Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
253.1.1
σθ.) Τὸ δὲ, βασιλῆϊ ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας καὶ ἑξῆς, περικαλλές ἐστι καὶ αὐτὸ σχῆμα ἐπαναστροφῆς, ὁποῖόν τι ἐν Ἰλιάδι καὶ τὸ, εἰ πυρὶ χεῖρας ἔοικεν. εἰ πυρὶ χεῖρας ἔοικεν, μένος δ' αἴθωνι σιδήρῳ. ὧν τὸ μὲν συμπληροῖ στίχον, τὸ δ' αὖ κατάρχει τοῦ ἐφεξῆς στίχου. (ῃερς. 257.) δῆλον δὲ ὡς ἔχει τι κερτομίας καὶ τὸ πῇ μὲν βασιλῆϊ ἐοικέναι λέγειν τὸν γέροντα, πῇ δὲ ἐρωτᾶν κατὰ ἐναντίαν ἔννοιαν, τίνος δμὼς εἶ. καὶ αὐτὸς οὐ τῶν ἄλλως θεραπόντων, ἀλλὰ τῶν κηπευόντων. ὁμοίως δὲ δῆλον ἐκ τοῦ ποιητοῦ καὶ ὡς ἔχαιρεν αὐτουργῶν κατὰ γεωργίαν ὁ Λαέρτης, ὥς που καὶ Ὀδυσσεὺς φθάσας ἐνηβρύνατο πρὸςτοὺς μνηστῆρας τῇ γεωργικῇ τέχνῃ, καὶ ὅτι διὰ τὸ ἐπὶ τῷ υἱῷ πένθος ὁ γέρων τοῖς ἀγροῖς ἐκδέδωκεν ἑαυτόν. (ῃερς. 255.) Τὸ δὲ, ἡ γὰρ δίκη ἐστὶ γερόντων, ἀπόφανσίς ἐστι σεμνὴ γνωμικὴ κατὰ τὸ, τὸ γὰρ γέρας ἐστὶ θανόντων, καὶ, αὕτη τοι δίκη ἐστὶ θεοῦ, καὶ ὅσα τοιαῦτα. (ῃερς. 260.) Τὸ δὲ, οὗτος ἀνὴρ ξυμβλήμενος οὔ τι μάλ' ἀρτίφρων καὶ ἑξῆς, ψόγος ἐστὶ τοῦ μὴ ἐντελῶς διατεθέντος ἐφ' ἠρώτηται. ἀναφορικὸν δὲ ἐνταῦθα τὸ, οὗτος ἀνήρ· οὐ γὰρ πάρεστιν ἐκεῖνος ὡς καὶ δείκνυσθαι. (ῃερς. 261.) Τὸ δὲ, οὐ τόλμησεν ἕκαστα εἰπεῖν, ἀντὶ τοῦ οὐκ ἐκαρτέρησε καὶ νῦν κεῖται, καθὰ καὶ πρὸ ὀλίγων. (ῃερς. 263.) Τὸ δὲ, ἀμφὶ ξείνῳ ἐμῷ, ταυτόν ἐστι τῷ, περὶ φίλου ἐμοῦ. (ῃερς. 264.) Τὸ δὲ, καὶ εἰν Ἀΐδαο δόμοισι, σαφήνειά ἐστι τοῦ τέθνηκεν· ἔστι γάρ τινα οὐ μόνον τροπικῶς κακῶν ὕπο κατὰ τὴν τραγῳδίαν θανεῖν, ἀλλὰ καὶ λόγοις μόνοις κατά τε φήμην ἁπλῶς καὶ μὴν κατ' ἐπιτήδευσιν, ὅτε τις προτίθεται λόγοις θανὼν, ἔργοισι σωθῆναι τραγῳδικῶς εἰπεῖν κἀξενέγκασθαι κλέος. ὃ καὶ Ζάλευκος καὶ Πυθαγόρας ἐπραγματεύσαντο. λέγει οὖν τὸ τέθνηκεν ἐνταῦθα οὐχ' οὕτω πως, ἀλλ' ὅτε τις κατὰ φύσιν θανὼν ἐν Ἅιδου γένηται. (ῃερς. 270.) Ἀρκεισιάδης δὲ Λαέρτης ὡς υἱὸς Ἀρκεισίου, ὃς ἢ παρὰ τὸ ἀρκέω ἀρκέσω ἐῤῥέθη ὡς οἷα ἐπαρκεῖν ἁπλῶς δυνάμενος, ὅθεν καὶ ὁ ποδάρκης, ἢ διότι ἄρκος αὐτὸν ἤτοι ἄρκτος