Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
254.1.1
) κατὰ ῥοῦν φέρεσθαι, ὅ περ εἴωθε μεταφορικῶς ποτὲ ἐπὶ τῶν κατὰ βίον εὐπλοούντων λέγεσθαι, εἰπὼν φέρεσθαι νῆα Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως ὡσεί τε κατὰ ῥόον, τουτέστιν ὡς ἐν ὕδατι κάτω ῥέοντι καὶ οὐ στατῷ κατὰ ἰσότητα ἐπιφανείας. (ῃερς. 253.) ἔνθα Βορέαν ἀκραῆ λέγει, οὐχ' οὕτω τὸν ἄκρως ἀέντα, ὡς μᾶλλον τὸν μὴ κεκραμένον ἑτέροις ἀνέμοις. τοῦ γὰρ τοιούτου δεινότητα κατηγορεῖ Ὅμηρος ἐν τῷ, δεινὴ μισγομένη ἀνέμοιο θύελλα, ἐπαινῶν καὶ ἐπὶ οἴνου τὸ ἀκέραστον ἐν τῷ, πίθοι οἴνου ἄκρητον ποτὸν ἔχοντες. (ῃερς. 254.) τοῦ δὲ κατὰ ῥοῦν ἀνάπαλιν ἔχει τὸ ἀνάῤῥουν χωρεῖν, ὃ καὶ αὐτὸ παροιμιάζεται ἐπὶ τῶν ἐξ εὐτυχίας μεταβληθέντων εἰς τὸ ἀνάπαλιν. (ῃερς. 228.) ἔτι δ' ἐν τούτοις καὶ γνωμικὸν γεννητικὸν παροιμίας ἐκτίθεται τῆς λεγούσης, ἄλλα παρ' ἄλλοις καλὰ, εἰπών· ἄλλος γάρ τ' ἄλλοις ἀνὴρ ἐπιτέρπεται ἔργοις, ᾧ περ ἔοικε καὶ ἐν Ἰλιάδι τὸ, ἄλλος ἄλλῳ ἔρεζε θεῶν. (ῃερς. 232.) ἔτι ὁ πλαστὸς οὗτος Καστορίδης διδάσκει καὶ τί μὲν τὸ γέρας παρὰ τοῖς παλαιοῖς, τί δὲ τὸ ἑτεροῖον κέρδος τοῖς ἀριστεῦσιν. ὧν τὸ μὲν γέρας αὐτὸς πρότερον ἐξαιρεῖται ὁ στρατηγὸς, τὸ δὲ ἕτερον ὕστερον ἐκ τοῦ λαχεῖν αὐτῷ περιγίνεται. φησὶ γάρ· (ῃερς. 233.) ὧν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ' ὀπίσσω ἐλάγχανον, ἤγουν κληρούμενος ἐλάμβανον καὶ οὐ κατ' ἐξαίρετον. ἔνθα καὶ λῃστρικὸν ἄνδρα ἑαυτὸν γενέσθαι πλασάμενος μέμνηται ὡς ἐκ παρόδου καὶ ὅτι ἡ Τροία δεκάτῳ ἔτει ἐπορθήθη, καὶ ὡς θεὸς ἐν τῷ νόστῳ διεσκέδασεν Ἀχαιούς. (ῃερς.