Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
272.1.1
) μαθὼν γὰρ ὁ Θεοκλύμενος ἀποδημεῖν τῆς πατρίδος ἄρτι ἄκοντα τὸν Τηλέμαχον, φησὶν αὐτὸς ἀφηγηματικῶς· οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἤγουν μακρὰν τῆς πατρίδος, ἄκων εἰμὶ δηλαδὴ, ἄνδρα κατακτὰς ἔμφυλον, τουτέστι φυλέτην, ὁμόφυλον. πολλοὶ δὲ αὐτῷ κασίγνητοί τε ἔται τε Ἄργος ἀν' ἱππόβοτον. μέγα δὲ κρατέουσιν Ἀχαιῶν, ἤγουν Ἀργείων. τῶν ὑπαλευάμενος θάνατον φεύγω. ἐπεί νύ μοι αἶσα κατ' ἀνθρώπους ἀλάλησθαι. (ῃερς. 277.) εἶτα καὶ ἀξιῶν φησίν· ἀλλά με νηὸς ἔφεσσαι, τουτέστιν ἐπὶ τῆς νηὸς κάθισον, ἐπιβίβασον· ἐπεί σε φυγὼν ἱκέτευσα, μή με κατακτείνωσι, διωκέμεναι γὰρ ὀΐω. Καὶ ὅρα τὸ κομματικὸν τῆς ἀξιώσεως, ἐναγωνίως προαχθὲν, ὡς εἴ περ ἐπνευστία ὁ λέγων. 2. 98 δυσὶ γὰρ στίχοις ἔννοιαι τέσσαρες ἔγκεινται. ὧν αἱ δύο μὲν προτάσεις εἰσὶν, αἱ δὲ δύο κατασκευαὶ αὐτῶν. οὕτω δὲ καὶ ἡ ἀρχὴ τοῦ ἱστορικοῦ διηγήματος κομματικῶς προήχθη, συνεξομοιουμένη τῷ προσώπῳ περὶ οὗ τὸ διήγημα. ἔφη γὰρ οὕτω· (ῃερς. 223.) σχεδόθεν δέ οἱ ἦλθεν ἀνὴρ, τηλεδαπὸς, φεύγων ἐξ Ἄργεος, ἄνδρα κατακτὰς, μάντις. (ῃερς. 272.) Πάνυ δὲ πολλὴ τῷ Θεοκλυμένῳ ἡ δειλία διὰ τὸ κρατερὸν τῶν τοῦ πεφονευμένου συγγενῶν, εἴ γε καὶ ὡς διώκοντας αὐτοὺς φαντάζεται. Ἡ δὲ ῥηθεῖσα περὶ Μελάμποδος καὶ Βίαντος τῶν ἀδελφῶν ἱστορία καὶ περὶ Νηλέως καὶ Πηροῦς ἱκανῶς ἐν τοῖς φθάσασι περὶ τῶν ἐν Ἅιδου ἡρωΐδων λεχθῆναι διείληπται. ἐν τοῖς ἐκεῖ δὲ καὶ περὶ τοῦ χρυσοῦ λέλεκται ὅρμου, ὃν ἡ Ἐριφύλη παρὰ Πολυνείκους λαβοῦσα τὸν ἄνδρα προέδωκεν Ἀμφιάραον, ὃν δὴ ὅρμον ἐνταῦθα δηλοῖ ὁ ποιητὴς ἐν τῷ, (ῃερς. 247.) γυναίων εἵνεκα δώρων. Πολὺς δὲ τῷ ῥηθέντι διηγήματι σποράδην ἔπαινος ἔγκειται. μητέρα μὲν γὰρ μήλων τὴν Πύλον λέγει, ὡς πολυθρέμμονα, ἀφνειὸν δὲ καὶ μέγα ἔξοχα δώματα ναίοντα