Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
239.1.1
) αὐτόθι γάρ, φησιν, αἴσιμον ἦν ναίειν πολλοῖσιν ἀνάσσοντ' Ἀργείοισιν. ἔνθα γήμας γυναῖκα καὶ ὑψερεφὲς θέμενος δῶμα γείνατο Ἀντιφάτην καὶ Μάντιον υἷε κραταιώ. ὧν Ἀντιφάτης μὲν τίκτεν Ὀϊκλῆα μεγάθυμον, Ὀϊκλῆς δὲ λαοσσόον Ἀμφιαρήονα, ὃν περὶ κῆρι φίλει Ζεύτ' αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητα, οὐδ' ἵκετο γήραος οὐδόν. ἀλλ' ὄλετ' ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. (ῃερς. 248.) τοῦ δ' υἱεῖς ἐγένοντο, τουτέστι τοῦ Ἀμφιαράου, Ἀλκμάων Ἀμφίλοχός τε. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε. ἀλλὰ Κλεῖτον μὲν χρυσόθρονος ἥρπασεν Ἠὼς κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων θῆκε βροτῶν ὄχ' ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάρηος. (ῃερς. 254.) ὃς, ὁ Πολυφείδης δηλαδὴ, Ὑπερησίηνδε, τουτέστιν εἰς Ὑπερησίαν πόλιν Ἄργους ἀπενάσσατο, πατρὶ χολωθείς. καὶ ἐκεῖ κατοικῶν ἐμαντεύετο πᾶσι βροτοῖς, τοῖς εἰς αὐτὸν δηλαδὴ φοιτῶσι. τούτου υἱὸς ἐπῆλθεν, Θεοκλύμενος δ' ὄνομ' ἦεν, κλῆσιν ταύτην λαχὼν, οἰκείαν μάντεϊ, ὡς τὰ ἐκ θεῶν κλύων, ὅ περ ἐν Ἰλιάδι Ἕλενός που αὐχεῖ ἔχειν, εἰπών· ὡς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν. εἶτα ἐνταῦθα στήσας τὴν τοιαύτην ἱστορίαν ὁ ποιητὴς καὶ πλάσας εὐμεθόδως τὸν Θεοκλύμενον μὲν ἐρώτησιν θέσθαι πρὸς τὸν Τηλέμαχον τίς καὶ πόθεν καὶ τίνων γονέων ἐστὶ, τὸν δὲ Τηλέμαχον ἀπολογήσασθαι τὰ δοκοῦντα, ἐπάγει καὶ τὰ ἐφεξῆς καὶ συγκολλᾷ δεξιώτατα. (ῃερς.
239.1.2
) Ὅτι κατὰ ποιητικὸν ἔθος καὶ νῦν ἐκ τοῦ φαινομένου Μέντορος ἄλλως μορφωθεῖσα ἡ τοῦ μύθου Ἀθηνᾶ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον ἕζετο ἀναΐξας, χελιδόνι ἰκέλη ἄντην ἢ κατὰ τὴν πτῆσιν ἢ κατὰ τὸ εἶδος. οὐ γὰρ ὀκνεῖ ὁ μῦθος καὶ οὕτω μεταποιεῖν τὰ δαιμόνια (ῃερς. 240.) Ἰστέον δὲ ὅτι παρώνυμοι χελιδόνι παρὰ τῷ δειπνοσοφιστῇ χελιδονίαι λαγωοί. τοιοῦτοι δὲ ἴσως οἱ ἄνω μὲνμέλανες, τὰ δὲ κάτω ὑπόλευκοι, ὁποῖαι καὶ αἱ χελιδόνες κατὰ τὸν εἰπόντα τὸ, χελιδὼν ἐπὶ γαστέρα λευκὰ, ἐπὶ νῶτα μέλαινα. Αἰθαλόεντος δὲ μεγάρου μέλαθρον λέγει τὴν ὀροφήν. διὸ ἐρεῖ ἐν τοῖς ἑξῆς· δὴ τότε ἀνέσχεν Ἀθηνᾶ αἰγίδα ὑψόθεν ἐξ ὀροφῆς, ὡς