Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
281.1.1
) διὸ καὶ γήθησεν ἐνταῦθα πολύτλας δῖος Ὀδυσσεὺς, οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, καθὰ καὶ αὐτὸς ἐν Φαίαξιν ἐποίει, θέλγε δὲ θυμὸν μειλιχίοις ἐπέεσσι. (ῃερς. 283.) νόος δέ οἱ ἄλλα μενοίνα. συνίησι γὰρ ὁ περίφρων τὰ τῆς δαΐφρονος γυναικός. ὑπούλου δὲ πάντως ἤθους καὶ τὸ διὰ δῶρα θέλγειν θυμὸν μειλιχίοις λόγοις, ἄλλα δὲ νοεῖν. καί πως οὐ μακράν ἐστι τοῦ εὖ μὲν βάζειν, κακῶς δ' ὄπιθε φρονεῖν, καὶ τοῦ ἐσθλὰ μὲν ἀγορεύειν, κακὰ δὲ βυσσοδομεύειν. εἰ καὶ ἁπαλώτερον τοῦτο ἤ περ ἐκεῖνα διὰ τὸ κερδαλέου ἤθους εἶναι, οὐ μὴν φονικοῦ. (ῃερς. 275.) Τὸ δὲ, οὐχ' ἥδε δίκη, ὅμοιον τῷ, οὐχ' ἥδε θέμις, οὐχ' ὅδε νόμος, οὐχ' ὅδε τρόπος, καὶ τοῖς τοιούτοις. Τὸ δὲ πάροιθεν ἐντρεπτικόν ἐστιν, ὡς τῶν μνηστήρων καινιζόντων καὶ πρεσβεῖον ἀθετούντων δίκης, ἣ τὸ πάροιθεν ἤγουν ἀνέκαθεν ἐκ παλαιτάτων χρόνων τέτυκτο. νεωτερίζουσι δὲ πάντως οἱ οὕτω καινίζοντες καὶ εἰσὶν αὐτόχρημα νεωτεροποιοί. (ῃερς. 276.) Τὸ δὲ, ἀγαθὴν γυναῖκα, καὶ τὸ, ἀφνειοῦ θύγατρα, καὶ τὸ, μνηστεύειν ἐθέλωσι, καὶ τὸ ἀλλήλοις ἐρίσωσι, παρατετηρημένως κεῖνται. εἰκὸς γὰρ δαπανᾶν τὰ γυναικὸς τοὺς μνηστῆρας καὶ μὴ ἐθέλειν διδόναι, εἴ περ μὴ ἀγαθὴ ἐκείνη γυνὴ, μηδὲ ἐκ πλουσίων, μηδὲ αὐτὴ ἀξιοῦται μνηστεύεσθαι, μηδὲ οἱ ἐρῶντες ἐρίζουσιν. εἰ δὲ ἀγαθὴ ἡ γυνὴ, ἕδνα πάντως καὶ ἐθέλει καὶ ἀξία ἐστὶ λαβεῖν. ὁμοίως καὶ ἐὰν θυγάτηρ ἀφνειοῦ πατρός. οὐ γὰρ ἂν αἰσχυνεῖ αὐτὸν πατρῷον ὄλβον. οὕτω δὲ καὶ ἐὰν ἐκεῖνοι μνηστεύειν ἐθέλωσιν. οὐ γὰρ ἀνάεδνοι τεύξοιντ' ἂν τοῦ θελητοῦ. (ῃερς. 277.) πολλῷ δὴ πλέον καὶ, εἴ περ ἀλλήλοις ἐρίζουσι. τότε γὰρ, ὡς ἐν συναλλαγῇ, χαρίσηται ἂν ἡ γυνὴ τῷ διδόντι πλείονα. (ῃερς. 278.) Τὸ δὲ, αὐτοὶ τοί γε ἀπάγουσι βόας καὶ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, τίς ἡ δίκη τῶν μνηστήρων πάροιθεν ἦν, ἵνα σαφὲς γένηται τὸ τῆς γυναικὸς βούλημα, καὶ μὴ προσποιήσαιντο ἀγνοεῖν αὐτὸ οἱ μνηστῆρες. Τὸ δὲ, αὐτοὶ τοί γε, ὅμοιον τῷ αὐτοὶ αὐτοὶ, πρὸς ἔμφασιν τοῦ λόγου πλείονα. Τὸ δὲ ἀπάγουσι ταυτὸν τῷ ἄγουσι· περιττὴ γὰρ ἡ πρόθεσις. σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸ ἀποστερεῖν καὶ ληΐζεσθαι. Τὸ δὲ, ἀπάγουσι βόας, τοιαύτας εἶναι τὰς ἀλφεσιβοίας γυναῖκας ὑπολαλεῖ. ἐκ δὲ τοῦ μῆλα ἡ ἐν Ἰλιάδι Πολυμήλη ὠνόμασται, ἔτι δὲ καὶ ἡ Φιλομήλα. (ῃερς. 279.) Τὸ δὲ, ἀγλαὰ, βούλεται καὶ λαμπρὰ εἶναι, καθὰ καὶ χρὴ τὰ τῇ ῥηθείσῃ γυναικὶ διδόμενα ἕδνα. (ῃερς. 282.) Τὸ δὲ, τῶν μὲν δῶρα παρέλκετο, ἀντὶ τοῦ παρὰ τούτων, ἤγουν ἐκ τῶν μνηστήρων δῶρα εἷλκε. καὶ ἔστι, φασὶν, ὅμοιον τῷ παρέσπα. ἔχει δὲ καὶ ἔμφασιν ἀστείαν τὸ ἕλκετο· οὐ γὰρ ἐξ ἑκόντων ἤρχετο τῶν μνηστήρων, ἀλλὰ εἵλκετο παρὰ τῆς γυναικὸς, ὡς οἷον πρεσβίαν· ἢ καὶ εἰβαρύ τι μέγεθος διὰ μεθόδου μηχανικῆς εἰς ἀναπλήρωσίν τινα ὧν ἐκεῖνοι ἐδαπάνων, εἰκὸς δὲ καὶ ἀντισήκωσίν τινα τὴν τοιαύτην λέξιν δηλοῦν· ὡς ἔστι συναγαγεῖν ἐκ τῆς ὁλκῆς ἐπὶ ὄγκου λεγομένης, καθὰ δηλοῖ καὶ τὸ, ὁλκὴ χρυσίου ἢ τοιούτου τινὸς, ὅ περ ἐκ τοῦ ἕλκειν γίνεται. (ῃερς. 286.) Ὅτι Ἀντίνοος τῆς Πηνελόπης δῶρα παρελκομένης τῶν μνηστήρων, ὡς προσεχῶς ἐγράφη, φησί· δῶρα μὲν ὅς κ' ἐθέλῃσιν ἐνθάδ' ἐνεῖκαι, δέξασθαι, ἤτοι δέξαι. οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν ἐστί. τοῦτο δέ τις ἐρεῖ προτρέπων τινὰ εἰς λῆψιν δώρου. ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν, ὅς τις ἄριστος. (ῃερς. 288.) Τοῦτο δὲ Ὁμήρου προαναφώνησις, ὡς οὐδεὶς τῶν μνηστήρων ἐκφευξεῖται τὸν ὄλεθρον μεταμεληθεὶς τυχὸν ἢ καὶ ἄλλως ὁπωσοῦν ἀναχωρήσας, ὃ καὶ Ὀδυσσεὺς ἐθέλοι ἄν. διὸ καὶ Τηλέμαχος μετ' ὀλίγα ἐρεῖ· διώκω δ' οὔ τιν' ἔγωγε, ἅμα μὲν πραΰνων τοὺς κακοὺς, δεικνὺς δὲ καὶ ὡς ἐθέλει ἀπὸ τῆς νῦν παραμεῖναι αὐτοὺς, ἵνα μηδεὶς ἐκφύγῃ τὸν πάναγρον. (ῃερς. 287.) ἐπικριτικῶς δὲ εἶπεν ὁ κακὸς τὸ, οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν· καὶ οἱ ἀκούσαντες πείθονται, οὐ γὰρ ἔχουσιν ἀντιπεσεῖν οἷς καλῶς εἶπε καὶ ἡ Πηνελόπη καὶ ὁ Ἀντίνοος. (ῃερς. 289.) Ὅρα δὲ τὸ, ὅς τις ἄριστος. ἔοικε γὰρ ὁ Ἀντίνοος μὴ βούλεσθαι λαβεῖν τὴν Πηνελόπην, ὃς ἂν αὐτῇ ἀρέσκοι, ἀλλὰ τὸν ἄριστον, ἑαυτὸν ἴσως τοιοῦτον κρίνων καὶ μαχησόμενος, εἰ διεκπέσοι τοῦ ἀριστείου. (ῃερς. 290.) Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ Ἀντίνοος μὲν λέγει, πείθονται δὲ οἱ ἄλλοι, αὐτὸς ἄρα ἄρχει καὶ αἰτιός ἐστι μάλιστα· διὸ καὶ εὖ ποιῶν πρῶτος πεσεῖται. (ῃερς. 289.) Ἰστέον δὲ καὶ ὅτι τὸ, γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος, ἔχει τι καὶ φήμης μαντικῆς. ἐξ ἀποτελέσματος γὰρ Ὀδυσσεῖ τῷ ἀρίστῳ ἡ γυνὴ ἐγήματο. (ῃερς. 291.) Ὅτι πεμψάντων τῶν μνηστήρων ἤνεγκαν ἑκάστῳ δῶρα κήρυκες, Ἀντινόῳ μὲν μέγαν περικαλλέα πέπλον ποικίλον· ἐν δ' ἂρ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι χρύσειαι, κληῗσιν εὐγνάμπτοις ἀραρυῖαι· ὅρμον δ' Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκα ἔνεικε χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς. ἕρματα δ' Εὐρυδάμαντι δύο θεράποντες ἔνεικαν, τρίγληνα, μορόεντα· χάρις δ' ἀπελάμπετο πολλή. ἐκ δ' ἄρα Πεισάνδροιο ἴσθμιον ἤνεικε θεράπων περικαλλὲς ἄγαλμα. ἄλλο δ' ἂρ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικε. φίλη δὲ τῇ ποιήσει λέξις τὸ ἔνεικε. διὸ πεντάκις αὐτῇ ἐνταῦθα ἐχρήσατο. πόθεν δὲ γίνεται, εἴρηται ἀλλαχοῦ. Ὅρα δὲ τὸ, ἄλλο δ' ἄρα ἄλλος δῶρον ἔνεικε, περικόψαντος τοῦ ποιητοῦ τὸ πλείονα ὀνομάζειν, οἷον τυχὸν ψέλλια, ἢ ὑφορμίδας, ἢ περιδέραια, ἐξ ὧν καὶ ὑποδερὶς, κόσμος γυναικεῖος καὶ αὐτὴ κατὰ τοὺς παλαιούς. ἄκαιρός τε γὰρ φιλοτιμία τὸ πλείω εἰπεῖν, καὶ οὐδ' ἂν εὐπόρησεν ἐπὶ πάντων καθ' ἕνα τῶν μνηστήρων ἰδίᾳ τοιαῦτα περὶ ἑκάστου λαλεῖν. (ῃερς. 292.) Πέπλον δέ φασί τινες τὸν ἐνταῦθα μέγαν καὶ περικαλλέα καὶ ποικίλον περιβόλαιον εἶναι σκέπον τὸν ἀριστερὸν ὦμον, καὶ ἔμπροσθεν καὶ ὄπισθεν συνάγον τὰς δύο πτέρυγας εἰς τὴν δεξιὰν πλευρὰν, γυμνὴν ἐῶν τὴν δεξιὰν χεῖρα καὶ τὸν ὦμον. εἰ δὲ τοῦθ' οὕτως ἔχει, τί δή ποτε δώδεκα περόνας ἐχρῆν ἔχειν αὐτὸν μανδυοειδῆ ὄντα; δοκεῖ δὴ μάλιστα γυναικεῖον ἱμάτιον εἶναι ὁ πέπλος κατὰ τὰ Δωρικὰ, σχιστὸν ἐπὶ μόνα τὰ ἔμπροσθεν, καὶ διατοῦτο περόνας ἐθέλον πολλάς. (ῃερς. 294.) Κληῗδες δὲ, ὀπαὶ λεγόμεναι κατακλεῖδες, εἰς ἃς αἱ περόναι καθίεντο. Εὔγναμπτοι δὲ αὗται, ὡς ἐπικαμπεῖς καὶ περιφερεῖς. (ῃερς. 295.) Περὶ δὲ ὅρμου χρυσέου, ὃς ἠλέκτροις ἔερτο, ἐν τοῖς Εὐμαίου λόγοις προδεδήλωται. (ῃερς. 296.) Τὸ δὲ, ἠέλιον ὣς, παραβολικὸν ὂν, ἔλλειψιν ἔχει. χρὴ γὰρ νοεῖν κατὰ τὸ εἰκὸς ὅρμον λάμποντα ἢ φαέθοντα ἢ ἀφιέντα λαμπηδόνα, ὡς ἥλιον. (ῃερς. 298.) Ἕρματα δὲ τρίγληνα μορόεντα χάριν ἔχοντα, κεῖται καὶ ἐν Ἰλιάδι ἐν τοῖς περὶ Ἡφαίστου, καὶ εἴρηται τὰ δέοντα ἐκεῖ. (ῃερς. 297.) Ἐν δὲ τῷ, ἕρματα δύο θεράποντες ἔνεικαν, ἀμφίβολον μὲν, εἴτε ἕρματα δύο εἴτε θεράποντες δύο. δοκεῖ δὲ κρεῖττον συντάξαι ἕρματα δύο. (ῃερς. 295.) Ἰστέον δὲ ὅτι, ὥς περ ἀπὸ τοῦ κείρω καὶ ὁ κορμὸς καὶ τὸ κέρμα, οὕτω καὶ ἀπὸ τοῦ εἴρω ὅρμος καὶ ἕρμα. μάλιστα δὲ ὁμοιότητα παραγωγῆς ἔχει πρὸς τὸν ὅρμον καὶ τὸ ἕρμα τὰ ἐκ τοῦ σπείρω, ὁ σπόρος δηλαδὴ καὶ τὸ σπέρμα, βαρύτονα ὄντα καὶ ἄμφω. ἐκ δέ γε τοῦ εἴρω καὶ τρίτη γίνεται παραγωγὴ ὁ εἱρμός. ἐξ οὗ καὶ ἡ εἱμαρμένη παρῆχθαι δοκεῖ, εἱρμαμένη τις οὖσα διὰ τὸν κατ' αὐτὴν εἱρμόν. ὡς δὲ ὁμώνυμος λέξις τὸ ἕρμα, δηλοῦσι καὶ τὰ ἐν Ἰλιάδι ἕρματα τῶν νηῶν καὶ ἡ ἀνερμάτιστος ναῦς. (ῃερς. 300.) Ἴσθμιον δὲ τὸ περὶ τὸν ἰσθμὸν, ὅ ἐστι τὸν τράχηλον· ὃς ἰσθμὸς λέγεται πλεονασμῷ τοῦ ˉσ, ὡς οἷον ἰθμὸς, δι' οὗ ἵενται τὰ σιτία. ἐντεῦθεν δὲ καὶ παρίσθμια τὰ περὶ τὸν τοιοῦτον ἰσθμὸν, ὃς οὐκ ἔστιν ἐν χρήσει. ὁ γὰρ περιφερόμενος ἰσθμὸς τοπικόν ἐστιν ὄνομα. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται, ὅτι καὶ μέρος τις σώματος περὶ τὸν τράχηλον ἴσθμιον. ὅθεν καὶ κόσμος παρίσθμιος. καὶ ποτήριον δέ, φασι, Κύπριον ἐκαλεῖτο ἴσθμιον. ὅτι δὲ ἐκ τοῦ ἰέναι προϋπάρχει τοῦ ἰσθμοῦ παράγωγον ἰθμὸς δίχα τοῦ πρώτου σίγμα, δῆλον καὶ ἐκ τῆς παρὰ τῷ Ὀππιανῷ εἰσίθμης. διαφέρει δὲ ἴσθμιον ὅρμου κατὰ τοὺς παλαιοὺς, ὅτι ὁ μὲν ὅρμος κεχάλασται ἐκκρεμμάμενος, τὸ δὲ ἴσθμιον περιτραχήλιος ὢν καὶ αὐτὸ κόσμος τῷ τραχήλῳ προσέχεται. Ἄγαλμα δὲ καὶ ἐνταῦθα τὸ ἀγαλλίαμα. (ῃερς. 306.) Ὅτι ἐπὶ τοῖς μνηστῆρσι τερπομένοις μέλας, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἐπὶ ἕσπερος ἦλθεν. αὐτίκα λαμπτῆρας τρεῖς ἔστασαν ἐν μεγάροισιν, ὄφρα φαείνοιεν, περὶ δὲ ξύλα κάγκανα θῆκαν αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, καὶ δαΐδας μετέμισγον. (ῃερς. 311.) ἀμοιβηδὶς δ' ἀνέφαινον δμωαὶ Ὀδυσσῆος. ὁ δὲ πειρᾶσθαι καὶ τῶν δμωΐδων ἐθέλων, ὥς περ πρὸ ὀλίγου τῶν μνηστήρων, ἔρχεσθέ, φησι, δμωαὶ πρὸς δώματα, (ῃερς. 314.) ἵνα αἰδοίη βασίλεια, τουτέστιν ὅπου ἡ δέσποινα, ὡς μὴ δέον ὂν αὐτὰς ἀνδράσιν ἀναμεμίχθαι. τῇ δὲ παρ' ἠλάκατα στροφαλίζετε, τέρπετε δ' αὐτὴν ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσί· διὰ τὸ μεγάλας δηλαδὴ τὰς νύκτας εἶναι, ὡς καὶ προϊστόρηται. (ῃερς. 317.) αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω. ἤν περ γάρ κ' ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, οὔ τί με νικήσουσι, πολυτλήμων δὲ μάλα εἰμί. ταῦτα εἰπόντος, αἱ μὲν ἄλλαι ἐγέλασαν, (ῃερς. 320.) εἰς ἀλλήλας δὲ ἴδοντο, κατά τι ἀφελὲς γυναικεῖον σχῆμα. Μελανθὼ δὲ καλλιπάρῃος καὶ αἰσχρῶς ἐνένιπεν, ἣν Δόλιος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπη, παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ἂρ ἀθύρματα θυμῷ. ἀλλ' οὐδ' ὣς ἔσχεν ἢ σχέθε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης. (ῃερς.