τὸν Μελάμποδα, καὶ πολλοῖς ἀνάσσοντα Ἀργείοισιν, εἰ καὶ ἄλλως κρατερὰ καὶ ἄλγεα ἔπαθε καὶ ἄτην βαρεῖαν ἔσχεν ἐξ Ἐριννύων. (ῃερς. 229.) τὸν δὲ Νηλέα μεγάθυμον λέγει καὶ ἀγαυότατον ζωόντων, (ῃερς. 242.) τοὺς δὲ Μελάμποδος υἱοὺς κραταιοὺς, ὧν ὁ ἕτερος τῷ Λαιστρυγόνι Ἀντιφάτῃ ὁμωνυμεῖ. (ῃερς. 243.) μεγάθυμον δὲ τὸν Ὀϊκλέα. θεοφιλῆ δὲ τὸν Ἀμφιάραον καὶ λαοσσόον, ὅ ἐστι λαοὺς σόοντα, ἤτοι διώκοντα κατ' ἀνδρίαν, ἢ σώζοντα διὰ μαντικῆς. (ῃερς. 250.) τὸν δὲ πρὸ ὥρας θανεῖν δοκοῦντα Κλεῖτον περικαλλέστατόν φησιν, εἴ γε καὶ ἡ Ἠὼς ἠράσθη αὐτοῦ καὶ ἥρπασε διὰ κάλλος, καθὰ καὶ τὸν Τιθωνὸν, περὶ οὗ ἐν ἄλλοις κεῖται. τὸν δὲ Πολυφείδεα ὑπέρθυμόν τε λέγει καὶ μάντιν ἄριστον μετὰ τὸν Ἀμφιαράου θάνατον, ὡς ἐκείνου δηλαδὴ κρείττονος ὄντος ὅτε ζῶν ἦν. (ῃερς. 225.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, Μελάμποδος ἔκγονος ἦεν, διὰ τοῦ κάππα ἔκγονος λέγεται ὁ κοινότερον ὀφείλων ἔγγονος λεχθῆναι. οὐ γὰρ κυρίως κατὰ κοινολεξίαν ὁ Θεοκλύμενος ἔκγονός ἐστι τοῦ Μελάμποδος, ὅτι μηδὲ υἱός. δισέγγονος γὰρ ἐκεῖθεν ἐστίν, ἐπεὶ Μελάμποδος, Μάντιος· οὗ Πολυφείδης· οὗ Θεοκλύμενος. ὥς περ αὖ πάλιν τρισέγγονος ἐκεῖθεν ὁ Ἀλκμάων, ὁ καὶ Ἀλκμαίων καὶ Ἀλκμὰν, ὡς προγέγραπται, ὁ ἀνελὼν τὴν μητέρα. Μελάμποδος γὰρἈντιφάτης· οὗ Ὀϊκλῆς· οὗ Ἀμφιάραος, ἀνὴρ καὶ ἀνδρεῖος καὶ μαντικώτατος· οὗ Ἀλκμαίων. ἔστι δεεἰπεῖν πρὸς τὴν διὰ τοῦ ˉκ γραφὴν τοῦ ἔκγονος, ὅτι τὸ ἐξεγένετο ῥῆμα εἰδὼς Ὅμηρος ἔκγονον ἐξ αὐτοῦ λέγει τὸν ἔκ τινος γένους, ὡς εἴ περ ἔφη ἀπόγονον. ἡ δὲ τοῦ ἐγγόνου γραφὴ τῶν μεθ' Ὅμηρον ἐστίν. (ῃερς. 228.) Ἐν δὲ τῷ, ἄλλων δῆμον ἀφίκετο, διφορεῖται μὲν κατὰ τὴν γραφὴν τὸ ἄλλων, κρεῖττον δὲ ἐκτείνειν αὐτό. ἐπεὶ μετ' ὀλίγα εἰς τόπον σπονδείου κεῖται τὸ, ὁ δ' ἄλλων ἵκετο δῆμον. Δασπλῆτις δὲ Ἐριννὺς κατὰ πλεονασμὸν τοῦ ˉσ, ἡ ἄγαν πελάζουσα ἢ πλήττουσα. (ῃερς. 245.) Τὸν δὲ Ἀμφιάραον φιλεῖν ὁ Ζεὺς μὲν λέγεται ὡς βασιλικὸν ἄνδρα καὶ διατοῦτο διογενῆ καὶ διοτρεφῆ, Ἀπόλλων δὲ ὡς μάντιν. (ῃερς. 246.) Τὸ δὲ, οὐδ' ἵκετο γήραος οὐδὸν, ἁπλῶς οὕτω καὶ ἀφελῶς εἰπεῖν δοκεῖ ὁ ποιητὴς, καὶ οὐ πρός τι σκῶμμα καὶ φαυλισμὸν, ὡς καὶ ὅτε τινὰ ἱστορήσας ἐν Ἰλιάδι πάντας ξενίζοντα εἴπῃ, ὅτι κτεινομένῳ αὐτῷ οὐδεὶς ἐκείνων παραστὰς ἐπήμυνεν, οὐ λέγει οὕτως οἷα φαυλίζων τὸ τῆς ξενίας ἀγαθὸν, ἀλλ' αὐτὸ τὸ ὂν διηγούμενος. οὕτω δὲ καὶ ὅτε φιλεῖσθαι τινὰ εἰπὼν ὑπὸ Ἀρτέμιδος ἔφη, ἀλλ' οὔ οἱ θνήσκοντι ἐκείνη παρέστη, οὐ μωμεύει, ἀλλ' ἱστορεῖ. ὁμοίως οὖν καὶ Ἀμφιάραος οὐ κατεγήρασε, καὶ ταῦτα φιλούμενος θεοῖς, οἳ πεπρωμένης μὲν οὐκ ἀπολύουσί τινα, ζῶντι δέ, φασιν, ἀγαθῶν αἴτιοι γίνονται. Μένανδρος μέντοι ἄλλως ἂν λύσῃ τὸ ἄπορον, δοξάζων σύμβολον θεοφιλοῦς εἶναι τὸ μὴ καταγηρᾶν. φησὶ γάρ· ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνήσκει νέος. Τιθωνῷ γοῦν ὑπεργηράσαντι οὐ συνήνεγκε τὸ μακρογήρων. Τὸ δὲ, ἐφίλει παντοίην φιλότητα, εἴρηται μὲν ἐτυμολογικῶς, ἐμφαίνει δὲ πολυάρετον εἶναι τὸν Ἀμφιάρεων κατά τε τὸ βασιλικὸν καὶ τὸ ἀνδρεῖον καὶ τὸ μαντικὸν, ἴσως δὲ καὶ τὸ ἐξ Ἀπόλλωνος μουσικὸν καὶ τοιαῦτα τινά. Γήραος δὲ οὐδὸν ἢ τὴν ὁδὸν λέγει, ἐῤῥέθη γάρ που καὶ ἐπὶ ὁδοῦ τὴν λέξιν ταύτην κεῖσθαι, ἢ καὶ ὡς ἐπὶ οἴκου γήραος οὐδὸς ἡ εἰς τὸ γῆρας εἰσέλευσις. (ῃερς. 249.) Ὅρα δὲ καὶ τὴν βαρυτόνησιν τοῦ Πολυφείδεος καὶ τοῦ Κλείτου, τὰ γὰρ ἐπίθετα ὀξυτονοῦνται, ἤγουν ὁ πολυφειδὴς ὁμοίως τῷ ἀφειδὴς καὶ ὁ κλειτὸς ἐπὶ ἐνδόξου. τῷ δὲ τοιούτῳ Κλείτῳ ὁμώνυμος καὶ ὕστερον ὁ τῷ Μακεδόνι Ἀλεξάνδρῳ φίλος. (ῃερς. 254.) Τὸ δὲ πατρὶ χολωθεὶς βιωτικῶς κεῖται δίχα αἰτίας, ὡς οὐκ ἀδύνατον ὂν καὶ πατράσι διαφόρους γίνεσθαι τοὺς υἱούς. Σημείω 2. 