Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
246.1.1
) φασὶ δὲ οἱ παλαιοὶ, ψεύδεσθαι τὴν ῥηθεῖσαν ἔκφρασιν, καὶ μὴ λέγειν τὸν ποιητὴν οἵα ἐστὶν ἡ κραναὴ αὕτη νῆσος, ἀλλ' οἵαν εἶναι χρὴ νῆσον εὐδαιμόνως οἰκουμένην. δίχα οὖν τῶν ἄλλων οὐδὲ βούβοτος ἡ νῆσος, εἴ γε τὰ τοῦ Ὀδυσσέως βουστάσιά, φασιν, ἐν ἠπείρῳ ἦν, εἰ μὴ ἄρα συλληπτικῶς ἴσως τῇ Ἰθάκῃ συνεπινοητέον καὶ τὴν ἀντικρὺ αὐτῆς κειμένην ἤπειρον. ἔστι δὲ εἰπεῖν καὶ ὡς ἐγκωμίου νόμῳ οὐ πᾶν λέγει τὸ ἀληθὲς οὐδὲ περὶ τῆς 2. 48 Ἰθάκης, ἀλλὰ προσεπιτίθησιν αὐξήσει χρώμενος. (ῃερς. 248.) Σημείωσαι δὲ ὡς ἄλλως ἐνταῦθα ὁ ποιητὴς τὴν Ἀθηνᾶν ποιεῖ ἁπλοϊκώτερον σμικρύνουσαν τὸν τῆς Ἰθάκης ἔπαινον ἐν τῷ εἰπεῖν καὶ εἰς Τροίαν ἱκάνειν τὸ αὐτῆς ὄνομα. οὐδὲν γὰρ μέγα, εἴ περ εἰς Τροίαν μόνην φθάνει. ποιεῖ δὲ Ὅμηρος οὕτω διὰ τὸ ἀφελὲς τοῦ φαινομένου παναπάλου βώτορος νέου, ὃς οὐκ ἂν ἔχοι μέγα τι λαλεῖν, καὶ ἔοικεν ἡ τοιαύτη ἐγκωμιαστικὴ σμικροπρέπεια τῷ εἰς Ὀδυσσέα ἐπαίνῳ τῆς Πηνελόπης εἰπούσης, τὸ τοῦ ἀνδρός που κλέος εἶναι καθ' Ἑλλάδα καὶ Ἄργος. (ῃερς. 238.) Ἰστέον δὲ ὅτι τὸ οὔτι λίην ἀνώνυμοςἀντὶ τοῦ οὐδόλως νοεῖται ὁμοίως τῷ οὐ πάμπαν. (ῃερς. 240.) Τὸ δὲ πρὸς ἠῶ καὶ πρὸς ἥλιον, τὴν αὐτὴν ἔχουσιν ἔννοιαν, ὥς περ καὶ τὸ μετόπισθε καὶ τὸ ποτὶ ζόφον. ἔνθα καὶ ὅρα ὡς εὐλόγως ἐπὶ δύσεως τέθεικε τὸ ὀπίσω, ὡς τῆς ἀνατολῆς προσώπου λόγον ἐχούσης, διὰ τὸν ἐκεῖθεν ἀνιόντα ὀφθαλμὸν τῆς ἡμέρας ἥλιον. (ῃερς. 242.) τὸ δὲ ἤτοι μὲν τρηχεῖα, τὸ τοῦ λέγοντος δηλοῖ φιλάληθες, ὥς περ καὶ τὸ, οὐχ' ἱππήλατος, καὶ τὸ, οὐδὲ λίην λυπρὴ, καὶ τὸ, αὐτὰρ οὐδ' εὐρεῖα, καὶ τὸ μὴ εἰπεῖν δὲ αὐτὴν μηλόβοτον. ἐμφαίνει γάρ τοι ῥητορικώτερον, ὡς εἴ γε μὴ ἐπικρύπτει τὰ ψογερὰ τῆς νήσου, ἀληθεύοι ἂν καὶ ἐπὶ τοῖς κατ' ἐκείνην ἀγαθοῖς. (ῃερς. 247.) Ἀρδμοὶ δὲ οἱ ἐξ ὑδάτων ἐγχωρίων ποτισμοὶ τῶν ζῴων. καὶ οὕτω μὲν ἡ πλαστὴ Ἀθηνᾶ. (ῃερς. 250.) Ὀδυσσεὺς δέ, φησι, μείδησε χαίρων ᾗ γαίῃ πατρωΐῃ, τουτέστιν ὅτι ἔγνω τῆς πατρίδος ἐπιβῆναι. ἴσως δὲ χαίρει καὶ τῷ τῆς πατρίδος ἐγκωμίῳ. φύσει γὰρ ἡδέα τὰ τοιαῦτα κατὰ τοὺς παλαιοὺς ῥήτορας. (ῃερς. 254.) Ὅτι μέλλων ποιήσειν Ὅμηρος τὸν Ὀδυσσέα λαλοῦντα τῇ φαινομένῃ Ἀθηνᾷ προεπισημαίνεται ὡς ψεύσεται, ἵνα λάθοι Ὀδυσεὺς εἶναι· παρήγγελται γὰρ κρύβδα μηδ' ἀναφανδὰ ἐς τὴν πατρίδα ἱκέσθαι. φησὶ γοῦν ὃ προσαρμόζει παντὶ ψευδομένῳ· οὐδ' ὅ γ' ἀληθέα εἶπε. πάλιν δ' ὅ γε λάζετο μῦθον, ἤγουν πρὸς ψεῦδος ἐλάλησεν. ἀνάπαλιν γὰρ τῆς ἀληθείας τὸ ψεῦδος. δῆλον δὲ ὅτι οὐ μάτην οὕτω ἀλλὰ καιρὸν εὑρὼν ὁ Ὀδυσσεὺς τοῦ ψεύσασθαι λαλεῖ οὐ πρὸς ἀλήθειαν, αἰεὶ ἐν στήθεσι νόον πολυκερδέα νωμῶν. Καὶ ἔστιν ἐνταῦθα παραποιήσαντα εἰπεῖν, ὡς ψεῦδος ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν. ἔφη μὲν οὖν καὶ ἐν τοῖς Φαίαξι πολλὰ ψευδῆ ὁ Ὀδυσσεύς. πλὴν ἀλλ' ἐκεῖνα μυθικῆς ἀρχῆς ἐξῆπτο προπεπλασμένης ὑπὸ ἑτέρων, ὁποῖα πρὸς ἄλλοις καὶ τὰ περὶ ἡρώων καὶ ἡρωΐδων. ἐν γάρ τοι τοῖς καθ' ἑαυτὸν ἀληθεύειν ἐδόκει, ἐνταῦθα δὲ καὶ ἔτι ἐν τοῖς πρὸς τὸν Εὔμαιον καὶ ἐν οἷς δὲ διηγήσεται τῇ Πηνελόπῃ καὶ τοῖς μνηστῆρσι περὶ τῶν καθ' ἑαυτὸν, οὐκ ἐκ παλαιῶν μύθων τὰ ψεύσματα ἀλλ' αὐτοῦ Ὀδυσσέως πλάσματα. ὅθεν καὶ τὴν ὅλην ταύτην ποίησιν, ὡς καὶ προείρηταί που, ὕποπτον τέθηκεν ὁ ποιητὴς, ὡς οἷα ψεύδεα λέγων ἐτύμοισιν ὁμοῖα, καὶ πείθων καθὰ καὶ Ὀδυσσεὺς, οὕτω δὴ καὶ αὐτὸς τοὺς ἀκροατὰς οἷς εὐπλάστως λαλεῖ. ἄρχεται δὲ τῶν πρὸς τὴν Ἀθηνᾶν ψευδέων ὁ ποιητὴς οὕτω· πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ τηλοῦ ὕπερ πόντου. νῦν δ' ἦλθον καὶ αὐτὸς χρήμασι σὺν τοῖσδεσσι. λιπὼν δ' ἔτι παισὶ τοσαῦτα φεύγω, (ῃερς. 259.) ἐπεὶ φίλον, φησὶν, υἱὸν κατέκτανον Ἰδομενῆος, οὗ καὶ ὄνομα πλάττει Ὀρσίλοχον πρὸς πιθανότητα διηγήματος. καὶ ἀρετὴν δὲ αὐτοῦ λέγει τὸ πόδας ὠκὺν εἶναι, ὃ καὶ ἐφερμηνεύων περιφραστικῶς ἐπάγει· ὃς ἐν Κρήτῃ ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσι. (ῃερς. 262.) λέγει δὲ καὶ αἰτίαν τοῦ φόνου τὴν ἐκ τοῦ ῥηθέντος Ὀρσιλόχου πολλὴν ἀδικίαν. ὅς, φησιν, ἤθελέ με στερέσαι ληΐδος πάσης Τρωϊάδος. καὶ τρόπον δὲ τοῦ φόνου λέγει τὸ, (ῃερς. 267.) ἔβαλον χαλκήρεϊ δουρὶ λοχησάμενος. (ῃερς. 268.) καὶ τόπον ὑποτίθησιν, ἀγρὸν, εἰπὼν ἀνελεῖν τὸν Ὀρσίλοχον κατιόντα ἀγρόθεν ἐγγὺς ὁδοῖο. ἔτι δὲ καὶ καιρόν. (ῃερς. 269.) νὺξ γάρ, φησι, μάλα δνοφερή. καὶ οὕτω ποιήσας τὸν λόγον πιστόν τε ἅμα καὶ ἐμπερίβολον μέμνηται (ῃερς. 272.) καὶ Φοινίκων