Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
287.1.1
) μέμνηται δὲ ἀνακεφαλαιωτικῶς καὶ νῦν καθὰ καὶ ἐν τοῖς πρὸς Εὔμαιον τοῦ τῶν Θεσπρωτῶν βασιλέως Φείδωνος. (ῃερς. 288.) λέγει δὲ καὶ τοὺς τρεῖς στίχους δι' ὧν ἐκεῖνος ὤμνυε περὶ τοῦ Ὀδυσσέως ἀποσπένδων ἐνὶ οἴκῳ. (ῃερς. 291.) καὶ τοὺς ἑτέρους δὲ τρεῖς στίχους τοὺς περὶ τῆς δείξεως τῶν τοῦ Ὀδυσσέως κτημάτων καὶ τῆς αὐτῶν ποσότητος. (ῃερς. 296.) καὶ τοὺς τέσσαρας στίχους τοὺς περὶ τῆς ἐς Δωδώνην ἀπελεύσεως τοῦ Ὀδυσσέως, φράσας μὲν ἀπαραλλάκτως αὐτὰ ἐκεῖνα τὰ ἔπη, μετατάξας δὲ τὰς ἐννοίας. καὶ τὸ μὲν ὕστερον ἐν τοῖς ἐκεῖ τὸ, ὤμνυε πρὸς ἔμ' αὐτὸν, πρῶτον ἐνταῦθα θεὶς, δεύτερον δὲ τὸ ἐκεῖ πρῶτον, τὴν τῶν κτημάτων δηλαδὴ ὑπόδειξιν, τρίτον δὲ τὸ ἐκεῖσε δεύτερον τὸν περὶ τῆς Δωδώνης λόγον. οἶδε γὰρ ὁ πολὺς ῥήτωρ Ὅμηρος, ὡς διαφορὰν γραφῆς ποιεῖ καὶ ἡ τῶν νοημάτων μετάταξις. (ῃερς. 283.) Ἰστέον δὲ ὅτι τὸ ἤην ταυτόν ἐστι τῷ ἦν, πλεονασμὸν τοῦ ˉη παθόν. (ῃερς. 284.) Καὶ ὅτι τὸ ἀγυρτάζειν, ἐξ οὗ καὶ ὁ ἀγύρτης, αἰτίζειν ἐν τούτοις ἔφη, εἰπών· (ῃερς. 272.) ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ αἰτίζων, ἄλλο τι ὂν παρὰ τὸ πτωχεύειν. ἐκεῖνο γὰρ τῶν πάνυ ἀπόρων ἦν, οἷος Ὀδυσσεὺς ὁ φαινόμενος πτωχὸς καὶ πρὸ αὐτοῦ ὁ Ἶρος. Ὅτι δὲ τὸἀγυρτάζειν καὶ ἀγείρειν λέγεται, δῆλον ἐκ τοῦ, (ῃερς.