Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
286.1.1
) ὄφρ' ἔτι μᾶλλον δύῃ ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα, ἤγουν ἵνα ὑπεισέλθῃ λύπη τὸν Ὀδυσσέα κατὰ καρδίαν ἢ ἀντιπτωτικῶς, τὴν καρδίαν τοῦ Ὀδυσσέως· ὁποῖα μυρία καὶ ἄλλα τοιαῦτα σχήματα παρὰ τῷ ποιητῇ. (ῃερς. 287.) εἶτα ἄρχεται Ὅμηρος διηγήματος ἀπὸ ὑπαρκτικοῦ συνήθως ῥήματος· ἦν δέτις ἐν μνηστῆρσιν ἀνὴρ, ἀθεμίστια εἰδώς. Κτήσιππος δ' ὄνομ' ἔσκε, (ῃερς. 288.) Σάμῃ δ' ἔνι οἰκία ναῖεν, ὡς εἶναι οὕτω Σάμιος ἢ Σαμαῖος κατὰ ἐθνικὸν, ὃ καὶ ἀλλαχοῦ προδηλοῦται. (ῃερς. 289.) ὃς δή τοι κτεάτεσσιν, ἤγουν κτήμασι, πεποιθὼς θεσπεσίοισιν, οἷς προσφυῶς καὶ Κτήσιππος ἐκαλεῖτο, μνάσκετ' Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. οὗτος οὖν, κέκλυτέ μευ μνηστῆρες, ἔφη, ἀγήνορες, ὄφρα τι εἴπω· μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν, ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὃς ἂν τάδε δώματα ἵκηται. ἀλλ' ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς ἠὲ λοετροχόῳ δῴη γέρας ἤ τινι ἄλλῳ. (ῃερς. 299.) ὣς εἰπὼν ἔῤῥιψε βοὸς πόδα χειρὶ παχείῃ, κείμενον, ἐκ κανέοιο λαβών· ὁ δ' ἀλεύατ' Ὀδυσσεὺς παρακλίνας κεφαλήν. μείδησε δὲ θυμῷ σαρδάνιον μάλα τοῖον, ἢ μέγα τοῖον. ὁ δ' εὔδμητον βάλε τοῖχον, Κτήσιππον δι' ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ· (ῃερς. 304.) Κτήσιππ', ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ, οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός. ἦ γὰρ ἄν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι, καί κέ τοι ἀντὶ γάμου πατὴρ τάφον ἀμφεπονεῖτο ἐνθάδε. εἶτα μετὰ θάῤῥους καὶ τοῖς ἄλλοις λαλῶν καὶ παραμιγνὺς μὲν ἀπειλαῖς παραινέσεις, αὔξων δὲ ῥητορικῶς τὴν τῶν μνηστήρων ὕβριν ἐκ πατρικῶν μεθόδων, ἐπάγει· (ῃερς. 308.) διὸ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, καὶ ἑξῆς, ὥς που καὶ πρὸ τούτων εἶπεν. (ῃερς. 311.) εἶτα ἐπιφέρει· ἀλλ' ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες, μήλων σφαζομένων οἰνοιό τε