ἀνδρῶν ὡς ἀγαθῶν ἐμπόρων καὶ μὴ θελόντων ἀπατῆσαι. οὓς νῦν μὲν ἀγαυοὺς καλεῖ, ἐν δὲ τοῖς ἑξῆς που τρώκτας ἐρεῖ. καὶ λέγει λίσασθαι μὲν αὐτὸς ἐκείνους καὶ πολλὰ δοῦναι ἐφ' ᾧ Πύλονδε καταστῆσαι τοῦτον καὶ ἐφέσσαι, ὅ ἐστι καθίσαι, ἱδρύσαι, (ῃερς. 274.) ἢ καὶ εἰς Ἤλιδα δῖαν ὅθι κρατέουσιν Ἐπειοί. ἀλλ' αὐτοὺς μὲν ἐκεῖθεν ἀπώσατό, φησιν, ἄνεμος πόλλ' ἀεκαζομένους, οὐδ' ἤθελον ἐξαπατῆσαι. (ῃερς. 282.) ἐκεῖθεν δὲ ἐνταῦθα ἐλθόντων, αὐτὸς μὲν κοιμηθῆναι φησὶ, τοὺς δὲ τὰ χρήματα ἐκ νηὸς ἑλόντας καταθεῖναι ἐν ψαμάθοισιν, (ῃερς. 285.) εἶτα ἐς Σιδονίην εὖ ναιομένην ἀποβῆναι. καὶ τοῦτ' ἦν αἴτιον τοῦ εἰπεῖν ὡς οὐκ ἤθελον οἱ Φοίνικες ἀπατῆσαι, ἵνα δηλαδὴ πιθανεύηται περὶ τῶν χρημάτων, ὡς δῆθεν μὴ θελόντων ἐκείνων κερδῆσαι τὸ ἀλλότριον. ἄλλως γὰρ ἄπορον ἔδοξεν ἂν τῷ φανέντι βώτορι, πῶς ξένος ἀνὴρ ἐν Ἰθάκῃ μετὰ 2. 49 χρημάτων εὕρηται. Καὶ ὅρα ὅτι καὶ νῦν καθὰ καὶ ἐν ταῖς ἑξῆς ψευδολογίαις Κρῆτα ἑαυτὸν ὁ Ὀδυσσεὺς πλάττει, (ῃερς. 256.) ἐπιλεξάμενός τε τὸν Κρητικὸν τόπον διὰ τὸ δυσεξέλεγκτον ὡς μακρὰν τῆς Ἰθάκης ὄντα, καὶ ἀφορμὴν προκαταβαλόμενος παροιμίᾳ τῇ λεγούσῃ, Κρῆτες ἀεὶ ψεῦσται. πιθανευόμενος δ' ἐν τούτοις ὁ Ὀδυσσεὺς καὶ ἣν ἔφη ἀδικίαν εἰς αὐτὸν τοῦ ὕστερον φονευθέντος Ὀρσιλόχου λέγει ἐγκοτεῖν αὐτῷ ἐκεῖνον, διότι ἄλλων αὐτὸς ἄρχων ἑταίρων οὐκ ἐθεράπευόν, φησιν, ἐκεῖνον. Ἔνθα σημείωσαι ὡς ἐντεῦθεν θεράπων παρὰ τῷ ποιητῇ, ὃς χαριζόμενός τινι θεραπεύει. Ὅρα δ' ἐν τούτοις καὶ τὸ πυνθανόμην Ἰθάκης, γενικῇ συνταχθὲν καὶ ληφθὲν ἀντὶ τοῦ, ἤκουον περὶ Ἰθάκης. (ῃερς. 262.) Τὸ δὲ στερέσαι, στερῆσαι κοινῶς λέγεται, ὁμοίως τῷ ποθέσω καὶ ποθήσω, περὶ οὗ προείρηται. (ῃερς. 274.) Τὸ δὲ Πύλονδε καταστῆσαι, ἀντὶ τοῦ εἰς Πύλον ἀπαγαγεῖν, ὅ περ ἡμεῖς ἀποκαταστῆσαι φαμέν. Ὅτι δὲ Ἠλεῖοι οἱ Ἐπειοὶ, καὶ ἐν ἄλλοις δηλοῦται. (ῃερς. 275.) Τὸ δὲ ἀπώσατο ἐπὶ ἀνέμου ἐνταῦθα ῥηθὲν τὸν παρὰ τοῖς ὕστερον ὤστην καὶ ἐξώστην παρήγαγεν, (ῃερς. 276.) ὃς δύναται ὡς εἰκὸς διὰ τὸ ἀπώσατο καὶ ἀπώστης λέγεσθαι. (ῃερς. 277.) Τὸ δὲ ἀεκαζομένους ἀπὸ ῥήματός ἐστι παράγωγον τοῦ ἀεκάζω πρὸς ὁμοιότητα τοῦ ἀκούω ἀκουάζω, ὃ πρὸ ὀλίγων κεῖται. (ῃερς. 285.) Τὸ δὲ ἐς Σιδονίην ἑρμηνεύει