Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
250.1.1
) Τὸ δὲ, αὐχμεῖς κακῶς, ἐχρησίμευσε καὶ τῷ κωμικῷ εἰς σκῶμμα ἐν ταῖς Νεφέλαις. αὐχμεῖ δὲ κακῶς ὁ καὶ ῥύπον ἔχων κατὰ τὸν Λαέρτην καὶ ἀλουτῶν. γίνεται δὲ τὸ αὐχμεῖν, ὥς περ καὶ ὁ αὐχμὸς, παρὰ τὸ αὔω τὸ ξηραίνω πλεονασμῷ δασέος, ὡς καὶ ἐν τῷ βρυχηθμὸς γίνεται καὶ τοῖς ὁμοίοις. δῆλον δὲ ὅτι ῥύπος ξηρανθεὶς γῇ ἔοικεν αὐχμώσῃ καὶ μὴ τεγγομένῃ ὕδατι. (ῃερς. 251.) Ἀεργίαν δὲ οὐ μόνον τὴν κοινῶς λεγομένην ἀργίαν λέγει τὴν ἐκ τῆς ἀεργίας κεκραμένην, ἀλλὰ καὶ τὴν εἰς ἔργον ἀτεχνίαν, διαφέρουσαν τῆς κακοεργίας, ὅτι ἐκείνη μὲν κακίαν δηλοῖ ψυχῆς ὡς ἐν τῷ, κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων, τοῦτο δὲ ἀνεπιστημοσύνην. (ῃερς. 252. σθ.) Τὸ δὲ δούλειον εἶδος καὶ μέγεθος ὁμογραφοῦνται τῇ ἐκ τοῦ δουλεύω γινομένῃ δουλείᾳ, οὐ μὴν καὶ τὸ δούλιον ἦμαρ· ἐκεῖνο γὰρ τῷ ἰῶτα μόνῳ παραλήγεται, καθὰ καὶ ἡ δουλία ἡμέρα ὥς φασιν οἱ παλαιοί. (ῃερς. 251.) Τὸ δὲ, οὔ σε κομίζει, ῥῆμα ἔχει τὸ πρωτότυπον τῆς κατ' ἐπιμέλειαν κομιδῆς. (ῃερς. 254.) Τὸ δὲ, τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὕδειν μαλακῶς, διττὴν ἔχει ἔννοιαν· ἢ γὰρ ὅτι τοιοῦτος εἶ οἷος λούεσθαι καὶ μετὰ τὸ ἐμφαγεῖν κοιμᾶσθαι οὐ μὴν καὶ ἔργοις ἐπιπρέπεις ἀνδρικοῖς, ἢ ὅτι τοιούτῳ ἤγουν βασιλεῖ ἔοικας, οὐ νῦν οὕτως ὡς ἔχεις, ἀλλ' ὅτε ὁ τοιοῦτος λούσαιτο καὶ φάγοι, ὥστε καὶ ἀναπεσεῖν εἰς ὕπνον. τηνικαῦτα γὰρ τὸ ἄρτι ῥυπαρὸν ἀποπλυνάμενος ὁ κατὰ σὲ φανείη ἂν τῇ ἀλλοιώσει ὡς βασιλεύς· ὃ δὴ σύμφωνόν ἐστι τῇ περὶ λοετροῦ καὶ λοιπῆς κατὰ σῶμα τημελείας δόξῃ, ὡς καὶ ἀλδαινόντων τὰ μέλη καὶ καλλίω αὐτὰ ποιούντων εἰ θεραπεύοιτο. καὶ ἔστι μὲν καλὴ καὶ ἡ τοιαύτη ἔννοια, σαφεστέρα δὲ καὶ ἀβιαστοτέρα ἡ πρώτη. (ῃερς.

Intertext edge

Open linked passage

Note