Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
257.1.1
) δηλοῖ δὲ ὡς καὶ πρὸ τούτων καὶ ὅτι Αἴγυπτος καὶ ὁ Νεῖλος ἐκαλεῖτο. φησὶ γάρ· Αἴγυπτον ἐϋῤῥείτην ἱκόμεθα· καὶ, στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας. οὗ δὴ Αἰγύπτου καὶ διάστημα μετρῶν τὸ ἀπὸ Κρήτης φησί· πεμπταῖοι δ' Αἴγυπτον ἐϋῤῥείτην ἱκόμεθα. (ῃερς. 263.) Ἱστορῶν δὲ καὶ τὴν τοῦ Νείλου πιότητα περικαλλέας λέγει τοὺς ἐκεῖσε ἀγρούς. Λέγει δὲ καὶ στεῖλαι νῆας ἀντὶ τοῦ εὐτρεπίσαι, ὅθεν ὁ στόλος. (ῃερς. 268.) καὶ Διὸς ὀπίζεσθαι μῆνιν, ἤτοι δι' ἐπιστροφῆς ἔχειν. ὅθεν καὶ ὄπις ἀπολύτως λέξει μιᾷ θεοῦ ἐπιστροφὴ, καιρίως οὕτως ἑρμηνευόμενον. ὄπις τε γὰρ ἡ τῶν ὄπισθεν ἤτοι τοῦ μέλλοντος ἔννοια, καὶ ἐπιστροφὴ δὲ τὸ εἰς τὰ ὀπίσω στρέφεσθαι. (ῃερς. 284.) Σεμνολογῶν δὲ καὶ τὸν ξείνιον φησίν· ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα. Ἱστορεῖ δὲ καὶ Φοινίκην πρὸς ὄνομα καὶ Λιβύην, λέγων καὶ περάσαι τὸ πέραν διαπωλῆσαι, καθὰ καὶ ἐν Ἰλιάδι. φησὶ γάρ· ὡς περάσῃσι καὶ ἄσπετον ὦνον ἕλοιτο. (ῃερς. 296.) Ἔνθα καὶ φόρτον λέγει τὸν τῆς νηός. καὶ τὸ ἄγεσθαι συνήθως τίθησιν ἐπ' αὐτοῦ εἰπών· ἵνα οἱ σὺν φόρτον ἄγοιμι, κοινωνήσας ἐνταῦθα τὸ φέρειν καὶ τὸ ἄγειν κατὰ συνήθειαν. ἐξ ὧν τὸ φορτηγεῖν. (ῃερς. 305.) Ἀφηγεῖται δὲ καὶ κινδυνεῦσαι, καθὰ καὶ πρὸ τούτων ἔφη μετὰ τὰς τοῦ Ἡλίου βόας, ἀπαραποιήτως τοῖς ἐκεῖσε στίχοις χρώμενος, ἐν 2. 72 οἷς φράζεται θαλάσσης ἀγριότης καὶ νηὸς κίνδυνος καὶ ἀνδρῶν ἀπώλεια. (ῃερς. 311.) καὶ σωθῆναι δὲ λέγει ὁμοίως, ἱστὸν ἀμαιμάκετον νηὸς ἐν χείρεσσι λαβὼν, ᾧ περιπλεχθεὶς ἐφέρετο, πλάσας καὶ τὰ τοιαῦτα ἐξ ὧν ἔπαθε καὶ διδασκάλῳ ψεύδους ἐν τούτοις τῇ προτέρᾳ τύχῃ χρησάμενος καὶ ἀκόλουθα τοῖς πρώτοις πλάσας τὰ δεύτερα. Ἔστι δὲ ἱστὸς ἀμαιμάκετος ὁ πάνυ μέγας καὶ, ὡς εἰπεῖν, ἀμάκετος, ἤτοι ἄγαν μακρὸς, τῆς μˉαι συλλαβῆς ἐξ ἀναδιπλασιασμοῦ μὲν οὔσης, ἐκταθείσης δὲ κατὰ τὴν τοῦ διχρόνου ἐπένθεσιν. ἡ μέντοι ἀμαιμάκετος χίμαιρα, οἷα ζῷον οὖσα, εἰκότως καὶ παρὰ τὸ ἄγαν μαιμᾶν εἰρῆσθαι λέγεται. Τὸ δέ γε ἱστὸν νηὸς, πρὸς διαστολὴν εἰρῆσθαι δοκεῖ τοῦ ὑφαντικοῦ ἱστοῦ χάριν σαφηνείας. ὡς τά γε μὴ οὕτως ἑρμηνεύειν δώσοι ἄν ποτε λαβὰς λόγων τοῖς σκώπτουσιν. ἐπεί τοι ἐκ τοιούτου τρόπου λόγος ἀστεῖος ἐξέπεσε παρὰ τοῖς παλαιοῖς διὰ τὸ ἐξ ὁμωνυμίας τῆς λέξεως ταύτης ἀσαφές. λέγεται γὰρ ἐν Κορίνθῳ ἑταίρας τινὸς ἐπαινουμένης ὡς ἐργατικῆς εἰπεῖν τὸν ἀκούοντα ὅτι καὶ πῶς οὐκ ἂν εἴη ἐργατικὴ, ἥτις ἐν μιᾷ ἡμέρᾳ δύο ἱστοὺς καθεῖλε; καὶ δοκεῖ μὲν ὁ λόγος δηλοῦν δύο ἱστάρια. τὸ δ' ἦν ἄλλως, ὅτι ταχὺ δύο ναυκλήρους ἀπήγαγεν ἐκείνη τοῦ εὐπορεῖν, φοιτῶντας ἐπ' αὐτήν. (ῃερς.

Intertext edge

Open linked passage

Note