Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
269.1.1
) ἐν τούτοις δὲ φαινόμενον μὲν κεφάλαιον τὸ μελετᾶν ἤδη τὴν Πηνελόπην περὶ γάμου διὰ τὸ γενειῆσαι τὸν Τηλέμαχον· δεινότης δὲ ποιητικὴ ἀληθῶς, ἤδη μεθοδεύουσα ἐπιβαλεῖν τοῖς κατὰ τῶν μνηστήρων. (ῃερς. 261.) ἔχει δὲ ὁ λόγος καὶ ἱστορίαν, λέγων ὁποῖοι τινές ποτε οἱ Τρῶες ἦσαν. διδάσκει δὲ χάριν πολυπειρίας καὶ ἀρίστους ἐν ταῖς πολεμικαῖς εἶναι τάξεσι τοὺς ἱππέας. διὸ καὶ παρ' Ἀθηναίοις τὴν πρώτην εἶχον μοῖραν αὐτοὶ, ὡς δηλοῖ καὶ ὁ κωμικός. (ῃερς. 264.) ὧν ἔπαινος νῦν τὸ τάχιστα κρίνειν, ὅ ἐστι λύειν, τὸ τοῦ πολέμου νεῖκος. ἕτεροι μέντοι κοινὸν εἶπον τοῦτο ἀκοντισταῖς τε καὶ τοξόταις ὁμοῦ καὶ ἱππεῦσιν, ὡς τῶν τοιούτων τριῶν ταγμάτων τάχιστα κατορθούντων τὸ ἔργον. (ῃερς. 266.) ἔτι δὲ ὁ ῥηθεὶς τῆς γυναικὸς λόγος, ὡς ἐξ Ὀδυσσέως, καὶ βιωτικὸν ἔχει παράγγελμα τό τε χρῆναι τὴν σώφρονα μεμνῆσθαι ὥς περ τοῦ ἀνδρὸς ἀποδημοῦντος, οὕτω καὶ τῶν ἐκείνου παραγγελιῶν, τῶν τε κατὰ ζωὴν καὶ τῶν μετὰ θάνατον. (ῃερς. 267.) καὶ τὸ ἐπεστράφθαι αὐτὴν γονέων οὐ τῶν οἰκείων μόνων, ἀλλὰ καὶ τῶν τοῦ ἀνδρός· τούτων δὲ οὐ μόνον αὐτοῦ παρόντος, ἀλλὰ καὶ μᾶλλον ἀπόντος. ἐκεῖνο μὲν γὰρ δόξοι ἂν πραγματευτικόν· τοῦτο δὲ τὴν κυρίως φιλίαν διαδείκνυσιν. (ῃερς. 265.) Ἐν δὲ τῷ περὶ Τρώων καὶ Ἀχαιῶν λόγῳ καὶ τὸ ξυνὸς ἐνυάλιος ἐφερμηνεύειν δοκεῖ, τοιοῦτον γὰρ τὸ, οὐκ οἶδα, εἴ περ ἀνέλθω ἢ ἁλώω. (ῃερς. 258.) Τὸ δὲ, καρποῦ ἑλεῖν, φιλοφροσύνης ἴδιον, εἰωθὸς γίνεσθαι δεξιωτικῶς. Τίς δὲ ὁ κατὰ χεῖρα καρπὸς, ἐλέχθη ἀλλαχοῦ. (ῃερς. 260.) Τὸ δὲ ἀπήμονας ἐφερμηνευτικόν ἐστι τοῦ εὖ. ταυτὸν γὰρ εὖ νοστῆσαι καὶ ἀπήμονας νοστῆσαι. (ῃερς. 262.) Ὅρα δὲ καὶ ὅτι ἀκοντιστὰς μὲν ἐν ἁπλότητι ἔφη, τοὺς τοξότας δὲ παρέφρασε, ῥυτῆρας εἰπὼν ὀϊστῶν, ἔτι δὲ καὶ ἐπὶ πλέον τοὺς ἱππεῖς, εἰπών· ἵππων ὠκυπόδων ἐπιβήτορας. Ῥυτῆρες δὲ ὀϊστῶν οἱ ἑλκυσταί. ὅθεν εἶεν ἂν οἱ ὀϊστοὶ ῥυτοὶ, ὅ ἐστιν ἑλκυστοί. διὸ καὶ γωρυτὸς, θύλακος, τοξοθήκη, ὡς οἷον, φασὶ, χωρυτὸς, τουτέστι χωρῶν τόξον ῥυτόν. (ῃερς. 265.) Τὸ δὲ, ἀνέσει θεὸς, ἀντὶ τοῦ ἀνήσει, ἀφήσει, ἀπολύσει. οὗ τὸ ἐναντίον ἁλῶναι ἐστίν. ἐντεῦθεν καὶ τὸ, ἄφρονα τοῦτον ἀνέντες, ἤγουν ἀφέντες, ἀπολύσαντες, ἀναπείσαντες. καὶ κύων δὲ εἰς θήραν οὕτως ἀνίεται, λυθεὶς δηλαδὴ δεσμοῦ. (ῃερς.