πινομένοιο, καὶ σίτου, ἐσθιομένου δηλαδή. χαλεπὸν γὰρ, ὡς καὶ ταῦτα προεῤῥέθη, ἐρυκακέειν ἕνα πολλούς. ἀλλ' ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες. εἰ δ' ἤδη μ' αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ, καί κε τὸ βουλοίμην καὶ ἑξῆς, ἃ φθάσας ἤκουσεν ἐκ τοῦ πατρὸς, εἰπόντος οὐ τλητὸν εἶναι ἀεικέα ἔργα ὁρᾶν ξείνους τε στυφελιζομένους καὶ τὰ ἑξῆς. (ῃερς. 314. σθθ.) Καὶ ὅρα ὅπως κέρδεα νωμῶν ὁ Τηλέμαχος καὶ τὸν ξεῖνον πατέρα δίφρῳ, εἰ καὶ ἀεικελίῳ καὶ ὀλίγῃ τραπέζῃ καὶ ἰσομοιρίᾳ τιμήσας, ἠρέθισεν οὕτω φρονίμως τὸν ἀθεμίστιον. διὸ καὶ καλῶς ὁ ποιητὴς ἔφη, ὡς οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη μνηστῆρας λώβης ἴσχεσθαι, ὡς καὶ προεγράφη, ἵνα ἐρεθισθεὶς Ὀδυσσεὺς μὴ ἀναβάλληται τὸ κατ' αὐτῶν ἔργον. (ῃερς. 287.) Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς κυκλικῶς φράσαι· ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ, Κτήσιππος δ' ὄνομ' ἦν, αὐτὸ μὲν ἀφῆκεν, ἐχρήσατο δὲ ποικιλίας χάριν ἐν καταρχῇ μὲν τῷ ἦν, κοινῷ ὄντι, ἐν τέλει δὲ ποιητικῷ τῷ ἔσκεν· οὗ παραγωγὴ αὕτη· ἔω, ἔσω, ἔσκω· παρατατικὸς, ἔσκον. μυρία δὲ καὶ ἄλλα τοιαῦτα. ἐν οἷς καὶ τὸ κέω, κέσω, κέσκω· ἀφ' οὗ τὸ κέσκετο ἀντὶ τοῦ ἔκειτο. Σημείωσαι δὲ ὅτι τὸ μὲν ἦν ἀντὶ τοῦ ὑπῆρχον ἐν πρώτῳ προσώπῳ προσφυῶς ἔχει τὸ ˉν κατὰ συγκοπὴν τοῦ ἦον, ὅ πέρ ἐστιν ὑπῆρχον· τὸ δὲ τρίτον οὐχ' οὕτως ἔχει κατὰ τὸν Ἡρακλείδου λόγον, ἔχοντα οὕτως· τοῖς εἰς βραχὺ περαιουμένοις, εἶτα συναιρεθεῖσι, τοιούτοις προσώποις οὐκέτι μετουσία τοῦ νῦ ἐστιν· ὥς τε ἐν τῷ, ἦον ἦες ἦε, καὶ συναιρέσει ἦν, οὐκ ὀρθῶς ἔχει ἡ προσέλευσις τοῦ ˉν. καινὸν δέ, φησι, καὶ τὸ, ἤσκειν εἴρια καλά. διαλυθὲν γὰρ εἰς τὸ ἤσκεε πῶς προσλήψεται τὸ ˉν, ὅπου γε οὐδεὶς παρατατικὸς εἰς ˉν περατοῦται ἐν τρίτῳ ἑνικῷ παρ' Ἕλλησιν; ἑτέρωθι δὲ λέγει ὁ αὐτὸς καὶ ὅτι, ὥς περ τὸ, κνέε τυρὸν, ἤγουν ἔκνεεν, ἔκοπτεν, εἰς τὸ ἦτα συναιρεθὲν οἷον κνῆ τυρὸν ἐν Ἰλιάδι, οὐκέτι σὺν τῷ ˉν ἐξηνέχθη, οὕτως οὐδὲ τὸ ἦ μετὰ τοῦ ˉν γραφήσεται, ἀλλὰ δηλαδὴ δίχα τοῦ ˉν, κἂν σημαίνει τὸ ὑπῆρχεν, ἀπὸ τοῦ ἔε δηλονότι. καὶ οὕτω μὲν κατέστησεν ὁ σοφὸς τὴν τοιαύτην γραφήν. ἔστι δὲ καὶ ἄλλως καὶ μετὰ τοῦ ˉν νοῆσαι τὸ ἦν Δωρικῶς ἅμα καὶ Ἀττικῶς κατὰ τὸν αὐτὸν Ἡρακλείδην, εἰπόντα οὕτω· τὸ παρ' ἡμῖν ἔπλει καὶ ἔῤῥει παρὰ μὲν τοῖς Ἴωσιν ἔπλεεν ἔῤῥεεν, ὡς τῆς εˉι διφθόγγου τεμνομένης παρ' αὐτοῖς εἰς ἄμφω ταῦτα. παρὰ δὲ Δωριεῦσιν, ὧν τῇ διαλέκτῳ καὶ ἀρχαῖοι Ἀττικοὶ χρῶνται τὰ τοιαῦτα δύο εˉε εἰς ˉην συναιρεῖται. τὸ γὰρ ἔπλεεν, ἔῤῥεεν, ἔπλην καὶ ἔῤῥην παρ' αὐτοῖς. εἰ τοίνυν τοῦτο δέδοται, τί κωλύει κατὰ τὸ ἔπλεεν, ἔπλην, Δωρικῶς καὶ ἔῤῥεεν, ἔῤῥην, οὕτως εἶναι καὶ ἔεν ἦν; περισπωμένως μέντοι διὰ τὸ τοῦ ῥήματος μονοσύλλαβον, χαρέντων τῇ Δωρικῇ φωνῇ καὶ τῶν Ἀττικῶν. οἳ καὶ τὸ δάματερ, Δωρικὸν ὂν, φιλοῦσι λαλεῖν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ὅτε τι θαῦμα πρόκειται, ὡς καὶ ὁ τοῦ κωμικοῦ Πλοῦτος δηλοῖ. Ἔτι ἰστέον καὶ ὅτι τὸ εἰρημένον ἦν ἐπὶ τρίτου ἑνικοῦ προσώπου ὁ Ἀλκμὰν ἦς λέγει, μετειλημμένου τοῦ ˉν εἰς ˉσ Δωρικῶς, ὡς ὁ Ἡρακλείδης παραδίδωσιν. ἔστι δὲ αὐτοῦ χρῆσις καὶ παρὰ τῷ βουκολιαστῇ. ὡς καὶ ἐν τῷ πεποιήκαμεν καὶ λέγομεν καὶ τοῖς ὁμοίοις τρέπουσι τὸ ˉν εἰς ˉσ οἱ Δωριεῖς, λέγοντες πεποιήκαμες καὶ τἄλλα δὲ ὡσαύτως, δηλοῦσιν οἱ χρησάμενοι. τὸ δὲ παρ' Ἡσιόδῳ, τῆς δ' ἦν τρεῖς κεφαλαὶ, ἀντὶ τοῦ ἦσαν, Βοιωτῶν λέγεται γλώσσης εἶναι, οἳ ἑνικὰ ῥήματα πληθυντικοῖς ὀνόμασι συνέταττον. (ῃερς. 288.) Ἐν δὲ τῷ, ὄνομ' ἔσκεν, ὄνομα κατ' ἐξοχὴν τὸ κύριον δηλοῦται, οὐ μὴν τὸ κοινὸν, ἐξ οὗ ὀνομάζειν Ὅμηρος πολλαχοῦ οἶδε τὸ διεξοδικῶς λαλεῖν ἐν συνθήκῃ ὀνομάτων, ἤγουν λέξεων. αἷς καὶ τὰ ἐπίθετα συνεισάγονται τὰ, ὡς ἂν Ὅμηρος εἴποι, κατ' ἐπίκλησιν. ἡ δὲ, ὡς ἐῤῥέθη, κυριωνυμία καὶ τὸ παρὰ Εὐμαίῳ εἵλκυσεν ὀνομάζειν. ἔφη γὰρ ἐκεῖνος αἰδεῖσθαι ὀνομάζειν τὸν καλὸν δεσπότην, ἤγουν εὐλαβεῖσθαι λέγειν ἐκεῖνον τὸ κύριον αὐτοῦ ὄνομα, ὅ περ ἦν Ὀδυσσεὺς, οἷα ἐπικρίνων ἠθεῖον αὐτὸν καλεῖν, ὡς προδεδήλωται. τὸ δὲ τοιοῦτον κύριον ὄνομα καὶ τὸν ἐν Ἰλιάδι ὀνομακλυτὸν