ταυτὸν εἶναι ὀροφὴν καὶ μέλαθρον. καὶ νῦν μὲν ἐντελῶς ἐῤῥέθη μέλαθρον οἴκου· ὅτε δὲ μέλαθρον ὁ οἶκος ἅπας λέγεται, ἀπὸ μέρους λαλεῖται, ὥς περ καὶ στέγη καὶ τέγος ὁ αὐτὸς ἀπὸ τοῦ σκέποντος ὀροφώματος, μέρους καὶ αὐτοῦ ὄντος. αἰθαλόεν δὲ ἢ παρὰ τὸ αἴθω, ἐξ οὗ καὶ τὸ μέλαθρον διὰ τὸ αἰθόμενον δηλαδὴ πῦρ ἐν ταῖς κατὰ τὴν ἑστίαν θυσίαις, ἢ τὸ καταλαμπόμενον καὶ πολύφωτον παρὰ τὸ αἴθειν ἤγουν λάμπειν, ἀφ' οὗ καὶ αἰθήρ. Τὸ δὲ, χελιδόνι ἰκέλη ἄντην ἤγουν ἄντικρυς, καὶ πρὸ ὀλίγων ἐν τῇ τοῦ τόξου κεῖται δοκιμασίᾳ. ἐκεῖ μέντοι πρὸς τὴν τῆς νευρᾶς ᾠδὴν παρείληπται ἡ χελιδών. (ῃερς. 244.) Ὅτι ἀρετὴ καὶ ἐνταῦθα ἡ ἀνδρία ἐν τῷ, ὁ δεῖνα καὶ δεῖνα ἀρετῇ ἔσαν ἔξοχ' ἄριστοι, τῶν ὅσσοι ἔτ' ἔζωον περί τε ψυχέων ἐμάχοντο. τοῦτο δὲ καὶ παροιμιῶδες ἐστίν. οἱ γὰρ ἐπικινδύνως ἀγωνιζόμενοι τὸν περὶ ψυχῆς θέειν λέγονται, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, ἢ τὸν περὶ ψυχῆς μάχεσθαι ἢ ἀγωνίζεσθαι. μετρεῖ δὲ ὁ ποιητὴς ἐνταῦθα ἓξ εἶναι τοὺς ἐν τοῖς περιλειπομένοις μνηστῆρσιν ἀρίστους, ἐνδεικνύμενος ὡς αὐτῶν πεσόντων ἑτεραλκὴς αὐτίκα νίκη προσέσται τῷ Ὀδυσσεῖ. (ῃερς. 248.) Ὅτι σκῶμμα εἴς τινα στερηθέντα βοηθοῦ ᾧ ἐπεποίθει τὸ, ὦ φίλοι, ἤδη σχήσει, τουτέστιν ἐφέξει, ἀνὴρ ὅδε χεῖρας ἀάπτους, καὶ δή οἱ ὁ δεῖνα ἔβη κενὰ εὔγματα εἰπὼν, ἤγουν κενεναυχὴς, κενὰ καυχησάμενος ὡς εἰς βοήθειαν. Ἀγέλαος δὲ τοῦτο λέγει ὡς τοῦ μυθικοῦ Μέντορος ἀφανισθέντος. Τὸ δὲ, ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας, ὁ Εὐρύμαχος πρὸ τούτων, (ῃερς. 70.) οὐ γὰρ σχήσει, ἔφη. ἐκεῖνος μὲν γὰρ ἐδεδίει τὸν Ὀδυσσέα, οὗτος δὲ ἀλογίστως καταθαῤῥεῖ. (ῃερς. 254.) Ὅτι ὁ μετά τινα ἕνα καταφρονῶν τῶν ἐπιλοίπων ἀνταγωνιστῶν ἐρεῖ· τῶν δ' ἄλλων οὐ κῆδος ἤτοι φροντὶς, ἐπὴν οὗτός γε πέσῃσι. Καὶ ὅρα τὸ πέσῃ κοινῶς καὶ ἁπλοϊκῶς λεχθὲν ἀντὶ τοῦ ἀποθάνῃ καὶ οὐχ' ὡς τὸ, δεδουπότος Οἰδιπόδαο· ἐκεῖνο γὰρ ποιητικώτερον. (ῃερς. 255.) Ὅτι τὰς μὲν βολὰς τῶν περὶ τὸν Ὀδυσσέα ἐπιτυχεῖς ποιεῖ, τῶν δὲ μνηστήρων βαλλόντων ἄλλος μὲν σταθμὸν εὐσταθέος μεγάροιο βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν, ἄλλου δ' ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια· ὅ περ διατί