Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
261.1.1
) Τὸ δὲ ἀναιρήσεσθαι ἀνελέσθαί τι δηλοῖ κάτω κείμενον. τοιοῦτον οὖν τι καὶ πρὸ ὀλίγων μεταφορικῶς τὸ, ἀέθλια πατρὸς καλὰ ἀνελέσθαι. (ῃερς. 263.) Ἐπάρξασθαι δὲ τὸ ἐπὶ τοῖς φθάσασι πάλιν ἄρξασθαι. (ῃερς. 277.) Ὅτι Ὀδυσσεὺς κολακικῶς πάλιν τὸν λόγον μεταχειριζόμενος πρῶτα μὲν, εἰ καὶ Ἡσιόδῳ μὴ δοκεῖ δεῖν εἶναι ἐσαύριον τὸ ἔργον ἀναβάλλεσθαι, ἀλλ' αὐτὸς κατὰ μοῖραν εἰπεῖν φησὶ τὸν Ἀντίνοον ἀναβαλλόμενον τὴν τοξείαν εἰς νέωτα, καλέσας καὶ θεοειδῆ αὐτόν. εἶτα καὶ ζητεῖ λαβεῖν καὶ αὐτὸς ἐπὶ πείρᾳ τὸ τόξον. φησὶ γοῦν· κέκλυτε, μνηστῆρες ἀγακλειτῆς βασιλείης. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομαι, τοὺς κατὰ τὸν ποιητὴν ἀρχοὺς καὶ ἐξόχους τῇ ἀρετῇ. ἐπεί, φησι, καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, τουτέστι προσηκόντως, ὁ Ἀντίνοος, ἤγουν τὸ, νῦν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν, ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κ' ἐθέλῃσιν. ἀλλ' ἄγε μοι δότε τόξον ἐΰξοον, (ῃερς. 281.) ὄφρα μεθ' ὑμῖν, ἤγουν ἐν ὑμῖν, χειρῶν καὶ σθένεος πειρήσομαι, εἴ μοι ἔτ' ἔστιν ἲς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ἢ ἤδη με ὄλεσσεν ἄλη τε ἀκομιστίη τε, ἤγουν ἡ πλάνη καὶ τὸ μὴ ἔχειν κομιδὴν, δι' ἧς τημελεῖται τὸ σῶμα. (ῃερς. 279.) Καὶ ὅρα τὸ, ἐπιτρέψαι θεοῖσι, μίγμα ὂν ἐπαίνου καὶ σκώμματος. δῆλον γὰρ ὡς ἀνέθετο τὰ τοῦ τόξου Ἀντίνοος ἐς τὴν αὔριον, ὡς μὲν αὐτὸς ἂν ἐρεῖ, ἀνατιθεὶς ἁπλῶς θεῷ τὰ τοῦ ἔργου, ἀληθῶς δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι ἀμηχανοῦντες προκαλοῦνται τὸ θεῖον εἰς σύναρσιν. (ῃερς. 277.) Τὸ δὲ θεοειδὲς, νῦν μὲν Ὀδυσσεὺς ἐπιλέγει τῷ Ἀντινόῳ. πρὸ βραχέων δὲ ὁ ποιητὴς τὸν Εὐρύμαχον οὕτως εἶπεν ἐν τῷ, Ἀντίνοος ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής. καὶ ἦν ἐκεῖνο κρεῖττον. τοῦτο γὰρ καιρίως κολακεύων φησὶν Ὀδυσσεύς. πολλὴ γὰρ διαφορὰ Εὐρυμάχου πρὸς Ἀντίνοον τὸν φονικὸν καὶ ἄγριον. (ῃερς. 280.) Τὸ δὲ, ᾧ κ' ἐθέλῃσι, μέσως ἐσχημάτισεν ὁ Ὀδυσσεὺς, νοῶν μὲν ἑαυτὸν θελητὸν τῷ θεῷ, ἀφιεὶς δὲ καὶ τοὺς μνηστῆρας ὑπὲρ ἑαυτῶν τοῦτο νοεῖν. (ῃερς. 285.) Ὅτι οὐ φορητὸν ὅλως τοῖς μνηστῆρσι τὸν δῆθεν ξεῖνον Ὀδυσσέα πειράσασθαι τοῦ τόξου, διὸ οἱ μὲν ἄλλοι πάντες ὑπερφιάλως νεμέσησαν αὐτῷ ζητήσαντι τὸ τόξον δείσαντες μὴ ἐντανύσειεν. (ῃερς. 288.) Ἀντίνοος δὲ καὶ ἐπιπλήττων, ἆ δειλὲ ξείνων, φησίν· ἔνι τοι, ἤγουν