συνέθετο, οὗ δηλονότι τὸ κύριον ὄνομα περίκλυτον ἀνθρώποις ἦν. ἐξ αὐτοῦ δὲ καὶ τὸ ὀνομακλήδην, δηλοῦν, ὡς ἐξ ὀνόματος κυρίου ἐκάλει ἕκαστον τῶν ἔσω τοῦ δουρείου ἵππου ἡ Ἑλένη. Θεσπέσια δὲ κτήματα Κτησίππου τοῦ διὰ πλοῦτον ὑβριστοῦ τὰ πολλὰ λέγει, ἃ δηλαδὴ θεὸς ἂν εἴποι. οὐ γὰρ δή που κτέατα θεῖα εἰσὶ τὰ τοῦ εἰδότος ἀθεμίστια κατὰ τὸν ποιητήν. Μνηστῆρες δ' ἀγήνορες ἐνταῦθα ἐπὶ ἐπαίνου· οὐ γὰρ ἂν ὁ μνηστὴρ Κτήσιππος τοὺς ὁμοίους ὕβριζε. (ῃερς. 293.) Τὸ δὲ πάλαι φανερῶς καὶ νῦν ἐκ περισσοῦ κεῖται καὶ οὐ κατὰ κυρίαν σημασίαν ἐν τῷ, μοῖραν ὁ ξεῖνος ἔχει πάλαι. οὐ γὰρ κυρίως πάλαι μοῖραν ἔχει ὁ νῦν αὐτίκα λαβὼν αὐτήν. Ἀττικῶς δὲ τὸ σχῆμα. παρ' οἷς καὶ τὸ ποτὲ καὶ τὸ πάλαι ἁπλῶς οὕτω κεῖνται δίχα τοῦ σημαίνειν πολυκαιρίαν τινά. Τὸ δὲ, ὡς ἐπέοικε, φθονῶν ὁ κακὸς λέγει κατὰ εἰρωνείαν· ἠρέθισται γὰρ τῇ τοῦ ξένου τιμῇ. (ῃερς. 294.) Οὐ καλὸν δὲ πρᾶγμα λέγει τὸ μὴ ἐπαίνου ἄξιον, ἐπεὶ καὶ τέλος ἐγκωμιαστικοῦ εἴδους τὸ καλὸν κατὰ τοὺς μεθ' Ὅμηρον. Περὶ δὲ τοῦ ἀτέμβειν ποιητικοῦ ῥήματος ὄντος καὶ στέρησιν καὶ βλάβην σημαίνοντος δεδήλωται ἀλλαχοῦ, (ῃερς. 295.) ὥς περ καὶ ὅτι ἔθος Ὁμήρῳ ἐκ πληθυντικοῦ ἀορίστου καταβαίνειν εἰς ἑνικὸν ὡρισμένον, ὡς καὶ ἐνταῦθα εἰπὼν ξείνους Τηλεμάχου ἐπιφέρει· ὃς ἂν ἐνθάδ' ἵκηται. (ῃερς. 297.) Ἐν δὲ τῷ, δῴη γέρας, ἢ τὸ ἁπλῶς δῶρον λέγει γέρας, ἢ τὸ ἐπέκεινα τῆς μοίρας, ὥς που καὶ τῷ Ὀδυσσεῖ οἷά τι γέρας ἐπιπέμπει τὸν τοῦ βοὸς πόδα ὁ Κτήσιππος. (ῃερς. 299.) ὃν πόδα καὶ σημειωτέον βιαζόμενον κατὰ τὴν τοῦ Κράτητος παρατήρησιν λογίζεσθαι, ὡς καὶ ἑφθὰ ἤσθιον ἥρωες. οὐ γὰρ ἄν, φησι, γένοιτο ποὺς βοὸς ὀπτός. Τὸ δὲ, ἔῤῥιψε βοὸς πόδα, ταυτὸν τῷ ἀφῆκε δίκην βέλους, ὁποῖόν τι καὶ πρὸ ὀλίγων τὸ, διαῤῥίπτασκεν ὀϊστόν. ὅτι δὲ βέλος καὶ ὁ ῥηθεὶς ποὺς, δηλοῖ ὁ ποιητὴς ἐν τῷ, ἀλεύατο γὰρ βέλος αὐτός. (ῃερς. 302.) Τὸ δὲ σαρδάνιον, ὅ τινες σαρδόνιον γράφουσιν, ἐξ οὗ καὶ διεσαρδόνησεν ἐν ῥητορικῷ λεξικῷ τὸ, διεγέλασεν οὐκ ἐπὶ διαχύσει, δηλοῖ μὲν τὸ ἄκροις χείλεσι σεσηρέναι τὸν ἔσω