269.1.2
) Τοῦ δὲ γενειήσαντα οὐκ εὔδηλον, εἴτε γενειῶ ἐστὶν ὁ ἐνεστὼς εἴτε καὶ γενειάζω παράγωγον. (ῃερς. 270.) Τοῦ δὲ γήμασθαι ἡ πρὸς τὸ γῆμαι διαφορὰ προδεδήλωται. Ἐν δὲ τῷ, τεὸν κατὰ δῶμα λιποῦσα, φανερῶς ἄδικοι φαίνονται οἱ μνηστῆρες, τὸν μὲν υἱὸν ἐξωθοῦντες, τῇ μητρὶ δὲ διδόντες τὸ τοιοῦτον δῶμα καὶ ὅς τις ὀπυίει. (ῃερς. 272.) Τὸ δὲ, νὺξ δὲ ἔσται καὶ ἑξῆς, ἁπλοϊκῶς μὲν νοεῖ χρῆναι νύκτα εἶναι τὸν τοιοῦτον καιρὸν τοῦ γάμου χάριν αἰδοῦς· ἄλλως δὲ δύναται καὶ ὅμοιον εἶναι τῷ, μὴ ἴδοι τοιοῦτον κακὸν ὁ Ἥλιος. παραλαλεῖ δὲ τυχαίως ἐνταῦθα ἡ γυνὴ καὶ τὸ μέλλον. νῦν γὰρ ἔσται αὔριον, ὅτε ὁ αὐτῆς ἔσται γάμος, εἰ καὶ μὴ στυγερός· μετὰ τοῦ Ὀδυσσέως γάρ. (ῃερς. 273.) Τὸ δὲ οὐλομένης ἴσως μὲν ἐνεργητικῶς ἐῤῥέθη, ὡς καὶ ἐν Ἰλιάδι ἡ οὐλομένη μῆνις, ἐπεὶ καὶ νῦν αὕτη ἄλγεα τοῖς μνηστῆρσι θήσει· ἴσως δὲ καὶ παθητικῶς ἀντὶ τοῦ, τῆς παθούσης ὀλέθρια καὶ ὡς εἰπεῖν ἀνόλβου. διὸ ἑρμηνεύων ἐπάγει· τῆς τε Ζεὺς ὄλβον ἀπηύρα, ἤγουν ἣν ἀφῆκεν ἄνολβον ἤτοι δυσδαίμονα. καὶ εἰκὸς τὸ οὐλομένη καὶ ἐνεργητικῶς καὶ παθητικῶς λέγεσθαι διὰ τὸ χρόνου εἶναι μέσου ἀορίστου δευτέρου. οἱ δὲ μέσοι ἐπαμφοτερίζουσιν ὡς ἐπὶ πολὺ τῇ ἑρμηνείᾳ. Ἰστέον δὲ καὶ ὅτι τὸ, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, περίφρασίς ἐστι τοῦ, ὅτε εἰς γάμον ἔλθω. Ἑλένη μὲν οὖν πταίσασα κυνῶπιν ἑαυτήν που καλεῖ. Πηνελόπη δὲ οὐκ ἂν τοιαύτην ἔχοι ἑαυτὴν καλέσαι, ἀρκεῖ δὲ ἠθικῶς οὐλομένην εἰπεῖν διὰ τὸ δύσδαιμον ἤτοι δυστυχές. (ῃερς. 274.) Ὅτι ὑποκρουσαμένη δεινῶς ἡ Πηνελόπη μελέτην γάμου καὶ θέλξασα οὕτω τοὺς ἐραστὰς ἐπάγει εὐθύς· ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· μνηστήρων οὐχ' ἥδε δίκη τὸ πάροιθε τέτυκτο, οἵ τ' ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν, αὐτοὶ τοί γ' ἀπάγουσι βόας καὶ ἴφια μῆλα, κούρης δαῖτα φίλοισι καὶ ἀγλαὰ δῶρα διδοῦσιν· ἀλλ' οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. οὕτω κερδαλέα φρονεῖ ἡ σοφὴ γυνή. καλῶς ἄρα προεῤῥέθη, ὡς ἡ Ἀθηνᾶ ἐν φρεσὶν ἔθηκεν αὐτῇ φανῆναι μνηστῆρσι· φρονίμως γὰρ αὐτοῖς ἐπεφαίνετο. ἔφασαν δέ που καὶ οἱ μνηστῆρες θεόθεν ἐντεθεῖσθαι τῇ γυναικὶ νοῦν εἰς μέγα κλέος αὐτῆς. εἰ δὲ καὶ τὰ τοῦ υἱοῦ ἐδαπανῶντο, καθὰ ἐῤῥέθη ἐκεῖ, ἀλλ' ἰδοὺ ἡ μήτηρ οὐκ ἀφίησιν ἀζημίους τοὺς δαπανῶντας τὸν ἐκείνου βίον, ἀλλὰ παρέλκει ἐξ αὐτῶν δεξιῶς, ὡς ὁ μὲν ἄν τις ἐρεῖ δῶρα προικῷα, εἰπεῖν δ' ἀληθῶς, ἐπιθανατίους δωρεάς. μικρὸν γὰρ ὅσον καὶ τεθνήξονται οἱ δόντες. (ῃερς.