θηλάσοι, καθὰ καὶ ἕτερόν τινα ἵππος ἢ αἲξ, καὶ ἄλλους τινὰς λύκαινα· ἐν οἷς καὶ οἱ τῶν Ῥωμαίων ἔξαρχοι κατὰ Δίωνα, Ῥῶμος δηλαδὴ καὶ Ῥωμύλος, οὓς ἐθήλασε λύκαιναἡ παρὰ Ἰταλιώταις λούπα. ὃ δὴ ὄνομα μετῆκται ἀστείως εἰς ἑταιρίδων προσηγορίαν· τὸ ζῷόν τε γὰρ ἁρπακτικὸν ἡ λούπα εἴτουν λύκαινα καὶ αἱ ἑταιρίδες δὲ ὁμοιότροποι. εἰ δὲ καὶ μῦθος τερατεύεται ὡς ἄρα τέκοι αὐτὸν ἄρκτος, ἡ ἱστορία θεραπεύει τὸ τοιοῦτον βρέφος ἀνθρωπίνως μαιεύουσα· φασὶ γὰρ Κέφαλον τὸν Δηϊονέως ἢ Δηΐονος ἐξ ἄρκτου γυναικὸς τεκεῖν τὸν Ἀρκείσιον. (ῃερς. 275.) Ἀνθεμόειςδὲ κρατὴρ ὡς καὶ ἐν ἄλλοις λέβητες καὶ τρίποδες ἐῤῥέθησαν ἀνθεμόεντες οἱ ἀναθηματικοὶ διὰ κειμηλίωσιν ἢ ἀνθηροὶ διὰ τὰ δαιδάλματα. ἐν δὲ τῇ Ἰλιάδι καὶ τοπικὸν ἐπίθετον τὸ ἀνθεμόεν κεῖται· λειμῶνα γὰρ Ὅμηρος ἐκεῖ φησὶν ἀνθεμόεντα. (ῃερς. 276.) Αἱ δὲ ἁπλοΐδες χλαῖναι πρὸς διαστολὴν ἑτέρων μὴ τοιούτων ἐῤῥέθησαν, ὁποῖαι πάντως αἱ διπλοΐδες. Περὶ δὲ φαρέων καὶ ταπήτων καὶ χιτώνων πολλαχοῦ δηλοῦται. (ῃερς. 278.) Ὁ δὲ περὶ γυναικῶν ἐνταῦθα λόγος χρήσιμος ἐν τοῖς πρὸ τούτων εἰς τὸ, οὐκ ἄορας οὐδὲ λέβητας. ἔνθα ἐφαίνετο καὶ ὅτι ἄορας τὰς γυναῖκας ἐκεῖ ὁ ποιητὴς λέγει, καὶ ὅτι ἐδίδοντό ποτε καὶ γυναῖκες τοῖς ἐπιξενουμένοις. (ῃερς. 279.) Εἰδαλίμας δὲ ἢ τὰς εὐειδεῖς λέγει ἢ καὶ ἄλλως τὰς ἐπιστήμονας παρὰ τὸ εἰδέναι, ἵνα εἴη ταυτὸν τῷ, ἔργα εἰδυίας, καὶ τὸ εἰδαλίμας. τὸ μέντοι ἰδάλιμον καῦμα διὰ τοῦ ἰῶτα ἔχει τὴν ἄρχουσαν παρὰ τὸ ἰδίειν καὶ τὸ ἴδος, ὃ δηλοῖ τὸν ἱδρῶτα. (ῃερς. 266.) Ὅτι ἀγαθοῦ ξενοῦ δηλωτικὸν τὸ, ἄνδρα ποτ' ἐξείνισσα ἡμέτερόνδ' ἐλθόντα, οἶκον δηλαδή· καὶ οὔ πώ τις βροτὸς ἄλλος ξείνων τηλεδαπῶν φιλίων, τουτέστι φίλτερος, ἐμὸν ἵκετο δῶμα. ἐκ τοῦ φίλος δὲ ὁ φιλίων γίνεται, ἀπ' αὐτοῦ δὲ, ὡς καὶ προεδηλώθη, ὁ φίλιστος, οὗ χρῆσις καὶ παρὰ Σοφοκλεῖ. (ῃερς. 271.) Ἔτι ὁμοίας ξενίας φραστικὸν καὶ τὸ, τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων εὖ ἐξείνισσα ἐνδυκέως φιλέων πολλῶν κατὰ οἶκον ἐόντων, καί οἱ δῶρα πόρον ξεινήϊα οἷα ἐῴκει. (ῃερς. 281.) Ψόγον δὲ φράζει