προπαροξύνεται, ἀλλαχοῦ δεδήλωται. ἀχρηστίαν δὲ στρατιωτικὴν οἱ ῥηθέντες στίχοι φράζουσι. (ῃερς. 259.) Τὸ δὲ, ἐν τοίχῳ πέσεν, ἀντὶ τοῦ ἐνέπεσε τῷ τοίχῳ. Μελίαν δὲ τὸ ἔγχος λέγει ὃν τρόπον καὶ δόρυ, πλὴν ἐκεῖνο μὲν γενικῶς, τοῦτο δὲ ἀπὸ εἴδους δένδρου τῆς μελίας. διὸ καὶ μείλινον τὸ τοιοῦτον μετουσιαστικῶς. καὶ ἄλλως δὲ τὰ μελία ὁμωνύμως νῦν ἐῤῥέθη τῷ ὅλῳ. ὡς γάρ που ἐλέφας τὸ ἐξ ἐλέφαντος ὀστοῦν, οὕτω καὶ μελία τὸ ἐκ μελίας δόρυ, καθὰ καὶ Ἤπειρος ἡ ἀντικρὺ τῆς Ἰθάκης περαία γῆ ὁμωνύμως τῇ ὅλῃ. (ῃερς. 269.) καθ' ὅμοιον δὲ λόγον καὶ ἄσπετον οὖδας μετ' ὀλίγα κεῖται τὸ πάντῃ ὀλίγον ὁμωνύμως τῇ ἀσπέτῳ γῇ καὶ ἀπείρονι. ἐρεῖ γάρ· οἱ μὲν ἔπειθ' ἅμα πάντες ὀδὰξ, τουτέστι δακτικῶς, ἕλον ἄσπετον οὖδας, τουτέστι τὸ ὑποκείμενον ὀλίγον ἔδαφος. Ἰστέον δὲ ὅτι τοὺς ῥηθέντας τρεῖς στίχους καὶ μετ' ὀλίγα οὕτω τίθησιν ὁ ποιητὴς δίχα παραποιήσεως. διό τινες ὠβέλισαν ἐκείνους ὡς ταυτολογοῦντας. (ῃερς. 264.) Ὅτι ἀδίκων ἀνδρῶν παραστατικὸν τὸ, οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν, ἤγουν καί τοι αὐτοὶ προκατάρξαντες τοῦ κακοῦ, ὃ καὶ θλίβει τὸν Ὀδυσσέα, εἴ περ κακῶν κατάρξαντες οἱ μνηστῆρες εἶτα καὶ κατὰ τῶν κακωθέντων ἀναιδεύονται. (ῃερς. 266.) Ὅτι τέσσαρσιν ἐνταῦθα ἐφεξῆς ὀνόμασιν ἓν ῥῆμα ἐπήγαγεν, εἰπὼν πάνυ συντόμως οὕτως· Ὀδυσσεὺς μὲν τὸν δεῖνα, Τηλέμαχος δὲ τόνδε, συβώτης δὲ ἐκεῖνον, Φιλοίτιος δὲ ἄλλον ἔπεφνε, σπουδῇ πράξεως καὶ τὴν φράσιν συνεπιτεμών. (ῃερς. 277. σθθ.) Ὅτι Ἀμφιμέδων εἷς τῶν μνηστήρων βάλε Τηλεμάχου χεῖρ' ἐπὶ καρπῷ λίγδην, ὃ ἑρμηνεύων ἐπιφέρει· ἄκρην δὲ ῥινὸν δηλήσατο χαλκός. ἔστι γὰρ λίγδην βαλεῖν τὸ, ἄκρον τὸ δέρμα δηλήσασθαι, ἵνα ᾖ λίγδην τὸ ξεστικῶς, ἐπιπολῆς, κατὰ δὲ τοὺς παλαιοὺς καὶ ἐπιψαύδην, Ὁμηρικῶς δὲ εἰπεῖν ἐπιγράβδην. καὶ συνίσταται τοῦτο ἐκ τοῦ, Κτήσιππος ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψεν. ἐξ οὗ δῆλον ὡς καὶ ὁ ἐπιλίγδην πληγεὶς ἐπιγράβδην ἐπλήγη. γίνεται δὲ τὸ λίγδην ὡς ἀπὸ τοῦ λίζειν, λέξεως ὠνοματοπεποιημένης. ὅθεν καὶ λίστρον ὁ ξυστὴρ μετ' ὀλίγα ἐν τῷ, λίστροις δάπεδον δόμου ἔξυον. εἴρηται δὲ ἅπαξ καὶ τοῦτο ἐνταῦθα. καὶ ἐν Ἰλιάδι δὲ ὁμοίως τὸ ἐπιλίγδην. δήλη δὲ ἡ τοιαύτη ὀνοματοποιΐα ἐπὶ μαρμάρων