Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1.1
) ἐρωτηθεὶς οὖν ὑπὸ τῆς μαίας Τηλέμαχος, τίς ἂν φάος οἴσει, τουτέστιν ἐν χερσὶ βαστάσῃ, ἐπεὶ ὡς ἐῤῥέθη αἱ δουλίδες προμολεῖν εἴργονται, φησί· (ῃερς. 27.) ξεῖνος ὅδε. οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὅς κεν ἐμῆς γε χοίνικος ἅπτηται καὶ τηλόθεν εἰληλουθὼς, ἤγουν οὐδεὶς ἀργὸς τραφήσεται παρ' ἐμοί. λείπει δέ τι καὶ ἐνταῦθα ἐν τῷ, οὐ γὰρ ἀεργὸν ἀνέξομαι. λέγει γὰρ, ὡς οὐκ ἂν ἀνασχοίμην ἀργὸν ὄντα ἢ διάγοντα. Τὸ δὲ ἀνέξομαι ἀεργὸν τῆς ἀρχαίας Ἀτθίδος. οἱ γὰρ ὕστερον γενικῇ συντάσσουσι τὸ ἀνέξομαι. (ῃερς. 28.) Χοῖνιξ δὲ νῦν ἡ τροφή. δίσημος γὰρ ἡ λέξις, ἐπί τε σκεύους τοῦ μετροῦντος καὶ τοῦ μετρουμένου πράγματος. οὕτω δὲ καὶ ὁ μέδιμνος καὶ τὸ τάλαντον καὶ ὁ ξέστης καὶ ἕτερα πολλά. Χοῖνιξ δὲ σκεῦός τι μετρητικὸν σπορίμων, μεῖζον τοῦ παρὰ τοῖς παλαιοῖς καλουμένου μέτρου. ἐκ τούτου παρὰ τοῖς ὕστερον καὶ δεσμὸς ποδῶν ἐκαλεῖτο χοῖνιξ καθ' ὁμοιότητα ἴσως τῆς κατὰ τὸ σκεῦος στρογγυλότητος. οἱ δὲ παλαιοὶ ἁπλῶς οὕτω φασί· χοινίκαι, παχεῖαι πέδαι, ὧν εὐθεῖα ἡ χοινίκη, παρονομασθεῖσα ἐκ τῆς χοίνικος. Ἰστέον δὲ ὅτι τε τὸ ἐπὶ χοίνικος μὴ καθῆσθαι τὸ Πυθαγόρειον, ἤγουν μὴ τρέφεσθαι ἀργὸν, ἐκ τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου ὥρμηται. ἅπαξ δὲ ἡ λέξις εἴρηται ὧδε παρὰ τῷ ποιητῇ. καὶ ὅτι ὃς ἀεργὸς χοίνικος ἐθέλει ἅπτεσθαι, καὶ μάλιστα νέος ὢν, κληθείη ἂν σιτόκουρος κατὰ τὸ, ὀκνηρὸς πάντα μέλλων σιτόκουρος, ὅ φησι Μένανδρος, ὡς ὁ Ἀθήναιος ἱστορεῖ. καὶ ὅτι κατὰ τὸν Βυζάντιον Δημήτριον τὸ ῥηθὲν Πυθαγόρειον αἴνιγμα, ὥς φησιν ὁ αὐτὸς ῥήτωρ, δήλωσίς ἐστι τοῦ χρῆναι μὴ σκοπεῖν τὰ ἐφήμερα, ἀλλὰ τὴν ἐπιοῦσαν προσδέχεσθαι. καὶ ὅτι καθάπερ ἡ χοῖνιξ, οὕτω καὶ ἡ ἀχάνη μέτρον Βοιώτιον, πολλῶν τινῶν, φασὶ, μεδίμνων. Περσικὰ δέ, φασι, μέτρα αἱ ἀχάναι, ἃς καὶ κίστας εἶπον τινές· εἰς ἃς ἀπετίθεντο ἐπισιτισμοὺς οἱ ἐπὶ θεωρίαν στελλόμενοι, ὡς ἐῤῥέθη καὶ ἀλλαχοῦ. λέγονται δὲ καὶ ἀχανίδες παρὰ τῷ κωμικῷ ἐν Ἀχαρνεῦσιν. οὕτω καὶ ἀρτάβη μέτρον ἐφέρετο Περσικόν. ἦν δὲ καὶ ἄδδιξ μέτρον τί, φασι, τετραχοίνικον. Ἀριστοφάνης· ἀλφίτων μελάνων ἄδδιχα. καὶ ἑκτεὺς δὲ ἄλλο τι μέτρον, ἕκτον ἐκεῖνο μεδίμνου, οὗ δηλαδὴ ἥμισυ τὸ ἡμίεκτον. εἰ δὲ ἐθνικὸν ὂν ἡ ἀχάνη καὶ ἡ ἀχανὶς, χρησταί εἰσι λέξεις τοῖς Ἕλλησι, ξενίζον οὐδέν. αἱ γοῦν θρεπταὶ τοῖς δεσπόταις δοῦλαι ὁποία πρὸ ὀλίγων ἡ Μελανθὼ, ἄβραι λεγόμεναι ἐθνικῶς, κεῖνται παρὰ σοφοῖς Ἕλλησι. Μένανδρος· τρέφει παλλακή τις τοῦ πατρὸς αὐτὰς, ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη. ἔστι δὲ ἄβρα κατὰ Παυσανίαν ἡ σύντροφος καὶ παρὰ χεῖρα θεράπαινα, ἡ καὶ οἰκότριψ παροξυτόνως κατὰ Αἴλιον Διονύσιον καὶ ἔντιμος. οὕτω κεῖται, ὡς ὁ αὐτὸς Διονύσιος λέγει, καὶ παρὰ Θεοπόμπῳ ἀβυρτάκη ὑπότριμμά τι δριμὺ, βαρβαρικὸν διὰ πράσων καὶ καρδάμων καὶ κόκκων ῥόας καὶ ἑτέρων τοιούτων. φησὶ γοῦν· ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη. Παυσανίας δὲ καὶ ἀπὸ σινάπεως καὶ σταφίδων εἶναι φησὶ τὸ τῆς ἀβυρτάκης ὑπότριμμα, ᾧ καὶ πρὸς κοιλιολυσίαν ἐχρῶντο. κεῖται δὲ καὶ ἐν Ἡροδότῳ βάρβαρος λέξις ὁ βουνός· Λιβυκὴ γάρ· καὶ παρ' ἑτέροις ὁ παρασάγγης, ὁ καὶ παρὰ Ἑρμογένει. παρά τισι δὲ καὶ ἄγγατος τὸ εἰς ἀναδενδράδα ξύλον, καὶ ἄγγον, εἶδος δόρατος φραγγικοῦ οὔτε λίαν μικροῦ, φασὶν, οὔτε μεγάλου, οὗ τὸ πλεῖστον σιδήρῳ περιέχεται, οὐ κατὰ τὸ παρὰ Λυκόφρονι σίγυμνον· ἐκεῖνο γὰρ ὁλοσίδηρον. ἡ δὲ βλωθρὴ πίτις ἐν Ἰλιάδι ὅσαις ἐπιμερίζεταιγλώσσαις, ἐκεῖ δεδήλωται. ὅσα δὲ καὶ βάρβαρα κύρια ἐν Ἰλιάδι κεῖνται, οἶδεν ὁ ἐπιὼν αὐτά. λέγει δὲ καὶ Αἰσχύλος ἐθνικώτερον καὶ οὐ κατὰ Ἀττικοὺς, βαλῆνα τὸν βασιλέα ἐν τῷ, βαλὴν ἀρχαῖος βαλήν. ὅθεν καὶ βαληνναῖον ὄρος παρὰ Πλουτάρχῳ ἐν τῷ περὶ ποταμῶν ἀντὶ τοῦ βασιλικόν. παρὰ τῷ αὐτῷ δὲ ποιητῇ ἐν Ἀγαμέμνονι καὶ οἱ ἄγγαροι κεῖνται, λέξις φανερῶς Περσική· φρυκτὸς φρυκτὸν δεῦρ' ἀπ' ἀγγάρου πυρὸς ἔπεμπε. τοιοῦτον δὲ τὸ τῶν φανῶν. κυρίως δὲ κατὰ Αἴλιον Διονύσιον ἄγγαροι οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δ' αὐτοί, φησι, καὶ ἀστάνδαι Περσικῶς. τίθεται δέ, φασιν, ἡ λέξις καὶ ἐπὶ φορτηγῶν, καὶ ὅλως ἐπὶ ἀναισθήτων καὶ ἀνδραποδωδῶν· ὅθεν καὶ ἀγγαροφορεῖν τὸ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς, καὶ ἀγγαρεύεσθαι τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. ἐθνικὴ δὲ λέξις καὶ ἡ μόρτη, τὸ ἕκτον, φασὶ, μέρος τῶν καρπῶν, ἣ ἐδίδοτο τοῖς ἑκτημορίοις, ὡς ἐν ἀνωνύμῳ κεῖται λεξικῷ ῥητορικῷ. Αἴλιος δὲ Διονύσιος λέγει ὅτι Περσικὸν ὄνομα καὶ ὁ μανδύας. ἔοικε δέ, φησι, φαινόλῃ. καὶ ὁ γράψας δὲ γέντα τὰ κρέα κατὰ γλῶσσαν Θρᾳκῶν ἔγραψεν. οὐκ ἂν δέ τις ἀπισχυρίσαιτο μὴ οὐκ εἶναι καὶ τὸν ἀῤῥάβακα ἐθνικὸν, ὅς ἐστι κατὰ τοὶς παλαιοὺς ὀρχηστὴς ἢ βλάσφημος. Παυσανίας δὲ καὶ ἐτυμολογίαν αὐτοῦ παραδιδοὺς γίνεσθαί φησιν ἀπὸ τοῦ ἀῤῥαβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι. ὅλως δὲ εἰπεῖν, γέμει διὰ τὰς ἐπιμιξίας μυρίων ἐθνικῶν λέξεων ἡ Ἑλλὰς γλῶσσα· ὅ περ εἰ καὶ παρεκβατικῶς τεθεώρηται, ἀλλ' οὔτε ἀμούσως ἔχει, καὶ οὐδὲ τῆς κατὰ τὴν χοίνικα σκέψεως ἀπεσχοίνισται, εἰ χρὴ πάλιν ἐθνικὴν εἰπεῖν λέξιν ὁποία ἡ σχοῖνος, ἀφ' ἧς τὸ ἀποσχοινίζεσθαι. (ῃερς. 32.) Ὅτι ἐν τῷ, Ὀδυσσεὺς καὶ φαίδιμος υἱὸς ἐσφόρεον κόρυθας καὶ ἑξῆς, εἰσφορεῖν συνήθως λέγει τὸ εἰσκομίζειν· ᾧ ἐναντίον τὸ ἐκφορεῖν. φράσις δὲ κομιδῆς ὅπλων τὸ, ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας, ἔγχεά τε ὀξυόεντα. (ῃερς. 33.) Ὅτι τῶν ὅπλων, ὡς ἐῤῥέθη, εἰσφορουμένων, πάροιθε Παλλὰς Ἀθήνη, χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει. καὶ ὁ Τηλέμαχος θαυμάσας, ὦ πάτερ, φησὶ, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι· ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι (ῃερς. 38.) εἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσ' ἔχοντες, τουτέστιν ἀναβαίνοντες καὶ ὡς οἷον ἀνίσχοντες ἢ καὶ ὑψοῦ ἀνέχοντες τὰς δοκοὺς, φαίνονται ὀφθαλμοῖς ὡσεὶ πυρὸς αἰθομένοιο· ἦ μάλα θεὸς ἔνδον. καὶ Ὀδυσσεὺς, σίγα, φησὶ, καὶ κατὰ σὸν νόον ἴσχανε, μηδ' ἐρέεινε. (ῃερς. 43.) αὕτη τοι δίκη ἐστὶ θεοῦ, τουτέστιν αὕτη θέμις θεοῦ ἐν τῷ ἐπιφαίνεσθαι ποιεῖν οὕτω, καθὰ δηλαδὴ βλέπεις. τινὲς δὲ γράφουσιν, αὐτή τοι δίκη ἐστὶ θεοῦ, τουτέστιν οὐκ ἄλλος τις ὁ ἔνδον ἄρτι θεὸς ἢ αὐτὴ ἡ δίκη, ἐσομένη σὺν ἡμῖν ἢ καὶ οὖσα ἤδη. ἔστι δὲ τὰ τοιαῦτα τοῦ Ὁμήρου εἰς θείαν ἐπικουρίαν παρῳδηθῆναι ποτὲ καὶ εἰς ἀναγκαῖον μυστηριασμόν. (ῃερς. 33.) Ἰστέον δὲ ὅτι ὁ μῦθος μὲν Ἀθηνᾶν ἐθέλει τὴν φωσφόρον παρεῖναι καὶ φαίνειν· φωσφόρος γὰρ αὐτὴ καὶ ἐν Ἰλιάδι ἐγράφη. ἐθέλει γὰρ Ὅμηρος μεγάλου ἔργου τοῦ κατὰ τῶν μνηστήρων καινά τινα προηγήσασθαι. ἡ δὲ ἀλληγορία τὴν τοῦ Ὀδυσσέως λέγει ἐν τούτοις δηλοῦσθαι φρόνησιν ὀρθῇ κελεύθῳ τἀν σκότει ποδηγετοῦσαν καὶ τὸ τοῦ μέλλοντος ἀφανὲς ὑπὸ φωτὶ γνώσεως ἄγουσαν. (ῃερς. 34.) Χρύσεον δὲ λύχνον λαμπτῆρα λέγει ὁποῖοι τινὲς πρὸ ὀλίγων καὶ οἱ τῶν μνηστήρων, πλὴν ὅσον ἐκεῖνοι οὐ χρύσεοι· λύχνῳ γάρ, φασι, τῷ παρ' ἡμῖν οὐκ εἰσάγονται ἥρωες χρώμενοι. τινὲς δὲ προσυπακούουσιν ἐνταῦθα τὸ ˉως, ἵνα λέγῃ ἔχουσα ὡς χρύσεον λύχνον, ὅ ἐστιν ἀμαυρὸν διδοῦσά τι φῶς ὡς ἀπὸ λάμψεως καὶ στιλβηδόνος χρυσοῦ, ὃ καὶ περικαλλὲς ἔφη, ἵνα μὴ τῷ λαμπτῆρι φωραθῶσι τὰ ὅπλα μετακομίζοντες, καὶ ἵνα μηδὲ φαίνῃ δουλοπρεπῶς ἡ Ἀθηνᾶ. πολλῷ γὰρ σεμνότερον αὐτόματον ἐπιλάμψαι φῶς ἢ δουλικῶς αὐτὴν ὑπηρετεῖν. Ὅτι δὲ λύχνῳ σύστοιχόν τι λυχνοῦχος ὁ φανὸς καὶ τὸ λύχνιον, ὅ πέρ ἐστι λυχνία προπαροξυτόνως ἀναλόγως τῷ θύρα, θύριον καὶ λύρα, λύριον, δηλοῦσιν