Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
266.1.1
) εἶτα καὶ ἀπειλεῖται σωφρόνως τὸ, ὑμεῖς δὲ μνηστῆρες ἐπίσχετε θυμὸν, ἤγουν ἐπέχετε τὴν ψυχὴν ἐνιπῆς τε καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται. οὕτως εἶπεν ὁ παῖς. (ῃερς. 268.) καὶ τῶν ἄλλων πάντων ὀδὰξ καὶ νῦν ἐν χείλεσι φύντων καὶ θαυμαζόντων ὅτι θαρσαλέως ἐκεῖνος ἀγόρευεν, Ἀντίνοος ἐκρήξας ἔφη· (ῃερς. 271.) καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, μάλα δ' ἧμιν ἀπειλήσας ἀγορεύει· ὅ περ εἴποι ἄν τις πειθόμενος κατ' ἀνάγκην ἀπειλαῖς. ᾧ ἀκόλουθον καὶ τὸ, οὐ γὰρ θεὸς εἴασε· τῷ κέ μιν ἤδη παύσαμεν ἐν μεγάροισι λιγύν περ ἐόντ' ἀγορητήν· ὃ καὶ ἄλλοτε ὁμοίως ὠνειδίσθη ὁ Τηλέμαχος. οὗ χαλεπὸν τὸν μῦθον λέγει, ἐπεὶ οὐ μόνον χειρῶν αὐτοὺς ἐθέλει ἀπέχεσθαι, ἀλλὰ καὶ ἐνιπῆς, ἣν εἰς παραμυθίαν ἔχουσιν οἱ μὴ δυνάμενοι ἀμύνεσθαι χερσί. καὶ Ἀντίνοος μέν, φησιν, οὕτως εἶπεν. ὁ δ' ἂρ οὐκ ἐμπάζετο μύθων, τουτέστιν ὁ Τηλέμαχος. τοῦτο δὲ ποιεῖ Ὅμηρος οἰκονομικῶς, ἵνα μὴ λογομαχοῖεν εἰς οὐδὲν δέον μακρότερα. (ῃερς. 250.) Σημειοῦνται δ' ἐν τοῖς ῥηθεῖσιν οἱ παλαιοὶ, ὡς ἐνθάδε καὶ μόνον οἱ μνηστῆρες ἱερεύουσιν ὄϊς, καὶ τὰ ἑξῆς ὡς ἐῤῥέθη. ἀλλαχοῦ δὲ τῆς Ὁμηρικῆς ταύτης ποιήσεως οὐχ' εὕρηνται οὕτω ποιοῦντες, οὐ μὴν οὐδὲ εὐχόμενοι. Ὀδυσσεὺς δὲ οὐ τοιοῦτος· οὗ καὶ ὁ δοῦλος Εὔμαιος εὐσεβεῖν φαίνεται θύων, ὡς προϊστόρηται. οὐδὲν δὲ τῶν ἱερευομένων ζῴων δίχα ἐπιθέτου προήγαγεν, οὐ τοὺς ὄϊς, οὐ τὰς αἶγας, οὐ τοὺς σύας, οὐ τὴν βοῦν, ὡς πρόκειται ἐν τῇ προσεχῶς ῥηθείσῃ Ὁμηρικῇ γραφῇ. (ῃερς. 259.) Δίφρον δὲ ἀεικέλιον ἔφη πρὸς διαστολὴν ἑτέρου περικαλλέος, ὁποῖος κεῖται τῇ Πηνελόπῃ. (ῃερς. 250.) Τὸ δὲ ἱέρευον ὄϊς, ἱέρευον σύας, σχῆμα καὶ αὐτὸ κάλλους τὸ κατ' ἐπαναφορὰν λεγόμενον. (ῃερς. 263.) Τὸ δὲ, χεῖρας ἀφέξω, ἀντὶ τοῦ κωλύσω. ἀπεναντίας δὲ πάντως τὸ ἀπέχειν ἐστὶ πρὸς τὸ προσέχειν, εἴ περ ἀπέχειν μὲν τὸ πόῤῥω ἔχειν, προσέχειν δὲ τὸ ἐγγὺς ἔχειν. (ῃερς. 264.) Οὐ δήμιος δὲ οἶκος ὁ μὴ δημόσιος ἀλλ' ἰδιωτικὸς, δηλαδὴ Ἀττικῶς εἰπεῖν, ἤγουν ἴδιος, ἐμοὶ κτηθεὶς τῷ τοῦ Ὀδυσσέως υἱῷ τοῦ ποτὲ βασιλέως. διὸ καὶ ἐμφαίνει ὡς βούλεται