χώρας τὸ, ξεῖνε γαῖαν μὲν ἱκάνεις ἣν ἐρεείνεις, ὑβρισταὶ δ' αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν. (ῃερς. 283.) Ἐπὶ δέ τινος μάτην δωρησαμένου ἁρμόζει τὸ, δῶρα δ' ἐτώσια ταῦτα χαρίζεο μυρία ὀπάζων. (ῃερς. 284.) Μνήμην δὲ εὐεργετικοῦ ποτὲ ἀνδρὸς ἀγαθὴν ἔχει τὸ, εἰ γάρ μιν ζωόν γ' ἐκίχεις ἤτοι κατέλαβες, εὗρες, δώροις ἄν σε ἀμειψάμενος ἀπέπεμψε καὶ ξενίῃ ἀγαθῇ· ἡ γὰρ θέμις ὅς τις ὑπάρξει. καὶ ἔστι καὶ τοῦτο γνωμικὸς ἀφορισμὸς ὅμοιος τῷ, ἡ γὰρ δίκη ἐστὶ γερόντων, καὶ τοῖς τοιούτοις ὡς πρὸ βραχέων ἐῤῥέθη. (ῃερς. 286.) Ὅρα δὲ τὸ ὑπάρξει ἀντὶ τοῦ προκατάρξει, οὕτω καλῶς καὶ πρωτοθέτως λεγόμενον παρὰ τῶν παλαιῶν, ὅ περ οἱ μεθ' Ὅμηρον καὶ κατάρχειν φασίν· ἀφ' ὧν καὶ ἡ καταρχὴ τῶν ἔργων καὶ ἡ ὑπαρχὴ, ὡς δηλοῖ καὶ τὸ ἐξ ὑπαρχῆς. λέγει δὲ ἡ ῥηθεῖσα γνώμη, ὅτι θέμις τουτέστι δίκαιον ἀντιξενίζειν τὸν ὑπάρξαντα κατὰ τὸ, δόμεν, ἤγουν δὸς, ὅς κεν δῶ, τὸ Ἡσιόδειον, καὶ ἵνα καὶ χάρις χάριν εἴη τίκτουσα κατὰ τὸ ἐν ἄλλοις ῥηθὲν τῶν χαρίτων ἴδιον. (ῃερς. 284.) Τὸ δὲ ἐκίχεις ἢ ἐκ τοῦ κιχῶ γίνεται ἢ ἐκ τοῦ κίχημι, ἐξ οὗ τὸ κιχήμεναι. (ῃερς. 289– 296.) Ὅτι συχνὰ νοήματα ἐνταῦθα τὰ τοῦ Λαέρτου περὶ Ὀδυσσέως ταῦτα· σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδα εἴ ποτ' ἔην γε δύσμορον, ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης ἢ ἐν πόντῳ φάγον ἰχθύες ἢ ἐπὶ χέρσουθηρσὶ καὶ οἰωνοῖς ἕλωρ γένετο. λυπεῖ δὲ τὸν γέροντα καὶ ὅτι οὐκ ἔκλαυσεν ἐκεῖνον περιστείλας μήτηρ, οὐδ' ἄλοχος πολύδωρος ἐχέφρων Πηνελόπεια κώκυσεν ἐν λεχέεσσιν, ὡς ἐπεῴκει, ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων, τὸ καὶ ἀλλαχοῦ ῥηθέν. μονῳδικὰ δὲ ταῦτα τοῦ γέροντος ἐπὶ τῷ υἱῷ. (ῃερς. 291.) Ὅρα δ' ἐν τούτοις τὸ, ἢ ἐπὶ χέρσου ἕλωρ ἐγένετο, ἀσυνήθως φρασθέν· τὸ μὲν γὰρ ἀκόλουθον τοιοῦτον ἂν ἦν· ὅν που ἔφαγον ἰχθύες ἢ ἐπὶ χέρσου θῆρες καὶ οἰωνοὶ ἕλωρ ἔθηκαν. ὁ μέντοι γέρων, ὡς οἷον ὑπὸ λύπης ἐκλαθόμενος τῆς συνήθους φράσεως, ἐνήλλαξεν αὐτὴν, καὶ χρὴ νοεῖν ἐκ τοῦ, ὅν που τῆλε, ἀπὸ κοινοῦ τὸ ὃς, ὡς εἰ ἔλεγεν, ὃς