Σιδονίους εἶναι τοὺς ῥηθέντας Φοίνικας, ἵνα κἀνταῦθα συνήθως τῷ μέρει συνεκφωνοῖτο καὶ τὸ ὅλον. μέρος γὰρ Φοινίκων οἱ Σιδόνιοι, ὡς πολλαχοῦ φαίνεται. Ὅτι δὲ καὶ συστέλλει παρ' Ὁμήρῳ ἡ Σιδὼν τὴν ἐφεξῆς τῶν πλαγίων κλίσιν, ἐν ἄλλοις ἐδηλώθη καὶ αὐτό. καὶ ὡς οἱ μεθ' Ὅμηρον οὐ συστέλλουσιν ἀλλὰ διόλου φυλάττουσι τὸ ˉω τῆς εὐθείας πανταχοῦ, συστέλλοντες καὶ τὴν ἄρχουσαν, καὶ ταῦτα τοῦ ποιητοῦ ἐκτείνοντος αὐτήν. Ἡρῳδιανὸς δὲ λέγει ὅτι τὸ Σιδῶνος γραφόμενον, ὡς Ἀντρῶνος Πλευρῶνος, μετέπεσε παρ' Ὁμήρῳ, συναπενεχθὲν τοῖς εἰς δˉων λήγουσι ῥηματικοῖς, ἤγουν τῷ ἀλγηδόνος ἀηδόνος. (ῃερς. 259.) Ἐν δὲ τῷ ῥηθέντι χωρίῳ, γράφουσιν οἱ παλαιοὶ, ὅτι πιθανῶς ὁ σοφὸς Ὀδυσσεὺς πρὸς τὸν φαινόμενον Ἰθακήσιον παῖδα πλάττοι ἀνῃρηκέναι υἱὸν Ἰδομενέος τοῦφιλουμένου τῷ Ὀδυσσεῖ, ὡς ἂν αὐτὸν πρόσωνταί, φασι, δι' αὐτοῦ οἱ μνηστῆρες ἤτοι προσδέξωνται ὡς ἐχθρὸν τοῦ Ἰδομενέως, ὃν Ὀδυσσεὺς ἐφίλει. φιλοῖτο γὰρ ἂν πάντως ὑπὸ τῶν μνηστήρων ὁ τῷ φίλῳ τοῦ Ὀδυσσέως ἐχθρός. (ῃερς. 258.) Υἱοὺς δέ, φασιν, ἐν Κρήτῃ ἔχειν λέγει, ἐκφοβῶν ὡς εἴ τι καὶ πάθοι ἐν Ἰθάκῃ κακὸν, ἕξει τοὺς τιμωρήσαντας. καὶ τὸν Ὀρσίλοχον δὲ (ῃερς. 262.) ἀνελεῖν λέγει διὰ στέρησιν τῆς λείας, δεικνὺς ὡς ἀμυντικὸς ὢν οὐδὲ νῦν παραχωρήσει τοῖς ἐν Ἰθάκῃ ἀναιμωτὶ στερῆσαι αὐτὸν ὧν ἔχει χρημάτων. (ῃερς. 272.) τοὺς Φοίνικας δὲ ἐπαινεῖ, διδάσκων μὴ δεῖν ἀδικηθῆναι μηδὲ ὑπὸ τῶν κατὰ τὴν Ἰθάκην, εἴ γε καὶ εἰ φιλοκερδεῖς Φοίνικες αὐτοῦ ἐφείσαντο. (ῃερς. 261.) Ἔτι ἰστέον καὶ ὅτι ἐν τῇ ῥηθείσῃ ψευδοδιηγήσει κεῖνται τινὰ χρήσιμα εἰς πεζολογίας παραπλοκὴν, οἷον τὸ μὲν πόδας ὠκὺν ὃς ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, ἔπαινος ἀνδρὸς ποδώκεος. (ῃερς. 262.) Τὸ δὲ στερέσαι με ληΐδος ἤθελε πάσης, τῆς εἵνεκα ἐγὼ πάθον ἄλγεα θυμῷ, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα πείρων, οὕνεκα οὐ χαριζόμενος θεράπευον, ἄνδρα καθυπογράφει ἀδικούμενον διὰ τὸ μὴ ἐθέλειν ζῆν κολακικῶς. (ῃερς. 269.) Τὸ δὲ νὺξ δὲ μάλα δνοφερὴ κάτεχεν οὐρανὸν, οὐδέ τις ἡμέας ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας, νύκτερον λαθραῖον φόνον δηλοῖ. (ῃερς. 279.) Τὸ δὲ κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτὸς, σπουδῇ δ' ἐς λιμένα προερύσσαμεν ἢ μάλιστα προερέσσαμεν, οὐδέ τις ἡμῖν δόρπου μνῆστις ἔην μάλα περ χατέουσιν ἑλέσθαι, ὅ ἐστι πεινῶσι περιφραστικῶς, (ῃερς. 280.) ἀλλ' αὕτως ἀποβάντες ἐκείμεθα, νυκτερινὸν κατάπλουν φράζει πάνυ καματηρόν. (ῃερς. 281.) Τὸ δὲ, ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθεν κεκμηότα, ὑπνοῦντι ἁρμόζει τινὶ μετὰ κάματον. (ῃερς. 282.) Ἀρχαϊκὸν δὲ τὸ, ἐμὲ γλυκὺς ὕπνος ἐπῆλθεν. οἱ γὰρ μεθ' Ὅμηρον ἐπῆλθέ μοι φασίν. (ῃερς. 280.) Ἐντούτοις δὲ σημείωσαι τὸ μνῆστις πλεονασμὸν ἔχον τοῦ σίγμα, οὐ γὰρ ὡς ἐκ τοῦ λέλησται ἡ λῆστις, οὕτω καὶ ἐκ τοῦ μέμνησται μνῆστις, ἀλλ' ἐκ τοῦ μέμνηται. (ῃερς. 287.) Ὅτι Ὀδυσσέως ψευσαμένου, ὡς ἐῤῥέθη πιθανῶς πρὸς τὸν φαινόμενον νεανίαν ἐν Ἰθάκῃ ὃς ἦν ἡ Ἀθηνᾶ, πρῶτα μὲν μείδησεν ἀφελῶς καὶ αὐτὴ καθὰ πρὸ αὐτῆς Ὀδυσσεύς. (ῃερς. 288.) εἶτα δέμας εἰκασθεῖσα γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα εἰδυίῃ, ὁποῖαν κατὰ τὸ εἰκὸς ἔδει φαντασθῆναι τὴν θήλειαν θεὰν Ἀθηνᾶν, χειρί τέ μιν κατέρεξε καὶ προσέφη· κερδαλέος ἂν εἴη καὶ, ἐπίκλοπος ὅς σε παρέλθῃ ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε, σχέτλιε, ποικιλομῆτα, (ῃερς. 293.) δόλων αἶτε, ὅ ἐστιν ἄατε, ἀκόρεστε, ὡς καὶ 2. 50 ἀλλαχοῦ κεῖται, οὐκ ἂρ ἔμελλες οὐδ' ἐν σῇ περ ἐὼν γαίῃ λήξειν ἀπατάων, μύθων τε πλοκίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν; ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα, (ῃερς. 296.) εἰδότες ἄμφω κέρδεα ὡς οἷα κερδαλέοι. ἐπεὶ σὺ μὲν ἐσσὶ βροτῶν ὄχ' ἄριστος ἁπάντων βουλῇ καὶ μύθοισιν, ἐγὼ δ' ἐν πᾶσι θεοῖσι μήτι τε κλέομαι καὶ κέρδεσιν. οὐδὲ σύ γ' ἔγνως Παλλάδ' Ἀθηναίην κούρην Διὸς, (ῃερς. 301.) ἥ τέ τοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω. ὃ δὴ χρήσιμον ἐπὶ προσωπικῆς βοηθείας λέγεσθαι. (ῃερς. 297.) ὥς περ τὰ πρὸ αὐτοῦ ἐπὶ ἐπαίνῳ κερδαλέων καὶ λογίων προσώπων. (ῃερς. 302.) εἶτα φησὶν ἡ Ἀθηνᾶ καὶ ὅτι αὐτὴ Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκε τὸν Ὀδυσσέα, δηλαδὴ ὡς ἀθηναΐζοντα κατὰ τὴν φρόνησιν. καὶ νῦν δὲ ἱκέσθαι φησὶν ἐνταῦθα, ἵνα μῆτιν συνυφάνῃ χρήματα κρύψαι ὅσα, φησὶ, Φαίακές (ῃερς. 305.) σοι