βασιλέως τὸν τοιοῦτον οἶκον εἰπεῖν, οἷα χωρίζων τοῦ δημοσίου οἴκου τὸν βασιλικόν. εἴη δὲ ἂν ἄλλως δήμιός τις οἶκος, ἐν ᾧ κοινῶς ἐξενοδοχοῦντο οἱ ἐν ταῖς πόλεσι παραβάλλοντες. ἦν δέ τι τοιοῦτον καὶ ἡ λέσχη, τοῖς πτωχοῖς τῶν προκαταλαβόντων οὖσα. (ῃερς. 272.) Ἐν δὲ τῷ, μάλα δ' ἧμιν ἀπειλήσας, προπερισπᾶται τὸ ἧμιν, ὡς καὶ ἀλλαχοῦ, κατὰ συστολὴν τῆς ληγούσης, ἀναπεμφθέντος τοῦ τόνου λόγῳ ἐγκλίσεως. (ῃερς. 276.) Ὅτι δηλῶν ὁ ποιητὴς δημοσίᾳ τιμᾶσθαι τὰς νουμηνίας διὰ τὸν Ἀπόλλωνα Ἥλιον, ὡςκαὶ προδεδήλωται, φησί· κήρυκες δ' ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην ἦγον· τοὶ δ' ἀγέροντο καρηκομόωντες Ἀχαιοὶ (ῃερς. 278.) ἄλσος ὑπὸ σκιερὸν Ἀπόλλωνος. ὁποῖα τοῖς δαίμοσιν ἀνεῖντο πολλὰ, οὐ βατὰ τοῖς πολλοῖς ὄντα. (ῃερς. 277.) Ἀχαιοὶ δὲ νῦν οἱ κατὰ τὴν Ἰθάκην, ὧν πρὸς τῇ θυσίᾳ ὄντων οὐδὲν ἔσται δέος τῷ Ὀδυσσεῖ μή ποθεν οἱ μνηστῆρες βοηθηθεῖεν ἐν τῷ πολεμεῖσθαι. (ῃερς. 276.) καὶ κήρυκες δὲ οἱ κατὰ τὴν Ἰθάκην δημόσιοι ἐνταῦθα νοοῦνται, οἳ καὶ ταῖς θυσίαις ὑπούργουν, θεῖον γένος ὄντες, καὶ οὐ μόνον ἀνδρῶν ἄγγελοι, ἀλλὰ καὶ θεῶν, ὡς ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 278.) Σκιερὸν δὲ οὐ τὸ λεχθὲν μόνον, ἀλλὰ καὶ ἅπαν ἄλσος, εἴ γε ἄλση μὲν λέγονται παρ' οἷς ἅλλονται δένδρα. τοῖς δὲ τοιούτοις δασυνθεῖσι τὸ σκιερὸν παρέπεται. ἀλλ' οὕτω μὲν οἱ τοῦ δήμου ἐτέλουν τὴν ἑκατόμβην. (ῃερς. 279.) οἱ δὲ μνηστῆρες ἐν τοῖς τοῦ Ὀδυσσέως δαίνυντο ἐρικυδέα δαῖτα· σύες, εἴποι τις ἂν, ἐνειρχθέντες εἰς σφαγήν. (ῃερς. 281.) Ὅτι τὸ, πὰρ δ' ἂρ Ὀδυσσῆϊ μοῖραν θέσαν, οἳ πονέοντο, ἴσην ὡς αὐτοί περ ἐλάγχανον, δηλοῖ μὲν ἰσομοιρίαν. ἔχει δὲ ἑρμηνείαν τοῦ ἴσην τὸ, ὡς αὐτοὶ ἐλάγχανον. ἅμα δὲ ἐμφαίνει καὶ κατά τινα λαχμὸν καὶ τὰς πολυτελεῖς μοίρας γίνεσθαι. Τὸ δὲ, ἴσην μοῖραν, ἔοικε τῇ ἐΐσῃ δαιτί. (ῃερς. 284.) Ὅτι καὶ πάλιν Ἀθηνᾶς ἐριζούσης, ἤτοι φρονήσεως, κατὰ ἐρεθισμὸν τὸν προῤῥηθέντα, ἵνα Ὀδυσσεὺς ἔτι μᾶλλον ὀργίζοιτο, γίνεται ὕβρις παρὰ μνηστήρων. φησὶ γοῦν ὁ ποιητὴς οὕτω· μνηστῆρας δ' οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος, (ῃερς.

Intertext edge

Open linked passage

Note