οἱ παλαιοί. (ῃερς. 36.) Τὸ δὲ ὁρῶμαι ἀντὶ τοῦ ὁρῶ. συνήθης δὲ Ὁμήρῳ ἡ τοιαύτη χρῆσις, ὡς δῆλον καὶ ἐκ τοῦ, ὅττι ῥὰ θνήσκοντας ὁρᾶτο. (ῃερς. 37.) Τὸ δὲ ἔμπης μεταληπτικοῦ εἴδους ἐστὶ τοῦ δεδηλωμένου πολλαχοῦ· ἔμπης γὰρ τὸ ἴσως. αὐτὸ δὲ νῦν οὐ διστακτικὸν, ἀλλ' ἶσον ὁμοιωματικῶς τῷ ἐπίσης, ἵνα λέγῃ ὅτι ἐξισάζονται τὰ πρὸ ὀφθαλμῶν πυρί. Ὅτι δὲ τὸ ὁρῶ κανονικῶς περισπᾶται, Ἡρακλείδης δηλοῖ, γράψας οὕτω τὰ θέματα ἔχοντα μετὰ τὸ προηγούμενον ˉο, ἓν σύμφωνον ἁπλοῦν ἑπόμενον, περισπῶνται· νομῶ, σοβῶ, ῥοφῶ, φορῶ. τὸ κόπτω βαρύνεται, ἐπεὶ δύο σύμφωνα ἕπεται αὐτῷ. τὸ δὲ ὄζω καὶ δεσπόζω, ἐπεὶ διπλοῦν, ὅθεν τὸ ὁρῶ εὐλόγως περισπᾶται συμφώνου ἑνὸς ἐπαγομένου ἁπλοῦ. (ῃερς. 39.) Πῦρ δὲ καὶ νῦν αἰθόμενον, ὡς καὶ ἑτέρωθι, πρὸςδιαστολὴν ἑτεροίου, πυρὸς μὲν λεγομένου ἢ καὶ ὄντος, οὐκ αἰθομένου δέ. ὅτι δὲ πολλὰ παράγωγά εἰσι τοῦ αἴθεσθαι, δηλοῖ καὶ ὁ αἰθὴρ καὶ ὁ αἴθων καὶ ὁ αἰθίοψ καὶ ὁ αἶθοψ, ὃς σημαίνει κατὰ τοὺς παλαιοὺς θερμὸν, λαμπρὸν, πυῤῥὸν καὶ μέλανα. (ῃερς. 37.) Μεσόδμαι δὲ οὐ μόνον ἐπὶ νηῶν αἱ προδηλωθεῖσαι, ἀλλ' ἰδοὺ καὶ οἴκου μεσόδμαι, τὰ μεσόστυλα κατὰ Ἀρίσταρχον. καθ' ἑτέρους δὲ τὰ μεταξὺ τῶν δοκῶν· ἔνιοι δὲ, διαφράγματα ἢ καὶ διαστήματα μεταξὺ τῶν κιόνων, οἵ, φασι, περὶ τοὺς τοίχους ἦσαν. (ῃερς. 39.) Ὅρα δὲ καὶ τὸ, ὡσεὶ πυρὸς αἰθομένοιο, συντελοῦν εἴς τε τὴν ἀλληγορίαν καὶ εἰς τὴν εἰρημένην δευτέραν ἑρμηνείαν τοῦ χρυσέου λύχνου. οὐ γὰρ ἁπλῶς ἔφη πυρὸς, ἀλλὰ ὡσεὶ πυρός. (ῃερς. 30.) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι τε ἡ Εὐρύκλεια ἔξω περιλέλειπται φυλάσσουσα τὰς κληϊσθείσας θύρας, (ῃερς. 40.) καὶ ὅτι τὸν φαίνοντα θεὸν οὐράνιον εἶναι στοχάζεται ὁ παῖς, ὡς μὴ ἂν τῶν ἑτεροίων οὕτω φωσφορησόντων. φησὶ γάρ· ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, ὃ ταυτόν ἐστι τῷ Ὄλυμπον ἔχουσιν, ὡς εὐθὺς μετ' ὀλίγα φησίν. Ὅτι σκοπὸς τῷ Ὀδυσσεῖ, ὡς αὐτὸς λέγει, τοῦὑπολείπεσθαι αὐτόθι μετὰ τὴν ἀπέλευσιν τῶν μνηστήρων τὸ τὰς δμωὰς καὶ τὴν Πηνελόπην ἐρεθίζειν, ἵνα γνῶ τὰ κατ' αὐτὰς ἀκριβέστερον, καὶ ἅμα, ἵνα, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη, μερμηρίζῃ τὰ κατὰ τῶν μνηστήρων. (ῃερς. 53.) Ὅτι κἀνταῦθα τὴν περίφρονα Πηνελόπην ἀναγκαίως ἐξάγει τοῦ θαλάμου ὁ ποιητὴς Ἀρτέμιδι ἰκέλην, ὡς καὶ ἀλλαχοῦ ἔγραψεν, ἠὲ χρυσῇ Ἀφροδίτῃ. (ῃερς. 55.) τῇ παρὰ μὲν κλισίην, φησὶ, πυρὶ κάτθεσαν, ἤγουν ἐγγὺς πυρὸς, ἵνα ὁ ξεῖνος θερμαίνοιτο, δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ, ἥν ποτε τέκτων ποίησεν Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε προσφυέα ἐξ αὐτῆς, ἤγουν προσπεφυκυῖαν καὶ ἡνωμένην τῇ κλισίῃ. ὅθι ἐπὶ μέγα βάλλετο κῶας, ἤτοι ἐπετίθετο, ἔνθα καθέζετο, οὐ λῖτα δαιδάλεον ὑπεστρωμένον ἔχουσα, οὐδὲ τάπητα μαλακοῦ ἐρίου κατὰ τὴν τρυφερὰν Ἑλένην. κῶας δὲ μέγα κατὰ ἡρωϊκὴν καὶ τοῦτο ἀφέλειαν. πρὸς ἑρμηνείαν δὲ τῆς ῥηθείσης κλισίης κεῖται τὸ, ἔνθα καθέζετο, ἵνα νοηθείη κλισίη νῦν τὸ ἀνάκλιντρον. ἡ γάρ τοι κοινότερον λεγομένη κλισία οὐ πρὸς καθέδραν, ἀλλὰ πρὸς ἐνοίκησιν ἐγίνετο, σκηνὴ οὖσα. (ῃερς. 56.) Δινωτὴ δὲ ἴσως μὲν καὶ ἡ τορευτικὴ κατά τινα μέρη, μάλιστα δὲ ἡ κύκλῳ κεκοσμημένη ἐλεφαντίνοις ὀστοῖς καὶ ἀργύρῳ, καθά που καὶ κολεὸν ἐλέφαντος ἀμφιδεδινῆσθαι εἶπεν ὁ ποιητής. (ῃερς. 57.) Τὸ δὲ Ἰκμάλιος ὄνομα οἰκεῖον τέκτονι ξύλων, ἃ χρήσιμα γίνεται μετὰ τὸ ἐξικμασθῆναι. (ῃερς. 61.) Ὅτι ὅ περ ἀλλαχοῦ ἔφη ἀποκοσμεῖν ἔντεα δαιτὸς, τοῦτο ἐνταῦθα περιφράζων φησίν· αἵ δ' ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον, ἤτοι ἀφῃροῦντο, ἠδὲ τραπέζας καὶ δέπα, ἔνθεν ἄνδρες ὑπερμενέοντες ἔπινον. (ῃερς. 62.) δῆλον δὲ ὡς ταυτὸν ὑπερμενέοντας εἰπεῖν καὶ ἀγήνορας, καὶ ὅτι περιφραστικὴ ἑρμηνεία τοῦ δέπα τὸ, ἔνθεν ἄνδρες ἔπινον. (ῃερς. 63.) Ὅτι