Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
249.1.1
) Ὅτι διασκευάζων τὴν τῶν μνηστήρων ἐν τῇ ἄρτι νουμηνίᾳ δαῖτα, φησί· Χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε· περὶ ὧν ἀλλαχοῦ προγέγραπται. οἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας. ἱέρευον δὲ σύας σιάλους, (ῃερς. 251.) καὶ βοῦν ἀγελαίην, τουτέστι νομαδικὴν, ἄφετον, ἀδάμαστον. (ῃερς. 252.) σπλάγχνα δ' ἂρ ὀπτήσαντες ἐνώμων, ὅ ἐστι παρεῖχον. δηλοῖ δέ ποτε ἡ λέξις καὶ κίνησιν. (ῃερς. 253.) ἐν δέ τε οἶνον κρατῆρσι κερόωντο, τουτέστιν ἐμίγνυον· κύπελλα δ' ἔνειμε συβώτης. καὶ ἔστι ταυτὸν τὸ νέμειν καὶ τὸ νωμᾶν. σῖτον δ' ἐπένειμε Φιλοίτιος καλοῖς ἐν κανέοισιν. (ῃερς. 255.) ἐῳνοχόει δὲ Μελανθεὺς ὁ καὶ Μελάνθιος. (ῃερς. 256.) οἱ δ' ἐπεχείρουν τοῖς προκειμένοις. (ῃερς. 257.) Τηλέμαχος δὲ κέρδεα νωμῶν, ἤτοι κινῶν, στρέφων εἰς νοῦν, Ὀδυσῆα καθίδρυεν ἐντὸς εὐσταθέος μεγάρου παρὰ λάϊνον οὐδόν· (ῃερς. 259.) καὶ οὐκ ἀφῆκε τὸν ξεῖνον κατὰ γῆς καθῆσθαι ὡς χθὲς, ἀλλὰ δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν, ὡς πτωχῷ ἔπρεπε, παρετίθει καὶ σπλάγχνων μοῖραν, τὸ μὲν φαινόμενον ἐπὶ τιμῇ τοῦ ξένου, ἄλλως δὲ, ὅτι κέρδεα ἐν φρεσὶν ἐνώμα· ὧν κεφάλαιον τὸ τοὺς μνηστῆρας ἐρεθίζειν κατ' αὐτοῦ, ἵνα τάχιον τὸ κατ' ἐκείνων κακὸν γένηται. διὸ καὶ αὐτὸς τῷ ξείνῳ διακονεῖ, οὐκ ἀφιεὶς τοῖς δούλοις τοῦτο ποιεῖν. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ δριμύτερον τοὺς μνηστῆρας προσφθέγγεται, μήτε κακολογεῖν τὸν ξένον αὐτοὺς ἐθέλων μήτε χερσὶ πειρᾶσθαι. (ῃερς. 260. σθθ.) διὸ καὶ οἶνονἐγχέας τῷ ξένῳ ἐν δέπαϊ χρυσέῳ ἐνταυθοῖ νῦν, ἔφη, κάθησο μετ' ἀνδράσιν οἰνοποτάζων· κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω πάντων μνηστήρων, ἐπεὶ οὔ τι δήμιός ἐστιν οἶκος ὅδε, ἀλλ' Ὀδυσῆος· (ῃερς. 265.) ἐμοὶ δ' ἐκτήσατο κεῖνος, τουτέστι χάριν ἐμοῦ. (ῃερς.
249.1.2
) Τὸ δὲ, οὐκ ἀγαθή σε κομιδὴ ἔχει, ἀστεῖον ἐστὶ ῥητορικὸν ἀντίθετον· λέγει γὰρ ὡς ὁ μὲν κῆπος ἔχει κομιδὴν ὑπὸ σοῦ, σὺ δὲ οὐκ ἔχεις τὴν δέουσαν κομιδήν. ὅμοιον δέ τι μετ' ὀλίγα καὶ τὸ, οὔ σε κομιδὴ ἀγαθὴ ἔχει, ἀλλὰ γῆρας λυγρὸν ἔχεις. (ῃερς.