ἔνεισι, φρένες οὐδ' ἠβαιαί. (ῃερς. 289.) εἶτα καὶ χάριν ὀφείλειν ἐθέλων τὸν ξεῖνον τοῖς μνηστῆρσιν ὡς ἀνθρωπίνως προσφερομένοις αὐτῷ, οὐκ ἀγαπᾷς, φησὶν, ὃ, ἤγουν ὅτι, ἕκηλος ὑπερφιάλοισι μεθ' ἡμῖν δαίνυσαι; οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις μύθων ἡμετέρων καὶ ῥήσιος, οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει. (ῃερς. 293.) εἶτα καὶ εἰς μέθην σκώπτων φησίν· οἶνός σε τρώει μελιηδὴς, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ, μηδ' αἴσιμα πίνῃ. τοῦτο δὲ γνωμικῶς εἰς ψόγον μέθης φησί. (ῃερς. 295– 310.) πρὸς ὃ καὶ ἱστορίαν παραδειγματικῶς ἐπάγων, δι' ἧς ὁ ποιητὴς παρεμπλακείσης κατὰ οἰκείαν μέθοδον ἐξαιρεῖ τὸ τῆς ἀφηγηματικῆς πλάσεως ὕπτιον, λέγει· οἶνος καὶ Κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα ἄασεν ἐν μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόντα· ὁ δ' ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκ' ἔρεξε γάμον ἢ δόμον κάτα Πειριθόοιο· ἥρωας δ' ἄχος εἷλε, τοὺς Λαπίθας δηλαδή· δι' ἐκ προθύρου δὲ θύραζε εἷλκον ἀναΐξαντες, ἀπ' οὔατα νηλέϊ χαλκῷ ῥῖνάς τε ἀμήσαντες· ὁ δὲ φρεσὶν ἀασθεὶς ἤϊεν, ἤγουν ᾤχετο, ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, οἷ τ' αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, ἤγουν φάσκω, καθὰ πολλαχοῦ κεῖται, εἴ περ τὸ τόξον ἐντανύσεις. οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ. ἄφαρ δέ σε νηῒ μελαίνῃ εἰς τὸν προῤῥηθέντα Ἔχετον πέμψομεν. ἔνθεν δ' οὔ τι σαώσεαι, ἀλλὰ ἕκηλος πῖνέ τε, μήδ' ἐρίδαινε μετ' ἀνδράσι κουροτέροισιν. οὕτω θρασὺς ὑπὲρ τοὺς ἄλλους ὁ Ἀντίνοος καὶ οἷος κριθῆναι τῷ Ὀδυσσεῖ ἄξιος πρῶτος τοῦ τόξου γεύσασθαι. (ῃερς. 295.) Ὅρα δὲ ὅτι προσφυῆ τοῖς παροῦσιν ὁ ποιητὴς ἱστορίαν παρέθηκεν· εἰλαπίνη γὰρ ἄρτι λαμπρὰ, ἤδη δὲ καὶ γάμου σκευή. τοιαύτη δέ τις καὶ ἡ κατὰ τοὺς Λαπίθας δαῒς, καθ' ἣν ὁ Εὐρυτίων ἔπαθεν. εἰκὸς δὲ ἦν τῷ διὰ μέθην ὀνειδιζομένῳ καὶ ἱστορίαν παραχθῆναι ὁμοίαν. Θρυλουμένου δὲ καὶ τοῦ κατὰ τοὺς Λαπίθας καὶ τοὺς Κενταύρους πολέμου τὴν αἰτίαν τούτου ἐνταῦθα παραδίδωσιν ὁ ποιητὴς, διδάσκων καὶ ὡς οὐ μόνον πολλάκις καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς εἰς κακὸν ἀπολαύει, ἀλλ' ἰδοὺ καὶ ὅλον φῦλον κακῶς ἀπήλλαξεν ἐπὶ κακίᾳ ἑνὸς, τοῦ Εὐρυτίωνος δηλαδὴ, ὃς οὐδ' αὐτὸς εὖ ἔσχεν ἐφ' οἷς μεθύων ἐπλημμέλει κατὰ γυναικῶν ἐν γάμου καιρῷ, καθάφασιν οἱ παλαιοί. (ῃερς. 297.) τίνες δὲ οἱ Λαπίθαι καὶ ὡς ἔθνος Θετταλικὸν καὶ αὐτοὶ, δηλοῖ καὶ ἡ Ἰλιάς. καθ' ἣν περίπυστος καὶ ὁ Πειρίθοος, Λαπίθης ὢν καὶ αὐτός. εἴρηται δὲ ἐκεῖ καὶ περὶ Κενταύρων εἰς ὅσον ἐχρῆν, φύλου ἐκείνου ἄλλως μὲν ἀγρίου, μυθικῶς δὲ καὶ ἱππανθρώπου κατά τινα τεραστίαν σύνθεσιν. (ῃερς. 296.) Σημείωσαι δὲ ὅτι τε ἐκ τοῦ χῶ, ἀφ' οὗ τὸ χαίνω καὶ τὸ χανδὸν καὶ ἕτερα πολλὰ, ὡς ἑτέρωθι δηλοῦται, καὶ τὸν χάσκακα οἱ παλαιοὶ παρήγαγον σκωπτικῶς παρὰ τὸ κεχηνέναι, καθά που καὶ ὁ κωμικὸς κεχηναίους ἀστείως τοὺς Ἀθηναίους παρῴδησε. καὶ ὅτι Λαπίθης οὐ μόνον, ὡς ἐν ἄλλοις ἐῤῥέθη, ὁ δοκῶν πειστικὸς εἶναι παρὰ τὸ λαοὺς πείθειν, ἀλλὰ κατὰ τοὺς παλαιοὺς καὶ ὁ αὐχηματίας, παρὰ τὸ λαούς, φασιν, εἰς ὄπιν ἄγειν καὶ ἐπιστροφὴν ἐν τῷ περιαυτολογεῖσθαι. ὁ δὲ τοιοῦτος εἴη ἂν καὶ ἀλαζὼν κατὰ παλαιὰν παράδοσιν διὰ τὸ ἀλώμενος ζῆν ἐν τῷ μάτην αὐχεῖν· ἤδη δὲ καὶ βάβαξ καὶ βαβάκτης. (ῃερς. 305.) καὶ ὅτι τὸ ἱστορηθὲν παράδειγμα εἰς τοιοῦτόν τι ἀφορᾷ κατὰ τὸν τοῦ Ἀντινόου νοῦν· ὣς ἄρα καὶ σὺ, ὦ ξεῖνε, μεθύων κατὰ τὸν Εὐρυτίωνα ἔριν κινήσεις ἡμῖν καὶ τοῖς ἀμφὶ Τηλέμαχον· καὶ τὸ μὲν τέλος οἷον ἔσται τῆς ἔριδος, ἄδηλον ἴσως· σοὶ δὲ αὐτῷ πρώτῳ ἔστι κακὸν, καθὰ καὶ τότε τῷ Εὐρυτίωνι, ὃν ἱστορεῖ, φασὶ, Βακχυλίδης ἐπιξενωθέντα τινὶ ἐν Ἤλιδι καὶ ὑβριστικῶς ἐπιχειρήσαντα τῇ τοῦ ξενοδοχήσαντος θυγατρὶ ὑφ' Ἡρακλέος ὕστερον ἀναιρεθῆναι τοῖς ἐκεῖ ἐπιστάντος. Ἐνταῦθα δὲ μνεία ληπτέον Διογένους ὀνοματοποιήσαντος ἱππόπορνόν τινα πρὸς ἀναλογίαν τοῦ ἱπποκένταυρον. ἰδὼν γάρ, φασι, τινὰ κατῃκισμένον τὸ γένειον καὶ μεμυρισμένον ἐπὶ ἵππου, πρότερον μὲν ἔφη ζητεῖν τίς ἐστιν ὁ ἱππόπορνος, νῦν δ' εὑρηκέναι, ὡς δηλαδὴ ἀνυποστάτου φωνῆς μέχρι τότε οὔσης τῆς κατὰ τὸν ἱππόπορνον, ὁποία καὶ ἡ κατὰ τὸν τραγέλαφον καὶ τὰ τοιαῦτα. ὅτι δὲ ἡ τῶν γενείων ἐξαθέρισις ἐπονείδιστος ἦν τοῖς παλαιοῖς, ἐκ πολλῶν δηλοῦται. ὁ γοῦν αὐτὸς Διογένης τοιοῦτον ἰδών τινα ἔφη· μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σε ἐποίησε καὶ οὐ γυναῖκα; Ἕτερος δέ τις παλαιὸς εἶπε τὸ, τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, δι' ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται; λέγεται δὲ ἐν Ἀθήναις τὸν πρῶτον προκειράμενον παρωνύμιον ἔχειν κόρσην, ὡς καὶ αὐτὸ Ἀθήναιος ἱστορεῖ. καὶ ὅρα τὸ παρωνύμιον, ἶσον ὂν τῷ ἐπίκλην. Σημείωσαι δὲ καὶ τὸ κόρσην, ὡς ἀπὸ τοῦ κείρω κέρσω, τραπέντος τοῦ ˉε εἰς ˉο κανονικῶς. καὶ οὕτω μὲν ταῦτα. (ῃερς.