Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
267.1.1
) ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι. ὃ δὴ ἀνεμέσητος, ὡς ἐῤῥέθη, τοῦ Ὀδυσσέως περιαυτολογία ἐστίν. (ῃερς. 263.) Ὅρα δὲ τὸ ἐναίρεο τρίτον σημαινόμενον τοῦ ἐναίρειν παθητικῶς τε λεχθὲν, καὶ οὐδὲ τὸ φονεύειν ἢ τὸ σκυλεύειν δηλοῦν, ἀλλὰ τὸ ἀφανίζειν ἢ αἰσχύνειν. οὕτω γὰρ ἐναίρεται χροῦς καλὸς δάκρυσιν, αἰσχρὸς δηλαδὴ ἀντὶ καλοῦ ἤτοι εὐειδοῦς γινόμενος. (ῃερς. 265.) Τὸ δὲ, ᾧ τέκνα τέκῃ, ἔστι μὲν ἐτυμολογικοῦ τρόπου. δηλοῖ δὲ εὐνοίας ἐπίτασιν εἶναι ἀνδρὶ καὶ γυναικὶ τὸ τέκνα τεκέσθαι. (ῃερς. 267.) Τὸ δὲ, ἤ περ Ὀδυσσέα, οὐ συνήθως ἀντὶ τοῦ παρὰ τὸν Ὀδυσσέα. δηλοῖ δὲ μᾶλλον ἐπίτασίν τινα, ὡς εἴ τις εἴποι, πολλῷ δὴ πλέον τὸν Ὀδυσσέα χρὴ κλαίεσθαι. Τὸ δὲ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι, ἠθικῶς ἐῤῥέθη κατ' ἐπιείκειαν. ἦν δ' ἂν σεμνότερον, εἴ περ εἶπεν, ὃς θεοῖς ἐναλίγκιος ἦν. (ῃερς. 268.) Ὅτι παραμυθητικὸν καὶ προσοχῆς δὲ ἀπαιτητικὸν τὸ, ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον. (ῃερς. 269.) Ἀληθείας δὲ ὑπόσχεσις τὸ, νημερτέως γάρ τοι μυθήσομαι οὐδ' ἐπικεύσω. (ῃερς. 271.) Ὅτι κεῖται ἀνακεφαλαίωσις καὶ ἐνταῦθα, ἐπιτέμνοντος Ὀδυσσέως πρὸς τὴν γυναῖκα τά τε κατὰ Θρινακίαν καὶ τὰ κατὰ Φαίακας ἐν στίχοις οὐδὲ ὅλοις ὀκτώ. λέγει δ' ἐν τούτοις πάλιν καὶ πίονα δῆμον Θεσπρωτῶν, οἳ ὅτι ὁμοροῦσιν Ἀμπρακτιώταις καὶ Λευκαδίοις, Ἡρόδοτος ἱστορεῖ. (ῃερς. 272.) ὑπολαλεῖ δὲ καὶ περὶκειμηλίων πολλῶν καὶ ἐσθλῶν, εἰ καὶ ἄλλως ψεύδεται, πολλὰ μὲν ἐκ τοῦ αἰτίζειν αὐτὸν λέγων ἔχειν, πολλὰ δὲ καὶ ἐκ Φαιάκων. (ῃερς. 282.) φησὶ γὰρ πρεπόντως, ὡς πρὸς ἀγύρτην ἄνδρα, ὡς πάλαι ἂν ἤην ἐνθάδ' Ὀδυσσεὺς, ἀλλ' ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ, χρήματ' ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι. (ῃερς. 285.) καὶ εὐθὺς ἐπάγει· ὣς περὶ κέρδεα πολλὰ οἶδεν Ὀδυσσεὺς, ὡς ἀνωτέρω ἐῤῥέθη. (ῃερς.