ὤπασαν ἐμῇ βουλῇ τε νόῳ τε, τουτέστι διὰ σύνεσιν ἧς Ἀθηνᾶ προΐσταται. ἔτι δέ φησι, καὶ ἵνα εἴπω ὅσσα τοι αἶσα ἐν δόμοις κήδεα ἀνατλῆσαι, σὲ δὲ τλῆναι ἀνάγκῃ, μηδέ τῳ ἐκφάσθαι μήτ' ἀνδρῶν μήτε γυναικῶν πάντων οὕνεκα ἦλθες ἀλώμενος, (ῃερς. 310.) ἀλλὰ σιωπῇ πάσχειν ἤγουν, πάσχε ἄλγεα πολλὰ, βίας ὑποδέγμενος ἀνδρῶν, ὅ περ ἐπὶ φερεπονίᾳ ἐστὶ παραίνεσις, προεκτιθέμενον ῥητορικῶς καὶ ὅπως χρὴ τὸν Ὀδυσσέα οἰκονομῆσαι τὰ καθ' ἑαυτόν. (ῃερς. 308.) εἰ δὲ μεταταῦτα ὁ Ὀδυσσεὺς ἄκων μὲν ἑαυτὸν ἀνακαλύψει τῇ μαίᾳ Εὐρυκλείᾳ, ἑκὼν δὲ τῷ Τηλεμάχῳ καὶ τῷ Εὐμαίῳ καὶ ἑτέροις τισὶν, ἔκδηλον ὅτι πλεῖόν τι τῆς Ἀθηνᾶς αὐτὸς ἐκεῖ νοεῖ, τουτέστι τῆς κατὰ πρώτην ἐπιβολὴν παρ' αὐτῷ συνέσεως. (ῃερς. 286.) ἐπεὶ κατὰ παροιμίαν, αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα μεθομοίωσις τῆς Ἀθηνᾶς ἡ ἐκ παναπάλου νεανίου εἰς καλήν τε μεγάλην τε γυναῖκα ῥηθείη ἂν σκοπτικώτερον μὴ πάνυ ἀπεοικέναι τῶν κατὰ Πρωτέα ἢ τῶν κατὰ Τειρεσίαν μεταβολῶν. συντελεῖ δὲ εἰς τοιοῦτον νοῦν καὶ τὸ, σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις, ὃ μετ' ὀλίγα εἰρήσεται. οὗ λόγου παράδειγμα καὶ ἡ ἐν τῇ Φαιακίᾳ παρθενικὴ νεᾶνις, ᾗ ὡμοιώθη Ἀθηνᾶ. (ῃερς. 291.) Τὸ δὲ κερδαλέος ἂν εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθῃ ἐν πάντεσσι δόλοισι, πανούργῳ ἀνθρώπῳ ἐπιλεχθήσεται. Ἔνθα τὸ, ὅς σε παρέλθῃ, ὅμοιόν ἐστι τῷ, ἐπεὶ οὐ παρελεύσεαι. ὅ περ ἐν Ἰλιάδι κεῖται. ἐντελέστερον δὲ τοῦτο ἐκείνου καὶ σαφέστερον. (ῃερς. 292.) Τὸ δὲ καὶ εἰ θεὸς ἀντιάσειε, ποιητική ἐστι συνήθης ὑπερβολή. Σχέτλιος δὲ οὐδ' ἐνταῦθα κατὰ ὕβριν ὅλως εἴρηται, ἀλλὰ δηλοῖ καὶ νῦν τὸν ἐπισχετικὸν καὶ τλήμονα. (ῃερς. 294.) Τὸ δὲ οὐδ' ἐν σῇ περ ἐὼν γαίῃ, καλῶς καὶ αὐτὸ ἐῤῥέθη. ξένος μὲν γάρ τις διὰ τὸ εὐεπηρέαστον παραλογίσεταί που καὶ ψεύσεται, ὡς καὶ ὁ ψευδοπλανήτης Ὀδυσσεὺς ἐν τοῖς κατ' οἶκον ποιεῖ. (ῃερς. 295.) αὐτόχθων δὲ, τί ἂν ψεύδοιτο; Μῦθοι δὲ πλόκιοι, οἱ πεπλεγμένοι καὶ σκολιοί. δῆλον γὰρ ὅτι σκολιοῦται πᾶν τὸ πλεκόμενον καὶ οὐκ ἔχει τὴν προτέραν εὐθύτητα. τινὲς δὲ κλοπίων γράφουσιν ἀντὶ τοῦ, δολίων. Τὸ δὲ πεδόθεν, ἀντὶ τοῦ ἐκ γενετῆς, καὶ ὡς οἷον ἐκ πέδου, τουτέστι γῆς, καὶ ὡς εἰπεῖν, ἐκ ῥίζης αὐτῆς. ἡ δὲ μεταφορά, φασιν, ἐκ τῶν φυτῶν ἢ ἀντὶ τοῦ, βρεφόθεν, καὶ ἐξ αὐτοῦ πέδου, εἰς ὃ καὶ πίπτουσι καὶ ἕρπουσιν οἱ ἀρτιγενεῖς, ἵνα λέγῃ ὅτι συνανετράφης τοῖς ψεύδεσι. (ῃερς. 296.) Τὸ δὲ ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα εἰδότες ἄμφω κέρδεα καὶ ἑξῆς, παρῳδηθείη ἂν ἐπί τε συστάσει φρονήσεως καὶ εἰς δήλωσιν τοῦ μὴ ἂν ἐξαπατηθῆναι. Ἔνθα ὅρα καὶ τὸ εἰδότες ἀπὸ ἀρσενικοῦ τοῦ Ὀδυσσέως διαβεβηκὸς καὶ εἰς τὴν Ἀθηνᾶν. ἐκνικᾷγὰρ πανταχοῦ ἡ ἀρσενικὴ σύνταξις. (ῃερς. 297.) ἐνταῦθα δὲ καὶ ἐπίκρισίς ἐστι ποιητικὴ, ὡς Ἀθηνᾶ μὲν ἐν θεοῖς κερδίστη ἐστὶν, ἐν ἀνθρώποις δὲ Ὀδυσσεύς. (ῃερς. 299.) ἐν τούτοις δὲ σημείωσαι ὡς εἰ καὶ κέρδεα ὡς μάλιστα ἡ Ἀθηνᾶ οἶδεν, ἀλλ' οὐκ ἤδη καὶ κερδῴα λέγεται κατὰ τὸν κερδῷον Ἑρμῆν, ἐκεῖνο γὰρ ἑτεροίου λόγου ἐστὶ δεδηλωμένου ἐν ἄλλοις. σημεῖον δὲ τοῦ κέρδεσιν ἐμπρέπειν αὐτὴν καὶ τὸ, οὐδὲ σύ γ' ἔγνως Παλλάδα, ἓν γάρ τι καὶ τοῦτο τῶν κερδέων αὐτῆς. Τὸ δὲ μήτι κλέομαι, ἀντὶ τοῦ, τῇ βουλῇ εὐκλεής εἰμι, παραγώγως δὲ εἰπεῖν, κλεΐζομαι. καὶ ἐκτείνεται τὸ μήτι, καθὰ καὶ ἐν Ἰλιάδι ἐν τῷ, μήτι δ' ἡνίοχος περιγίνεται ἡνιόχοιο. (ῃερς. 300.) Ἐν δὲ τῷ,
246.2.1
Ἀθηναίην ἐπαγάλλεται αὐτὴ τῷ τῆς Παλλάδος ἐπιθέτῳ, γινομένῳ, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, ἢ παρὰ τὸ πάλλω, ἢ παρά τινα Πάλλαντα, ἢ καὶ διὰ τὸ νεάζον καὶ εὐειδές. λέγουσι γὰρ οἱ παλαιοὶ, τὰς εὐειδεστάτας καὶ εὐγενεῖς παρθένους ἱερῶσθαι καὶ καλεῖσθαι παρ' Ἕλλησι Παλλάδας, οἳ καὶ τὸν νέον οὐ μόνον πάλλαντα καλοῦσιν, ἀλλὰ καὶ πάλλακα. καὶ τὴν παλλακὴν δὲ, ὡς προεῤῥέθη, ἐντεῦθεν παράγουσιν. ἴσως δὲ καὶ οἱ νῦν Ἀττικοὶ πάληκες ἐντεῦθεν καλεῖσθαι διεδέξαντο. Ἀναπλῆσαι δὲ κήδεα, τὸ ἐντελῶς καὶ κατὰ 2. 51 τὸ πλῆρες ἀνατλῆναι, ὡς δεδήλωται ἀλλαχοῦ. (ῃερς. 312.) Ὅτι πολυγνώμονι καὶ δυσκατανοήτῳ ἀνδρὶ καὶ γυναικὶ ἐπιλεχθήσεται τὸ, ἀργαλέον σε γνῶναι βροτῷ ἀντιάσαντι, καὶ μάλ' ἐπισταμένῳ. σὲ γὰρ αὐτὸν παντὶ ἐΐσκεις. (ῃερς. 314.) λήθην δὲ φιλίας δηλοῖ τὸ, τοῦτο δ' ἐγὼν εὖ οἶδ' ὅτι μοι πάρος ἤπιος ἦσθα ἕως τοῦ δεῖνος καιροῦ. μετ' αὐτὸν δὲ, οὔ σε ἔτι ἔπειτα ἴδον οὐδ' ἐνόησα ἐλθόντα ὅπως τί μοι ἄλγος