ἐπὶ χέρσου ἕλωρ ἐγένετο. (ῃερς. 292.) Ὅρα δὲ καὶ τὸ θηρσίν· εἰ γὰρ ἄλλως θηρία πάντα τὰ ἄλογα, ὡς προδεδήλωται, ἀλλ' ὁ ποιητὴς ἐνταῦθα θῆρας ἰδιαζόντως τοὺς περὶ χέρσον ὠμηστὰς λέγει, ὥς περ καὶ οἰωνοὺς οὐ πάντας ἀλλὰ τοὺς σαρκοβόρους. (ῃερς. 293.) Τὸ δὲ περιστείλασα καιριωτάτη λέξις ἐστὶν, εὐκοσμίαν δηλοῦσα νῦν μὲν ἐπὶ νεκροῦ, παρ' ἄλλοις δὲ καὶ ἐπὶ ζώντων. τοιαύτης δὲ δυνάμεως καὶ ἡ περιστολή. (ῃερς. 294.) Ἄλοχος δὲ πολύδωρος καὶ νῦν, ὥς περ καὶ ἐν Ἰλιάδι ἡ Ἀνδρομάχη καὶ εἴ τίς που ἄλλη. (ῃερς. 296.) Καθελεῖν δὲ ὀφθαλμοὺς τὸ νεκρικῶς καλύψαι ὡς ἀπὸ τοῦ παρακολουθοῦντος· παρέπεται γὰρ ἐν τοῖς τοιούτοις καθαιρεῖν ἐπὶ συμμύσει τὰ βλέφαρα. (ῃερς. 299.) Ὅτι καὶ ἐνταῦθα ἔμπορος κεῖται ὁ ἀλλοτρίας νηὸς ἐπιβάτης, φησὶ γάρ· ποῦ δὲ ναῦς ἕστηκε, ἥ σε ἤγαγεν; ἢ ἔμπορος εἰλήλουθας νηὸς ἐπ' ἀλλοτρίης, οἱ δ' ἐκβήσαντες ἔβησαν. (ῃερς. 301.) Ἔνθα ὅρα καὶ τὸ, οἱ δὲ, ἀντὶ τοῦ, οἱ ναῦται, νοηθέντες Ἀττικῶς ἐκ τῆς νηός. Καὶ ὅτι βῆναι μὲν τὸ ἀποβῆναι, τὸ ἀποπλεῦσαι, ἐκβῆσαι δὲ τὸ ἐξαγαγεῖν τῆς νηός. (ῃερς. 300.) Ἐν δὲ τῷ, ἢ ἔμπορος εἰλήλουθας, λυτικὸς ὁ ἢ σύνδεσμος· ὃ ζηλώσαντες οἱ μεθ' Ὅμηρον κατάρχουσι δι' αὐτοῦ τῶν παρ' αὐτοῖς λύσεων. (ῃερς. 304.) Ὅτι Ὀδυσσεὺς ἐν τῷ τοῦ πατρὸς ἀποπειρᾶσθαι ἐπικρύπτων ἑαυτὸν πλάττει εἶναι μὲν ἐξ Ἀλύβαντος, υἱὸς δὲ Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος. ἐμοὶ δέ, φησιν, ὄνομά ἐστιν Ἐπήριτος· ἀλλά με δαίμων πλάγξεν ἀπὸ Σικανίης, ἐκεῖθεν δηλαδὴ ἐρχόμενον. Ἰστέον δὲ ὅτι Ἀλύβη μὲν ἢ Ἀλύβαςπόλις Ἰταλίας ἡ κληθεῖσα ὕστερόν, φασι, Μεταπόντιον. ἕτεροι δὲ πόλιν Θρᾳκίαν ταύτην εἶπον. Ὅμηρος δὲ ταύτην ἐπίτηδες ἐπελέξατο οἷα παρωνυμουμένην τῇ ἄλῃ τουτέστι τῇ πλάνῃ τοῦ Ὀδυσσέως. (ῃερς. 305.) Ἀφείδαντος δὲ υἱὸς εἶναι λέγει, ἐμφαίνων τὸ ἑαυτοῦ ἐλευθέριον καὶ μεγαλόδωρον· ὃ συνιστῶν καὶ ὁ Λαέρτης ἔφη πρὸ ὀλίγων, ὅτι δώροις ἄν σε Ὀδυσσεὺς ἀμειψάμενος ἀπέπεμπε. Πολυπήμων δὲ αὐτῷ καταψεύδεται πάππος πρὸς αἴνιγμα τῶν πολλῶν πημάτων ὧν ἔπαθε. (ῃερς.

Intertext edge

Open linked passage

Note