐπιστήμων καὶ ὁ ποιητὴς ὢν, εἰκάζει τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους, ἰχθύσι προμήκεϊ ῥάβδῳ ἁλισκομένοις. καὶ τοιαῦτα μὲν ταῦτα. Ὅτι δὲ εἰ καὶ μὴ φιλίχθυας οἶδε τοὺς παλαιοὺς Ὅμηρος ἀλλ' ὡς ἐπὶ πολὺ κρεοφάγους, ὅμως οἱ ὕστερον ἔψεγον τὸ πρᾶγμα, ὡς δηλοῖ Θεόπομπος, γράψας ὅτι τὸ ἐσθίειν πολλὰ καὶ κρεαφαγεῖν τοὺς λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας ὀργῆς τε καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι. (ῃερς. 331.) Τὸ δὲ ἰχθῦς ὄρνιθάς τε, τῆς ῥηθείσης ἄγρας ἐστὶ διασαφητικόν. (ῃερς.

Intertext edge

Open linked passage

Note