λίθων καί τινων τοιούτων, ὅτε ὑέλῳ εἴτε σιδήρῳ ξύονται. οὕτω δὲ εὐθὺς καὶ τὸν Εὔμαιον Κτήσιππος ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμονἐπέγραψεν, ὃ καὶ αὐτὸ εἴρηται ἀντὶ τοῦ ἐπιπόλαιον ἔξυσε· τραχύτερον δὲ, ὥς περ τὸ ἔγραψε τοῦ ἔγλαψεν, οἷον εὐνὰς ἐν ψαμάθοισι διαγλάψασα, οὕτω καὶ τοῦ λίγδην τὸ ἐπιγράβδην διὰ τὴν τραχυφωνίαν τοῦ ῥῶ. δῆλον δὲ ὡς ἐκ τοῦ τοιούτου γράφειν καὶ γράβδην ἐπίῤῥημα καὶ γραπτύες ἐν τοῖς μετὰ ταῦτα αἱ τῶν μελῶν γραφαὶ, τουτέστιν ἀμυχαὶ, ξεσμοί. Ἰστέον δὲ καὶ ὅτι δόξοι ἂν ὅθεν γίνεται κατὰ ὀνοματοποιΐαν τὸ λίγδην, ἐκεῖθεν γίνεται καὶ τὸ, λίγξε βιός. καὶ ἐκεῖ γὰρ λειότερον τὸ ἐκφώνημα ἤ περ ἐν τῷ ῥοῖζος. ἐπεὶ καὶ τραχυφωνότερον τὸ ῥῶ ἤ περ τὸ ˉλ. ἴσως δὲ ἐκ τοιούτου τινὸς τρόπου καὶ λίγδος παρὰ Αἰλίῳ Διονυσίῳ ὁ χῶνος, περὶ οὗ ἐν ἑτέρῳ ῥητορικῷ λεξικῷ γράφεται καὶ ὅτι λίγδος χωνεία, ἀλοιφή· καὶ λίγδοι χωνευτήρια, χόανα, νομισμάτων διατύπωσις· ἐν ἄλλῳ δὲ ὅτι λίγδος χῶνος τρήματα ἔχων συνεχῆ παραπλήσια τῷ δέλτα, δι' ὧν χαλκὸς ἠθεῖται. Ὅρα δὲ ὅτι θηλυκῶς τε καὶ ἀῤῥενικῶς λέγεται ῥινὸς κατὰ τὰ ἀντίγραφα. ὅτι δὲ καὶ σὺν τῷ γάμμα προπερισπωμένως λέγεται κατά τινα γλῶτταν γρῖνος, δηλοῖ ὁ τεχνικὸς, ἔνθα λέγει καὶ ὅτι γρίσσων ὁ χοῖρος καὶ γρίντης ὁ γριπεὺς καὶ γριφᾶσθαι τὸ γράφειν παρὰ Λάκωσι καὶ γριπεὺς ὁ ῥάπτων ἁλιευτικὰ δίκτυα καὶ γρῖφος δύσκολον ζήτημα ὃ ἐν συμποσίοις ἔλεγέ τις προκειμένης φιάλης οἴνου γεμούσης καὶ ὁ ἐπιλυσάμενος τὸ ἀπορηθὲν ἐξέπινεν, εἰ δὲ μὴ, ὁ ἀπορήσας ἐνεφορεῖτο τῆς φιάλης. (ῃερς. 285. σθθ.) Ὅτι Φιλοίτιος βεβληκὼς Κτήσιππον πρὸς στῆθος, ὃς ἔφθασεν ἐπαφεῖναι πόδα βοὸς ἐπαιτοῦντι τῷ Ὀδυσσεῖ, φιλοκέρτομόν τε αὐτὸν λέγει· τοιοῦτος γὰρ, ὡς εἰκὸς, τὸ ἦθος ἦν, καὶ παραίνεσιν ἀποτρεπτικὴν μεγαλοῤῥημοσύνης ἐκφωνεῖ εἰπών· μή ποτε πάμπαν εἴκων ἀφραδίαις μέγα εἰπεῖν, ἀλλὰ θεῷ μῦθον ἐπιτρέψαι, τουτέστιν ἀνάθες, ἐπεὶ πολὺ φέρτερός ἐστιν. εἶτα ἐπιφωνεῖ· τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ' ἔδωκα ἀντιθέῳ Ὀδυσῆϊ δόμον κατ' ἀλητεύοντι. Ἰστέον δὲ ὅτι τὸ, τοῦτό σοι ἀντὶ ποδὸς ξεινήϊον, εἰς παροιμίαν ὕστερον ἔπεσεν ἐπὶ τῶν ἀντὶ κακοῦ ἀπολαβόντων κακόν. ἦν δὲ σοφὸς πάμμεγας καὶ ἱερὸς ὁ κατάρξας