99 σαι δ' ἐνταῦθα καὶ ὡς εἰ καὶ χρησιμεύσει τῷ Τηλεμάχῳ Θεοκλύμενος ὡς μάντις, ἀλλὰ τοῦτο μὲν ὕστερον. νῦν δὲ ὡς ξένος καὶ ὁμοιοπαθὴς προσλαμβάνεται. αὐτός τε γὰρ, ὡς ἐῤῥέθη, φυγὰς ἥκει, καὶ Τηλέμαχος δὲ ἄκων τῆς πατρίδος ἀποδημεῖ. (ῃερς. 258.) Σημείωσαι δὲ καὶ ὅτι εἶχε μὲν ὁ ποιητὴς τὴν Θεοκλυμένου γενεαλογίαν αὐτῷ περιθεῖναι τῷ Θεοκλυμένῳ, ἵνα, καθάπερ αὐτὸς ἐρωτήσας ὡς ῥηθήσεται τὸν Τηλέμαχον τίς καὶ πόθεν ἐστὶν, ἔμαθε τὰ ἐκείνου, οὕτω καὶ ὁ Τηλέμαχος ἐξ ἐρωτήσεως γνοίη τὰ τούτου. οὐ ποιεῖ δὲ οὕτω διὰ τὴν κατέπειξιν τοῦ καιροῦ. διὸ καὶ τὴν τοῦ Τηλεμάχου ἀπόκρισιν βραχυτάτην πλάττει γενέσθαι. καὶ ἄλλως δὲ εἰπεῖν, Θεοκλύμενος μὲν ἠρώτησε τὸν Τηλέμαχον τίς ἂν καὶ πόθεν εἴη ἀναγκαίως, οἷα δεδιὼς μὴ τῶν διωκόντων προσγενὴς εἴη. (ῃερς. 265.) Τηλέμαχος δὲ σπεύδων οὐκ ἂν ὁμοίως ἐκεῖνον ἔροιτο. διὸ φθάνων ὁ ποιητὴς αὐτὸς ἡμῖν γενεαλογεῖ τὸν Θεοκλύμενον, ἵνα μὴ καὶ ἄλλως πλάσας λαλοίη ἀπίθανα. (ῃερς. 273.) Ἰστέον δὲ καὶ ὅτι τὸ ἄνδρα ἔμφυλον πρωτότυπόν ἐστι τοῦ ἐμφύλιον, ὡς καὶ τοῦ οὔλιος προϋπόκειται ὁ οὖλος καὶ τοῦ ἐλευθέριος ὁ ἐλεύθερος. οὕτω δὲ καὶ τοῦ δούλιον ἦμαρ τὸ δοῦλον προϋπόκειται. (ῃερς. 258. σθθ.) Ὅτι καὶ ὁ Θεοκλύμενος ἐνταῦθα ἐκ τοῦ καιροῦ λαβὼν προοίμιον, εὗρε γὰρ τὸν Τηλέμαχον σπένδοντα εὐχόμενόν τε περὶ εὐπλοίας, φησίν· ὦ φίλε, ἐπεί σε θύοντα κιχάνω τῷδ' ἐνὶ χώρῳ, λίσσομαι ὑπὲρ θυέων, ἤγουν τῶν ἄρτι τούτων θυσιῶν καὶ θεοῦ, ᾧ εὔχῃ, ἠδὲ τοκήων κατά τινα τῶν ἀντιγράφων, κατὰ δὲ ἕτερα, αὐτὰρ ἔπειτα σῆς τ' αὐτοῦ κεφαλῆς καὶ ἑταίρων οἵ τοι ἕπονται, εἰπέ μοι εἰρομένῳ νημερτέα μηδὲ ἐπικεύσῃς, τίς πόθεν εἶς ἀνδρῶν καὶ τὰ ἑξῆς. δέδοικε γὰρ, ὡς εἰκὸς, καθὰ καὶ προείρηται, μή ποτε προσήκῃ τῷ γένει τοῦ φονευθέντος, ὁ δὲ κεφαλαιωσάμενος τὰ καθ' ἑαυτὸν ἐν στίχοις τέτρασι φησίν· ἐξ Ἰθάκης γένος