ἀλάλκοις, ἀλλ' αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ ἠλώμην, εἵως με θεὸς (ῃερς. 321.) κακότητος ἔλυσε. βοήθειαν δέ τινα δηλοῖ τὸ, θάρσυνάς τ' ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες. (ῃερς. 324.) ἱκετευτικὸν δὲ τὸ, νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι. (ῃερς. 326.) ἀπάτης δὲ ὑποψία τὸ, σὲ δὲ κερτομέοντα ὀΐω ταῦτ' ἀγορευέμεναι ἵν' ἐμὰς φρένας ἠπεροπεύσῃς. Ὀδυσσεὺς δὲ ταῦτα φησὶν ὑποπτεύων τοὺς τῆς Ἀθηνᾶς λόγους μὴ καὶ αὕτη ψεύδηται κατ' αὐτόν. (ῃερς. 330.) αὐτὴ δὲ ἀποδεξαμένη τῆς στεῤῥότητος τὸν Ὀδυσσέα φησὶν ἔπαινον σταθεροῦ ἀνδρὸς τοιόνδε· αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα, τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, οὕνεκα ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. (ῃερς. 332.) ἔστι δὲ ἐπητὴς ἢ ὁ λόγιος παρὰ τὸ ἔπος ἢ ὁ χαίρων τῇ ἀληθείᾳ παρὰ τὴν ἐπὶ πρόθεσιν καὶ τὸ ἐτέον. ὀξύνεται δέ, φασιν, ἡ λέξις παρὰ τοῖς παλαιοτέροις. οἱ δὲ ὕστερον παροξύνουσιν αὐτὸ, λέγοντες ἐπήτην τὸν φρόνιμον. ἀγχίνους δὲ διαφέρει ἐχέφρονος, ὡς καὶ ἀγχίνοια φρονήσεως. ἡ μὲν γὰρ σκέψις ἐστὶ τοῦ δέοντος ἐν βραχεῖ χρόνῳ ἀγχινοοῦσα, τουτέστιν ἐγγὺς καὶ ἐν ὀλιγίστῳ χρόνῳ, ἡ δὲ φρόνησις οὐ τοιαύτη, ἀλλ' ἔχει παράτασιν. (ῃερς. 333.) ἐπὶ δὲ τούτοις δεικνῦσα ἡ Ἀθηνᾶ ὅπως ὁ Ὀδυσσεὺς ἐχέφρων ἐστὶν, ἐπάγει· ἀσπασίως γάρ κεν ἄλλοις ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἵεται ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ' ἄλοχόν τε. σοὶ δ' οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, (ῃερς. 336.) πρίν γέ τι σῆς ἀλόχου πειρήσεαι. τοῦτο δὲ Ὀδυσσέως ἔπαινος, εἰ οὕτω στερέμνια φρονεῖ, ὡς μὴ εὐθὺς ἁρπάσαι τὴν τῶν οἰκείων ἐντυχίαν πρινὴ πειράσασθαι ὅπως ἔχουσι περὶ αὐτόν. εἶτα καὶ πληροφορεῖ περὶ τῆς γυναικὸς ὡς ἀγαθὴ περὶ τὸν ἄνδρα ἐστὶν, εἰποῦσα ἐπαινετικῶς, ὅτι αὕτως, τουτέστιν οὕτως ὡς καὶ ἐξ ἀρχῆς, ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθινύθουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ. (ῃερς. 326.) Ὅτι καινόν τι σχῆμα καὶ τὸ, οὐ γὰρ ὀΐω ἥκειν εἰς Ἰθάκην ἀλλὰ ἄλλην γῆν ἀναστρέφομαι. τὸ γὰρ κοινότερον ἀναστρέφεσθαι ἦν. (ῃερς.