τῆσδε τῆς παροιμίας, ὃς καὶ Κυκλώπειον δωρεὰν ἔφη ὡς ἐκ τῶν κατὰ Κύκλωπα τὴν καὶ ὄψιμον καὶ ὀλεθρίαν, ὡς ἐκ τοῦ, Οὖτιν ἐγὼ πύματον ἔδομαι. τοιαύτῃ μεθόδῳ καὶ τὸ, αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεὺς, παροιμιῶδες ἔσται, ὡς πρὸ βραχέων γέγραπται. οὕτω δὲ καὶ τὸ, Βελλεροφόντης καθ' ἑαυτοῦ γράμματα ἐκ τῶν Ὁμήρου εἴληπται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα πολλαχόθεν ἔστιν ἐξευρίσκεσθαι, καὶ οὐ μόνον ἐκ τῶν λογίως διεσκευασμένων, ἀλλὰ καὶ τῶν δημοτικωτέρων. καὶ γέμει τοιούτων παροιμιῶν ὁ βίος. ἔχει δὲ καὶ ἄλλως ὁ καθ' ἕνα τῶν κατ' ἄνθρωπον παροιμίας ποιεῖν ἐν τῷ ὁρμᾶσθαι ποθὲν δεξιῶς, οἷον, ὁ μαθὼν πεῖσμα καὶ πεισμονὴν ἐπὶ τῶν ἐνστατικῶν εἰρῆσθαι τροπικῶς ἀπὸ τῶν κατὰ νῆας πεισμάτων ἤγουν σχοινίων ἐρεῖ παροιμίαν ὑποκλέψας ἐκεῖθεν, ὡς πάντες τοῦ αὐτοῦ λίνου ἢ τῆς αὐτῆς καννάβεως ἐστὲ, τουτέστιν ὁμοίως πάντες πεισματικοί. ἔτι φόρτον Αἰσώπειον εἴποι ἄν τις ἐπὶ τῶν μὴ ἀεὶ βαρυνόντων ὡσαύτως ἀλλ' ὑφιέντων ἠρέμα κατὰ βραχὺ τοῦ εἴτε σωματικοῦ ἢ ἀλλοίου ἄχθους, ὁρμηθεὶς ὁ τοιοῦτος ἐκ τῶν κατὰ λογοποιὸν Αἴσωπον, ὃς φρυκτὰς αἴρων μάζας εἰς ὁδὸν καὶ φόρτον ἐξογκώσας οὔτε εὐάγκαλον, ἀλλὰ καὶ δυσβάστακτον διὰ τὸ περιβριθὲς, τὴν μὲν ἀρχὴν ἐγελᾶτο οἷα τοσοῦτον ἄχθος τοῦ μετρίου προελόμενος, τῇ δὲ ἑξῆς καὶ τῇ μετ' αὐτὴν καὶ τῇ ἐχομένῃ ἐθαυμάζετο διὰ τὸ ἀπηλλάχθαι τοῦ κατὰ τοὺς συνδούλους βαρύνεσθαι διόλου τῷ ἀχθοφορήματι. Τὸ δὲ καὶ δυάζειν τὰς παροιμίας ἄλλη τις αὐτὸ δεξιὰ μέθοδος δηλωθεῖσα καὶ ἀλλαχοῦ, καθ' ἣν τὸ, νίκη Καδμεία, οἱ μὲν ἐπὶ τῆς ἀκερδοῦς καὶ ἀνωφελοῦς ἐξελάβοντο ψογερῶς, οἱ δὲ ἐπὶ τῆς ἄκρας καὶ καθ' ὑπερβολήν. καὶ τὸ ἅλμην δὲ ἔχειν, ὡς προδεδήλωται, πῇ μὲν πικρὸν ἄνθρωπον σκώπτει, πῇ δὲ ἡδὺν παραδηλοῖ καὶ, ὅ φασιν, εὔνοστον. ὁμοίῳ δὲ λόγῳ καὶ τὸ ἀπὸ δρυὸς ἢ πέτρης εἶναι τινὰ οὐ μόνον ἀρχαιογονίαν παλαιτάτην σημαίνει Ὁμηρικώτερον, ἀλλὰ καὶ ἦθος ἀτέραμνον κατὰ καιρίαν ἔστιν ὅτε παράχρησιν. καὶ ταῦτα μὲν οὕτως. Ἀστεΐζεται δὲ Φιλοίτιος λογισάμενος τὸ τοῦ δόρατος ἄρτι ξύλον ἀντὶ τοῦ ἐπαφεθέντος τῷ δεσπότῃ ὀστοῦ. Ἀστείως δὲ τὸν ἐπαφεθέντα κατὰ τοῦ Ὀδυσσέως πόδα βοὸς βοῶν ἐπιβουκόλος ἀνὴρ βάλλει ὁ Φιλοίτιος. (ῃερς. 