καὶ νῦν ἐπὶ τῶν λαμπτήρων αἱ δμωαὶ νήησαν, ὅ ἐστιν ἐσώρευσαν, ξύλα πολλά. διατί πολλά; (ῃερς. 64.) φόως ἔμεν' ἠδὲ θέρεσθαι, ἤγουν οὐ πρὸς μόνον φῶς ἐπεσωρεύθη ξύλα, ἀλλὰ καὶ ὥς τε θέρμην ποιεῖν τῷ Ὀδυσσεῖ, θερμαίνεσθαι, ὡς προεδηλώθη, ἐθέλοντι. ἔσονται δὴ τὰ τοιαῦτα ξύλα φῶς μὲν ἐπὶ λαμπτῆρος, θέρεσθαι δὲ ἐπ' ἐσχάρας, ἧς ἐγγὺς κείσεται ὁ δίφρος τῷ Ὀδυσσεῖ. (ῃερς. 66.) Ὅτι ὀνειδίζει κἀνταῦθα ἡ ἀγρία Μελανθὼ τῷ δεσπότῃ· ξεῖνε, ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις διὰ νύκτα δινεύων κατὰ οἶκον; ὀπιπτεύσεις δὲ γυναῖκας; ἀλλ' ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο· ἦ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε. οὕτως ἡ φαυλοτάτη προκαλεῖται θάνατον καθ' ἑαυτῆς (ῃερς. 71.) Ὀδυσσεὺς δὲ περιτρέπων αὐτῇ, ἃ εἶπεν, εἰς μαχλοσύνην ὀνειδίσει, ὡς αὐτοῦ μὲν μὴ ἔργον ἔχοντος ὀπιπτεύειν γυναῖκας, αὐτῆς δὲ μᾶλλον ὀπιπτευούσης τοὺς ἄνδρας, ὅθεν καὶ ἐγκοτεῖν τούτῳ διὰ τὸ δυσμόρφως ἔχειν. φησὶν οὖν· δαιμονίη, τί μοι ὧδ' ἐπέχεις κεκοτηότι θυμῷ; ἢ ὅτι οὐ λιπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι; πτωχεύω δ' ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασιν. Ἐν οἷς ὅρα τὸ θυμικῶς ἐνδιάθετον τοῦ Ὀδυσσέως ἐν τῷ καὶ κομματικῶς καὶ ἀσυνδέτως λαλῆσαι. (ῃερς. 75.) εἶτα εἰπὼν, ὥς που πρὸ τούτων ἔφη πρὸς τὸν Ἀντίνοον, τὸ, καὶ γὰρ ἐγώ ποτε οἶκον ἔναιον ὄλβιος ἀφνειὸν καὶ ἑξῆς ἀπαραλλάκτως στίχους ἓξ ἐκ τῶν ἐκεῖ, ἐκθροεῖ τὴν δούλην, ἐπαγαγών· (ῃερς. 81.) τῷ νῦν μή ποτε καὶ σὺ, καθὰ δηλαδὴ καὶ ἐγὼ, ἀπὸ πᾶσαν ὀλέσῃς ἀγλαΐην, τῇ νῦν γε μετὰ δμωῇσι κέκασσαι, ἤγουν ἣν ἔχεις ἐν ταῖς ἀμφιπόλοις ὑπερφέρουσα ἐκείνων. (ῃερς. 83.) ὃ καὶ σαφέστερον λέγων, ἵνα εὐνόητον εἴη τῇ δούλῃ, φησί· μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπῄνῃ, ἢ Ὀδυσσεὺς ἔλθοι, (ῃερς.

Intertext edge

Open linked passage

Note