δακνόμενον θυμῷ ἢ λύπῃ, ἵνα ᾖ σαρδάνιον Ὁμηρικῶς καὶ σαρδόνιον δὲ κατὰ τοὺς ἄλλους τὸ σεσηρὸς καὶ σαρκαστικόν. καὶ οἱ μέν φασι τὴν λέξιν εἰλῆφθαι ἀπὸ τοῦ δοθέντος ὑπὸ Διὸς τῇ Εὐρώπῃ φύλακος ἡφαιστοτεύκτου, ὃς τοὺς παραβάλλοντας ξένους τῇ Κρήτῃ συλλαμβάνων ἰδίως, φασὶν, ἐτιμωρεῖτο, πηδῶν εἰς πῦρ καὶ θερμαίνων τὸ στῆθος, ὁποῖόν τι περὶ τοῦ Κρητικοῦ Τάλω τοῦ χαλκεοστήθου φασί τινες καὶ χαλκόποδος, καὶ περιπτυσσόμενος, καὶ καιομένων ἐκείνων, αὐτὸς σεσηρώς. ἀλλ' οὗτος μὲν ὁ λόγος οὐ πάνυ διευκρινεῖ τὴν λέξιν, ἀλλ' ἢ μόνον δίδωσιν ὑπονοεῖν, ὅτι παρὰ τὸ δονεῖν ἢ δαίειν ἤτοι καίειν καὶ παρὰ τὸ σαίρω, ἔσαρον, ὅθεν καὶ τὸ σεσηρέναι, γίνεται τὸ σαρδόνιον, οἱονεὶ τὸ σεσηρὸς καὶ δονοῦν ἢ δαῖον ἤγουν καῖον. ἕτεροι δέ φασιν, ἐν Σαρδοῖ νήσῳ ἐπέκεινα Σικελίας τῇ καὶ Σαρδόνι σέλινον φύεσθαι, οὗ τοὺς ἐμφαγόντας ξένους μετὰ σπασμοῦ ὄλλυσθαι σεσηρότας, ὡς εἶναι σαρδόνιον ἢ σαρδάνιον γέλωτα τὸν μετὰ ὀδύνης, ὁποῖον τινὰ γελᾶν λέγεται καὶ οἱ τετρωμένοι τὰς φρένας, καὶ οἷον δὲ πεῖρα ἔφηνε πολλοῖς, διδάξασα ὑπὸ ὄφεως συσχεθῆναι τινὰ καὶ δηχθῆναι περί που τὰ ὑπὸ μάλην καὶ οὕτω σὺν γέλωτι ἀποῤῥῆξαι τὸν βίον. Τίμαιος δέ, φασιν, ἱστορεῖ τοὺς ἐν Σαρδόνι γεγηρακότας τῶν γονέων ἄγεσθαι πρὸς βόθρον καὶ καταβάλλεσθαι καὶ οὕτω τοῦ ζῆν ἀπολύεσθαι καὶ ὡς μακαρίως θνήσκοντας γελᾶν, κἀντεῦθεν τὸν ἐπὶ λύπαις γέλωτα σαρδόνιον λέγεσθαι. ἕτεροι δὲ τοὺς υἱοὺς γελᾶν φασὶν ἐπὶ τῇ τῶν πατέρων ἐκεῖ καταῤῥίψει, ἀφοσιουμένους τὸν φόνον, καὶ ἐμφαίνοντας, μηδὲν ἁμαρτεῖν, εἰ τοὺς κακῶς πεισομένους πατέρας ὑπὸ γήρως προαπάγουσιν. ἐθέλουσι δὲ οἱ παλαιοὶ ἄμεινον εἶναι, σαρδόνιον γέλωτα λέγεσθαι τὸν ἐπὶ καταμωκήσει προσποίητον παρὰ τὸ σεσηρέναι, ἤγουν ὑπανοίγειν τὰ χείλη, ὡς δηλαδὴ προείρηται. γράφει δέ τις τῶν παλαιῶν καὶ οὕτω· σαρδάνιος γέλως κεχηνότος καὶ σεσηρότος τοῦ στόματος καὶ οὐκ ἐκ διαθέσεωςγινόμενος. (ῃερς. 305.) Τὸ δὲ, οὐκ ἔβαλες, ἐλλιπῶς εἴρηται διὰ θυμόν. ἦν δὲ τὸ ἐντελὲς οὕτως· ἦ μάλα σοι κέρδιον ὅτι οὐκ ἔβαλες τὸν ξεῖνον. (ῃερς.