293.) Ὅτι καὶ ἐνταῦθα τὸ οὖτα κεῖται προπερισπώμενον διὰ ἀποκοπὴν τὴν ἐκ τοῦ οὔτασεν, ὃ σημαίνει τὴν ἐγγύθεν πληγήν. φησὶ γοῦν· οὖτα Δαμαστορίδην αὐτοσχεδὸν, ἤγουν ἔγγιστα. ἔνθα εἰ καὶ προσέκειτο αὐτοσχεδὸν καὶ ἄλλως τὸ οὖτα, τὴν αὐτὴν σημασίαν εἶχεν ἄν. Δῆλον δὲ καὶ ὅτι τὰ πολλὰ μὲν μακρόθεν ἔβαλλον ἔγχεσιν οἱ παλαιοὶ, ἔστι δὲ ὅτε καὶ αὐτοσχεδὸν ἔπληττον. ἐκ δὲ τοῦ τοιούτου αὐτοσχεδὸν καὶ αὐτοσχέδιον λέγεται, οὗ ἡ κατεργασία οὐκ ἐκ μακροῖ, ἀλλὰ προσεχὴς καὶ ἔγγιστα. (ῃερς. 297– 309.) Ὅτιμετὰ τὴν, ὡς ἐῤῥέθη, ἐμφάνειαν τῆς Ἀθηνᾶς καὶ τὴν τοῦ Ὀδυσσέως στρατηγικὴν λαλιὰν τὴν καὶ ἑαυτοῦ συστατικὴν καὶ τῶν μνηστήρων ἐκφοβητικὴν ἐρεθισμοῦ γενομένου πλείονος καὶ Ὀδυσσέως μὲν καὶ τῶν περὶ αὐτὸν ἐπιτυχῶς, ὡς ἐῤῥέθη, βαλλόντων, τῶν δέ γε μνηστήρων πλαζομένων ἐν ταῖς βολαῖς, ἔπεισιν ὡς εἰκὸς πτοία πολλὴ καὶ πτυρμὸς τοῖς μνηστῆρσι. καὶ οὐκέτι ἐνίστασθαι δύνανται, ἀλλ' οἴχονται τυπτόμενοι ἀγεληδὸν καὶ οὐκέτι καθένα πρὸς ὄνομα. καὶ τὸ πάθος ἡ ποιητικὴ Μοῦσα τερατωδέστερον φράζουσα εἰς τὴν τῆς Ἀθηνᾶς ἀνάγει αἰγίδα τὸ αἴτιον, περὶ ἧς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται σαφῶς. καὶ τήν τε πτοίαν καὶ φυγὴν τῶν μνηστήρων παραβολικῶς ἐνδείκνυται, καὶ τὴν τοῦ Ὀδυσσέως δὲ ὁμοίως ἀνδρίαν καὶ τῶν ἀμφ' αὐτόν. καὶ φησί· δὴ τότ' Ἀθηναίη φθισίμβροτον αἰγίδ' ἀνέσχεν ὑψόθεν ἐκ κορυφῆς, τῶν δὲ φρένας ἐπτοίησε, τουτέστιν ἐπτόησεν· ἢ καὶ ἄλλως, τῶν δὲ φρένες ἐπτοίηθεν, τουτέστιν εὐλαβήθησαν, ἐπτοήθησαν. εἶτα τὴν τοιαύτην πτοίαν διὰ παραβολῆς ἑρμηνεύων φησίν· οἱ δ' ἐφέβοντο κατὰ μέγαρον, βόες ὣς ἀγελαῖαι· τὰς μέν τ' αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται, τουτέστι γίνονται, ὡς ἔκτοτε μειζόνων γινομένων τῶν ἡμερῶν. Ἐφ' οἷς καὶ τὴν ἀνδρίαν τῶν τοῦ Ὀδυσσέως ὁμοίως παραδεικνὺς φησίν· ὁ δ', ὥς τ' αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι, οἱ πολλαχοῦ ῥηθέντες, ἐξ ὀρέων ἐλθόντες ἐπ' ὀρνίθεσσι θορῶσι· ταὶ μέν τ' ἐν πεδίῳ νέφεα πτώσσουσαι ἴενται, οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ γίνεται, οὐκ ἔχουσι γὰρ ἀνθίστασθαι οὐδὲ φυγεῖν, καταλαμβάνονται γὰρ, χαίρουσι δέ τ' ἀνέρες ἄγρῃ· ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα τύπτον ἐπιστροφάδην, τουτέστιν ἐπιστρεπτικῶς ὧδε καὶ ἐκεῖ· τῶν δὲ στόνος ὤρνυτο ἀεικὴς, κράτων τυπτομένων· δάπεδον δ' ἅπαν αἵματι θῦεν· ὃ πολλαχοῦ τῆς Ἰλιάδος κεῖται δαψίλειαν δηλοῦν αἵματος κατά τινα ῥοῦν τῷ δαπέδῳ ἐπιτρέχοντος. Ἔνθα ὅρα ὡς καὶ ἑτέρωθι δάπεδον τὸ τοῦ μεγάρου ἔδαφος. οὐ γὰρ δή που τὸ τῆς αὐλῆς ἐνταῦθα δηλοῖ, οὐδ' ἄλλο τι αἴθριον μέρος γῆς. δῆλον δ' ὅτι τὸ τοιοῦτον βασιλικὸν δάπεδον καὶ κραταίπεδον ἂν εἴη διὰ τὸ, ὡς εἰκὸς, λιθόστρωτον εἶναι περὶ οὗ σαφὴς φράσις τὸ, ταῦτα δὲ πάντα δάπεδον εἶχεν ἐν ἀβακίσκοις συγκείμενον ἐκ παντοίων λίθων. Ἔνθα ὅρα τὸ ἀβακίσκοις· ἐξ οὗ δῆλον, ὡς οὐ μόνον ἐπὶ σανίδος ὁ ἄβαξ καὶ τὸ ἀβάκιον, ἀλλ' ἰδοὺ καὶ ἐπὶ λίθων ὁμοιοσχημόνων ξυλίνοις ἄβαξιν. Ὅτι δὲ κραταίπεδον τὸ κραταιὸν πέδον συντεθειμένον πρὸς ὁμοιότητα τοῦ κραταιγύαλον, οὐκ ἄδηλόν ἐστιν. (ῃερς. 299.) Ἰστέον δὲ ὅτι τῶν ῥηθεισῶν παραβολῶν ἡ πρώτη μὲν σεμνοτέρους εἶχε τοὺς μνηστῆρας εἰς βόας αὐτοὺς παραβάλλουσα διὰ τὸ ἀγελαῖον τοῦ πλήθους, τοὺς μέντοι πτοοῦντας μικροφυεῖ ζωυφίῳ τῷ οἴστρῳ εἴκαζε διὰ τὴν κατὰ πλῆθός τε ὀλιγότητα καὶ τὸν ἐκ τοῦ βάλλειν κεντρισμόν· ἡ μέντοι δευτέρα ἀπεναντίας ἥκει τῇ πρώτῃ, πάνυ μὲν σεμνύνουσα τοὺς διώκοντας τῇ πρὸς αἰγυπιοὺς παραβολῇ, ἀχρειοῦσα δὲ τοὺς διωκομένους μνηστῆρας διὰ τοῦ μηδὲ πρὸς ὄνομα μνησθῆναι οἵοις ὀρνίθεσσιν ἐν τῷ φεύγειν ἐοίκασι, προϊὼν δὲ καὶ πάντῃ τοὺς μνηστῆρας ἐξευτελίσει διὰ τῆς πρὸς ἰχθύας παραβολῆς. (ῃερς. 297.) Ἰστέον δὲ ὅτι οὐ μόνον Ζεὺς αἰγίοχος παρὰ τῇ ποιήσει, ἀλλ' ἰδοὺ καὶ Ἀθηνᾶ ἡ τοῦ Διὸς, εἰ καὶ μὴ αἰγίοχος καλεῖται, ἀλλ' αἰγίδα ἔχει, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ ταύτην τῶν μὲν σωστικὴν, τῶν δὲ ὀλέτειραν. ἐπεὶ, ὡς καὶ αὐτὸ ἐν ἄλλοις ἐῤῥέθη, καὶ Ποσειδῶν ἀσφάλιός τε καὶ γαιήοχος καὶ αὖ ἐνοσίχθων καὶ ἐννοσίγαιος. καὶ Φοῖβος δὲ οὐ μόνον Ἀπόλλων, ἀλλὰ καὶ οὔλιος, τουτέστιν ὁλότητος καὶ ὑγιείας ποιητικὸς ὅτι καὶ ἰατρός. καὶ Ἑρμῆς δὲ ὁ αὐτὸς καὶ ἀποστερητικὸς διὰ τὴν κλεπτικὴν καὶ κερδῷος δὲ διά τε τὸ ἐμπολαῖος εἶναι καὶ διὰ τὰ Ἕρμαια. καλῶς οὖν καὶ λαοσσόος ἡ Ἀθηνᾶ, ὅ περ ἐν μιᾷ λέξει δηλοῖ ὅτι τε λαοὺς σόους τηρεῖ καὶ ὅτι σεύει ἢ σοβεῖ λαοὺς, ἄλλως