εἰμὶ, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεὺς, εἴ ποτ' ἔην, νῦν δ' ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο. καὶ ἦν μὲν ἀκόλουθον μαντεύσασθαί τι ἐνταῦθα τὸν Θεοκλύμενον περὶ Ὀδυσσέως. ἐπεὶ δὲ οὐκ ἦν οὐδὲ τοῦτο γενέσθαι νῦν διὰ τὴν σπουδὴν, μαντεύσεται καιρίως μετ' ὀλίγα καὶ φιληθήσεται ὑπὸ τοῦ Τηλεμάχου εἰς πλέον. (ῃερς. 268.) καὶ ὅρα τὸ, εἴ ποτ' ἔην, περιπαθῶς τε λεχθὲν καὶ ἐπὶ διορθώσει τοῦ, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς· οὐ γὰρ ἔστιν ὁ ἤδη φθαρεὶς ὀλέθρῳ λυγρῷ, ἀλλὰ ἦν ποτέ. (ῃερς. 260.) Καὶ ὅτι τὸ σπένδειν καὶ εὔχεσθαι θύειν εἶπεν, ὡς καὶ πρὸ ὀλίγων, εὔχετο, θῦε δ' Ἀθήνῃ. ἄλλως γὰρ οὐχ' ὑπόκειταί τι ἐνταῦθα θυόμενον. (ῃερς. 280.) Ὅτι φιλοξένου ἀνδρὸς λόγος τὸ, οὐ μὲν δή σ' ἐθέλοντά γε ἀπώσω, Ἀττικῶς δὲ εἰπεῖν, ἀπώσομαι. ἀλλ' ἕπευ. αὐτὰρ κεῖθι φιλήσεαι οἷά κ' ἔχωμεν. (ῃερς. 283.) Ὅτι καὶ ἐνταῦθα ἴκρια τὰ τῆς νηὸς λέγει καταστρώματα. τὸ γοῦν ἔγχος τοῦ ξένου Θεοκλυμένου δεξάμενος ὁ Τηλέμαχος οὐκ ἔστησεν ὀρθὸν, ἀλλὰ νηὸς ἐπ' ἰκριόφιν ἐτάνυσεν. (ῃερς. 285.) εἶτα καὶ τιμῶν αὐτὸν ἄγχι αὐτοῦ ἐκάθισεν ἐν τῇ πρύμνῃ τῆς νηὸς, περὶ ἣν οἱ ἔνδοξοι κάθηνται. (ῃερς. 289.) Ὅτι καὶ ἐνταῦθα διασκευάζων πλοῦν ἱστόν τε εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης φησὶ σταθῆναι καὶ προτόνοις αὐτὸν δεθῆναι. (ῃερς. 291.) ἱστία τε λευκὰ ἑλκυσθῆναι οὐ σχοίνοις ἀλλὰ εὐστρέπτοισι βοεῦσιν, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ. λέγει δὲ καὶ ἴκμενον αὐτοῖς οὖρον πεμφθῆναι θεόθεν λάβρον ἐπαιγίζοντα δι' αἰθέρος, (ῃερς. 293.) ὄφρα τάχιστα ναῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. ἀνύεται δὲ τοῦτο οὔρῳ, τουτέστι φορῷ ἀνέμῳ καὶ ὁρμητίᾳ οὐχ' ἁπλῶς ἀλλὰ καὶ ἐπαιγίζοντι, τουτέστιν ἔχοντι καὶ αἰγίδος τι, ἀφ' ἧς παρονομάζεται καὶ ἡ καταιγίς. Τὸ δὲ λάβρον οὐ σφαλερὸν μὲν, εἰ καὶ τῇ αˉυ διφθόγγῳ παραλήγεται παρὰ τὴν αὖραν. ἀρέσκει δὲ τοῖς ἀκριβεστέροις διὰ τοῦ βῆτα γράφεσθαι διὰ τὸ λίαν βαρύ. ἐπεὶ καὶ ζαχρηεῖς ἄνεμοι κατὰ τοιοῦτον σημαινόμενον λέγονται. ἄδηλον δὲ εἴτε στικτέον εἰς τὸ λάβρον, εἴτε καὶ συναπτέον αὐτὸ πρὸς τὸ ἐπαιγίζοντα, ἵνα ἐκείνως μὲν λέγῃ κατὰ γένος ἀρσενικὸν λάβρον ἄνεμον, οὕτω δὲ λάβρον ἐπαιγίζοντα κατὰ γένος οὐδέτερον. Ἐν δὲ τῷ δι' αἰθέρος αἰθὴρ φανερῶς ὁ ἀὴρ λέγεται. ἄλλως γὰρ ὁ κυρίως αἰθὴρ νήνεμός ἐστιν. (ῃερς. 297.) Ὅτι ἐν τῷ, ἡ δὲ, τουτέστιν ἡ ναῦς, Φερὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ, Φερὰς, τὰς Φηρὰς λέγει, συστείλας τὸ ˉη διὰ τὸ μέτρον, ὁμοίως τῷ, ξηρὸν ξερὸν, οἷον, ποτὶ ξερὸν ἠπείροιο, καὶ νοσηρὸν νοσερόν, καὶ ἀσκηθὴς ἀσκεθὴς, οἷον, ἀσκεθέες καὶ ἄνουσοι. Εἰσὶ δὲ Φεραὶ μὲν περὶ Θετταλίαν, ὡς ἡ Ἰλιὰς δηλοῖ, Φηραὶ δὲ αὗται περὶ τὴν ἐν Πελοποννήσῳ Μεσσηνίαν γῆν καὶ περί που τὴν Ἤλιδα καὶ τοὺς Ἐπειοὺς, ὡς δηλοῖ τὸ, ἠδὲ παρ' Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. δῆλον δὲ ὅτι οἱ ἐκ Πύλου πρὸς Ἰθάκην πλέοντες διὰ τῶνἐνταῦθα δηλουμένων τόπων ἵενται, τῶν Φερῶν, τῆς Ἤλιδος, καὶ τῶν ἑξῆς. (ῃερς. 297.) Τὸ δὲ ἐπέβαλλεν ἀντὶ τοῦ εὐστόχως καὶ ἐπιτυχῶς ἔπλεεν, ὡς ἐκ τοῦ βάλλειν, ὃ δηλοῖ τὸ ἐπιτυγχάνειν. ἐνταῦθα δὲ μέμνηται καὶ θοῶν νήσων, εἰπών· ἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν. αἱ δὲ τοιαῦται τῶν Ἐχινάδων εἰσὶ, καθὰ καὶ τὸ Δουλίχιον τὸ πρὸ ὀλίγου ῥηθὲν, ὡς ὁ γεωγράφος φησὶν, ὃς καὶ πλησιάζειν αὐτὰς λέγει τῷ Κορινθιακῷ κόλπῳ. Περὶ δὲ θοῶν νήσων ἀκριβῶς ἐν τοῖς εἰς τὴν Βοιωτίαν γέγραπται. Θοαὶ δέ, φασι, νῆσοι, μεταληπτικῶς αἱ λεγόμεναι ὀξεῖαι. δῆλον δὲ ὅτι τὸ θοὸν καὶ ἐπὶ τοῦ ὀξέως τίθεται, ὅθεν καὶ θοῶσαι τὸ ἀποξῦναι, ὡς τὸ, ἐγὼ δ' ἐθόωσα παραστάς. (ῃερς.