τε καὶ διὰ τῆς φθισιμβρότου αἰγίδος. (ῃερς. 300.) Οἶστρος δὲ θηρίδιον ὁ καὶ μύοψ λεγόμενος, μυίας μὲν μεῖζον, τὰ δ' ἄλλα ἐμφερὲς, ὃ ἐγχρίπτον βουσὶ καὶ δάκνον, κατὰ δέ τινας καὶ εἰς τὰ ὦτα εἰστρέχον αὐτῶν, ὅπῃ τύχοι κομίζον ἀναγκάζει φέρεσθαι. διὸ καὶ οἶστρος καλεῖται παρὰ τὸ οἴω τὸ κομίζω. ἐντεῦθεν δὲ καὶ πᾶσα ὁρμὴ ἐνθουσιαστικὴ κατὰ ἔρωτα τυχὸν ἢ μανίαν ἢ θυμὸν οἶστρος λέγεται, καὶ τὸ ἔχον αὐτὸν οἰστρηλατεῖσθαι φαμὲν καὶ οἰστρεῖν καὶ παροιστρεῖν. ἕτεροι δὲ θηρίον αὐτόν φασιν ἀκρίδι ἐοικὸς, ποικίλον τὴν χροίαν, εὐκίνητον, δάκνον καὶ σοβοῦν τὰς βοῦς. οἱ δὲ καὶ ὑπόχαλκον αὐτό φασι τὴν μορφήν. διὸ καὶ αἰόλος ὁ τοιοῦτος διὰ τὸ, ὡς ἐῤῥέθη, ποικίλον αὐτοῦ καὶ εὐκίνητον, ἢ καὶ ἄλλως αἰόλος ὁ τοῦ αἰόλλεσθαι ἤτοι κινεῖσθαι ταχέως αἴτιος, ὡς καὶ ἔγχος ἄλκιμον τὸ ἀλκιμοποιόν. ἐν δὲ τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεταιὅτι θύννος καὶ ξιφίας, ὅτε τὸ ὄστρακον ὁ κύων ἐπιτέλλει, τηνικαῦτα περὶ τὰ πτερύγια ἔχουσιν οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ' ἡλίκον δραχμῆς· ὃ καὶ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον δελφῖνος ὡς καὶ πλοίοις πολλάκις ἐμπίπτειν. ἔχουσι δὲ κατά τινα ὥραν οἶστρον καὶ ἐπὶ κεφαλῆς. Ἰστέον δὲ καὶ ὡς τὸ ῥηθὲν ἐν πρώτῃ συζυγίᾳ τῶν περισπωμένων οἰστρεῖν λέγεται καὶ οἰστρᾶν ἐν δευτέρᾳ. χρῆσις δὲ τούτου ἐν τῷ, οἱ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν. ὡς δὲ καὶ ἄλλα ῥήματα διφοροῦνται τὰ μὲν οὕτω, τὰ δ' ἄλλως, δεδήλωται καὶ ἀλλαχοῦ. ἓν δὲ τῶν πολλῶν ἐκείνων καὶ τὸ σοφῶ σοφώσω, ἐξ οὗ καὶ τὸ σοφοῖ, ὅ πέρ ἐστι κοινότερον εἰπεῖν σοφίζει· ἔτι δὲ καὶ τὸ μηνιᾶν ὡς βοᾶν, κοινῶς μέντοι μηνίειν· ἔτι καὶ τὸ συνιεῖν, οὗ μᾶλλον τέτριπται τὸ συνιέναι. (ῃερς. 297.) Τὸ δὲ φθισίμβροτον πλεονασμὸν ἔχει τοῦ ˉν ἐν τῇ προπαραληγούσῃ ὁμοίως τῷ φαεσίμβροτος ἥλιος. (ῃερς. 298.) Τὸ δὲ, ὑψόθεν ἐκ κορυφῆς, ἄδηλον εἴτε ἐκ τῆς ἔσω κατὰ τὸ μέλαθρον, εἴτε ἐκ τῆς ἔξω κατὰ τὸν Ὄλυμπον. Τὸ δὲ ἐπτοίησεν ἐξ ἀνάγκης τῇ ˉοˉι διφθόγγῳ διὰ μέτρον προπαραλήγεται γινόμενον ἐκ τοῦ πτοῶ· ὥς περ γὰρ οὐδὲ τὸ ἠγνόησεν, οὕτως οὐδὲ τὸ ἐπτόησε χρήσιμον εἰς μέτρον Ὁμηρικόν. (ῃερς.

Intertext edge

Open linked passage

Note